Humanitext Reader

アッピアノス · シリア戦記 §524-525

パウシマコスの敗死とエフェソス沖の示威

10 / 27 箇所 · ギリシア語

要旨

アンティオコスの海軍司令官ポリクセニダスの偽の降伏工作に騙されたロドス人パウシマコスが急襲されて戦死し、艦隊を失う。これにより複数の都市が再びアンティオコス側に寝返るが、ローマ・ロドス連合艦隊は再集結してエフェソスへ押し寄せ威嚇行動をとる。

§524Παυσίμαχος δʼ οἰχομένου Λιουίου πείρας τε πυκνὰς καὶ μελέτας τῶν ἰδίων ἐποιεῖτο, καὶ μηχανὰς ποικίλας συνεπήγνυτο, πυρφόρα τε ἀγγεῖα σιδηρᾶ ἐξῆπτε κοντῶν μακρῶν, αἰωρεῖσθαι τὸ πῦρ ἐς τὸ πέλαγος, ἵνα τῶν μὲν ἰδίων σκαφῶν πολὺ προύχῃ, τοῖς δὲ πολεμίοις προσιοῦσιν ἐμπίπτῃ.
リウィウスが去った後、パウシマコスは自らの部下たちの頻繁な演習と訓練を行い、様々な装置を組み立て、火を載せた鉄の容器を長い竿から吊るした。 それは、自らの船からは大きく突き出し、近づいてくる敵の船の上に火が落下するように、外洋へと張り出させるためのものであった。
καὶ αὐτὸν τάδε φιλοπονούμενον Πολυξενίδας ὁ Ἀντιόχου ναύαρχος, Ῥόδιός τε ὢν καὶ ὅδε καί τισιν αἰτίαις ἐκπεσὼν τῆς πατρίδος, ἐνήδρευεν, ὑπισχνούμενος τὸν Ἀντιόχου στόλον ἐγχειριεῖν, εἰ συνθοῖτο συμπράξειν ἐς κάθοδον αὑτῷ.
彼がこれらのことに熱心に励んでいるのを、アンティオコスの海軍司令官ポリクセニダス(彼もまたロドス人であり、ある理由から祖国を追放されていた)は、もしパウシマコスが自分の帰国のために協力することに合意するならば、アンティオコスの艦隊を引き渡すと約束して、罠にかけようとした。
ὁ δὲ ὑπώπτευε μὲν ἐπίκλοπον ἄνδρα καὶ πανοῦργον, καὶ ἐς πολὺ καλῶς ἐφυλάσσετο·
パウシマコスは、この男が油断のならない悪賢い者であると疑っており、大いに警戒していた。
γράψαντος δʼ αὐτῷ τοῦ Πολυξενίδου περὶ τῆς προδοσίας ἐπιστολὴν αὐτόγραφον, καὶ ἐπʼ αὐτῇ καὶ ἀναζεύξαντος ἀπὸ τῆς Ἐφέσου, καὶ τὴν στρατιὰν ὑποκριθέντος ἐς χορτολογίαν περιπέμπειν, ὁ Παυσίμαχος τήν τε ἀνάζευξιν ὁρῶν, καὶ οὐκ ἐλπίσας ἄν τινα περὶ προδοσίας ἐπιστολὴν αὐτόγραφον οὐκ ἀληθεύοντα πέμψαι, πάγχυ πιστεύσας ἐξέλυσε τὰς φυλακὰς καὶ ἐς σιτολογίαν καὶ αὐτὸς περιέπεμπεν.
しかし、ポリクセニダスが彼に自筆の裏切りに関する手紙を書き、さらにそれに加えてエフェソスから撤退し、軍勢を糧食調達のためにあちこちに派遣しているように装ったため、パウシマコスはその撤退を目にし、また、真実でないのに裏切りに関する自筆の手紙を送る者などいるはずがないと考えたため、完全に信用して警戒を解き、自らも糧食調達のために兵を派遣した。
ὁ δὲ Πολυξενίδας ἐπεὶ κατεῖδεν αὐτὸν ἐνηδρευμένον, αὐτίκα τὴν παρασκευὴν συνῆγε, καὶ Νίκανδρον τὸν πειρατὴν σὺν ὀλίγοις ἐς τὴν Σάμον περιέπεμπε, κατὰ τὴν γῆν ὄπισθεν τοῦ Παυσιμάχου θορυβοποιεῖν.
ポリクセニダスは、彼が罠にはまったのを見ると、ただちに軍備を整え、海賊ニカンドロスを少数の兵とともにサモス島へ派遣し、陸路からパウシマコスの背後で騒動を起こさせようとした。
ἐκ δὲ μέσων νυκτῶν αὐτὸς ἐπέπλει, καὶ περὶ τὴν ἑωθινὴν φυλακὴν ἐπέπιπτεν ἔτι κοιμωμένῳ.
そして自らは真夜中から出航し、明け方の見張りの頃に、まだ眠っている彼を襲撃した。
ὁ δὲ ἐν αἰφνιδίῳ κακῷ καὶ ἀδοκήτῳ τοὺς στρατιώτας ἐκέλευε, τὰς ναῦς ἐκλιπόντας, ἀπὸ τῆς γῆς ἀμύνεσθαι τοὺς πολεμίους.
パウシマコスは、不意の予期せぬ災難の中で、兵士たちに船を捨てて陸から敵を防ぐよう命じた。
προσπεσόντος δʼ ὄπισθεν αὐτῷ τοῦ Νικάνδρου, νομίσας καὶ τὴν γῆν προειλῆφθαι οὐχ ὑπὸ τῶν ἑωραμένων μόνων ἀλλʼ, ὡς ἐν νυκτί, πολὺ πλειόνων, πάλιν ἐς τὰς ναῦς ἐνέβαινε θορυβούμενος, πρῶτός τε ἐς μάχην ἀνήγετο, καὶ πρῶτος ἔπιπτε λαμπρῶς ἀγωνιζόμενος.
しかし、ニカンドロスが彼の背後から襲いかかったため、陸地もまた、目に見える者たちだけでなく、夜間のこととて、はるかに多くの者たちによってすでに占拠されてしまったと考え、混乱して再び船に乗り込み、真っ先に戦闘のために出航したが、目覚ましく戦いながら真っ先に討ち死にした。
τῶν δʼ ἄλλων οἱ μὲν ἐλήφθησαν οἱ δʼ ἀπώλοντο.
他の者たちのうち、ある者は捕らえられ、ある者は戦死した。
καὶ τῶν νεῶν ἑπτὰ μέν αἳ τὸ πῦρ ἔφερον, οὐδενὸς αὐταῖς διὰ τὴν φλόγα προσιόντος ἔφυγον, τὰς δὲ λοιπὰς εἴκοσιν ὁ Πολυξενίδας ἀναδησάμενος ἐς τὴν Ἔφεσον κατήχθη.
船のうち、火を載せていた七隻は、炎のゆえに誰も近づかなかったため逃れることができたが、残りの二十隻をポリクセニダスは牽引してエフェソスに入港した。
§525καὶ ἐπὶ τῇδε τῇ νίκῃ Φώκαια αὖθις καὶ Σάμος καὶ Κύμη πρὸς Ἀντίοχον μετετίθεντο.
この勝利によって、フォカイア、サモス、そしてキュメが再びアンティオコスの側に寝返った。
δείσας δʼ ὁ Λίουιος περὶ τῶν σφετέρων νεῶν, ἃς ἐν τῇ Αἰολίδι κατελελοίπει, κατὰ σπουδὴν ἐς αὐτὰς ἐπανῄει.
リウィウスはアイオリスに残してきた自らの船のことを恐れ、急いでそれらのもとへ戻っていった。
καὶ Εὐμένης πρὸς αὐτὸν ἠπείγετο, Ῥόδιοί τε Ῥωμαίοις ναῦς ἑτέρας εἴκοσιν ἔπεμπον.
エウメネスも彼のもとへ急ぎ、ロドス人たちもローマ人に別の二十隻の船を送った。
μικρὸν δὲ διαλιπόντες ἅπαντες ἀνεθάρρησαν, καὶ ἐπὶ τὴν Ἔφεσον ἔπλεον ἐς ναυμαχίαν ἐσκευασμένοι.
少しの間を置いた後、全員が再び勇気を取り戻し、海戦の準備を整えてエフェソスへと航行した。
οὐδενὸς δʼ αὐτοῖς ἀντεπιπλέοντος, τὸ μὲν ἥμισυ τῶν νεῶν ἐς ἐπίδειξιν ἔστησαν ἐν μέσῃ τῇ θαλάσσῃ μέχρι πολλοῦ, ταῖς δʼ ὑπολοίποις ἐς τὴν πολεμίαν καταχθέντες ἐπόρθουν, μέχρι Νίκανδρος αὐτοῖς ἐκ τῆς μεσογείας ἐπιπεσὼν τήν τε λείαν ἀφείλετο καὶ ἐς τὰς ναῦς κατεδίωξεν.
しかし、誰も彼らを迎え撃つために出航してこなかったため、彼らは誇示のために船の半分を長い間、外洋の真ん中に留まらせ、残りの船で敵地に上陸して略奪を行った。 ついにニカンドロスが内陸から彼らを襲い、獲物を奪い返し、船へと追い払うまでそうしていた。

語釈・文法注

  1. 524αἰωρεῖσθαι τὸ πῦρ ἐς τὸ πέλαγος — 不定詞 `αἰωρεῖσθαι` は、直前の `πυρφόρα... ἐξῆπτε`(火を運ぶ容器を吊るした)という主節の行動に続く目的、あるいは結果を表す。意味上の主語は `τὸ πῦρ`(火)であり、「火が海の方へ吊り下がるように」あるいは「その結果、火が海の方へ張り出すように」と解釈される。
  2. 524οὐκ ἐλπίσας ἄν τινα περὶ προδοσίας ἐπιστολὴν αὐτόγραφον οὐκ ἀληθεύοντα πέμψαι — 助辞 `ἄν` は不定詞 `πέμψαι` に潜在(〜するはずがない)の意味を付与する。文全体の否定語 `οὐκ`(`οὐκ ἐλπίσας`)と、分詞 `ἀληθεύοντα` を否定する `οὐκ`(`οὐκ ἀληθεύοντα`)による二重否定の構造。「真実でないのに、自筆の裏切りの手紙を送る者などいるとは考えなかった」となり、パウシマコスの「自筆の手紙なのだから真実に違いない」という強い確信を表現している。
  3. 524γράψαντος δʼ αὐτῷ τοῦ Πολυξενίδου περὶ τῆς προδοσίας ἐπιστολὴν αὐτόγραφον, καὶ ἐπʼ αὐτῇ καὶ ἀναζεύξαντος ἀπὸ τῆς Ἐφέσου, καὶ τὴν στρατιὰν ὑποκριθέντος ἐς χορτολογίαν περιπέμπειν — `γράψαντος`, `ἀναζεύξαντος`, `ὑποκριθέντος` という3つの属格分詞が並ぶ独立属格の連続。すべて `τοῦ Πολυξενίδου`(ポリクセニダス)を意味上の主語とする。これらは主節の主語 `ὁ Παυσίμαχος` が騙されるに至る、ポリクセニダス側の一連の作戦行動(手紙を送り、撤退し、調達を装ったこと)を時間・原因などの背景状況として提示している。

この箇所を引用する

アッピアノス, シリア戦記 §524-525. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0551.tlg013.humanitext-grc2:524-525

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。