§524Παυσίμαχος δʼ οἰχομένου Λιουίου πείρας τε πυκνὰς καὶ μελέτας τῶν ἰδίων ἐποιεῖτο, καὶ μηχανὰς ποικίλας συνεπήγνυτο, πυρφόρα τε ἀγγεῖα σιδηρᾶ ἐξῆπτε κοντῶν μακρῶν, αἰωρεῖσθαι τὸ πῦρ ἐς τὸ πέλαγος, ἵνα τῶν μὲν ἰδίων σκαφῶν πολὺ προύχῃ, τοῖς δὲ πολεμίοις προσιοῦσιν ἐμπίπτῃ.
利维乌斯离去后,帕乌西马科斯对自己的士兵进行了频繁的演练和训练,并组装了各种器械,将装有火种的铁器悬挂在长竿上,使火悬于海面上方,以便这些火器能远远地伸出在自己的船只前面,落在逼近的敌船上。
καὶ αὐτὸν τάδε φιλοπονούμενον Πολυξενίδας ὁ Ἀντιόχου ναύαρχος, Ῥόδιός τε ὢν καὶ ὅδε καί τισιν αἰτίαις ἐκπεσὼν τῆς πατρίδος, ἐνήδρευεν, ὑπισχνούμενος τὸν Ἀντιόχου στόλον ἐγχειριεῖν, εἰ συνθοῖτο συμπράξειν ἐς κάθοδον αὑτῷ.
当他热心于这些准备工作时,安条克的海军统帅聚利克塞尼达斯——他也是罗德岛人,因某些原因被祖国驱逐——便向他设下圈套,许诺如果帕乌西马科斯同意协助他重返祖国,他便将安条克的舰队双手奉上。
ὁ δὲ ὑπώπτευε μὲν ἐπίκλοπον ἄνδρα καὶ πανοῦργον, καὶ ἐς πολὺ καλῶς ἐφυλάσσετο· γράψαντος δʼ αὐτῷ τοῦ Πολυξενίδου περὶ τῆς προδοσίας ἐπιστολὴν αὐτόγραφον, καὶ ἐπʼ αὐτῇ καὶ ἀναζεύξαντος ἀπὸ τῆς Ἐφέσου, καὶ τὴν στρατιὰν ὑποκριθέντος ἐς χορτολογίαν περιπέμπειν, ὁ Παυσίμαχος τήν τε ἀνάζευξιν ὁρῶν, καὶ οὐκ ἐλπίσας ἄν τινα περὶ προδοσίας ἐπιστολὴν αὐτόγραφον οὐκ ἀληθεύοντα πέμψαι, πάγχυ πιστεύσας ἐξέλυσε τὰς φυλακὰς καὶ ἐς σιτολογίαν καὶ αὐτὸς περιέπεμπεν.
帕乌西马科斯怀疑此人狡黠诡诈,因而严加防范;但当聚利克塞尼达斯给他写了一封关于背叛的亲笔信,并且在此之后从以弗所撤军,并假装派军队到处割草寻粮时,帕乌西马科斯看到了这次撤军,且认为任何人如果不是说真话,绝不会写一封关于背叛的亲笔信,于是便完全相信了他,放松了警惕,自己也派人去搜集粮食。
ὁ δὲ Πολυξενίδας ἐπεὶ κατεῖδεν αὐτὸν ἐνηδρευμένον, αὐτίκα τὴν παρασκευὴν συνῆγε, καὶ Νίκανδρον τὸν πειρατὴν σὺν ὀλίγοις ἐς τὴν Σάμον περιέπεμπε, κατὰ τὴν γῆν ὄπισθεν τοῦ Παυσιμάχου θορυβοποιεῖν.
聚利克塞尼达斯见他中计,立即集结准备好的兵力,并派遣海盗尼坎德罗斯率领少数人前往萨摩斯,从陆路上在帕乌西马科斯的后方制造混乱。
ἐκ δὲ μέσων νυκτῶν αὐτὸς ἐπέπλει, καὶ περὶ τὴν ἑωθινὴν φυλακὴν ἐπέπιπτεν ἔτι κοιμωμένῳ.
他自己则在半夜出航,约在拂晓哨位更替时,袭击了仍在睡梦中的帕乌西马科斯。
ὁ δὲ ἐν αἰφνιδίῳ κακῷ καὶ ἀδοκήτῳ τοὺς στρατιώτας ἐκέλευε, τὰς ναῦς ἐκλιπόντας, ἀπὸ τῆς γῆς ἀμύνεσθαι τοὺς πολεμίους.
在这突如其来且意想不到的灾难中,帕乌西马科斯命令士兵们弃船,从陆地上抵御敌人。
προσπεσόντος δʼ ὄπισθεν αὐτῷ τοῦ Νικάνδρου, νομίσας καὶ τὴν γῆν προειλῆφθαι οὐχ ὑπὸ τῶν ἑωραμένων μόνων ἀλλʼ, ὡς ἐν νυκτί, πολὺ πλειόνων, πάλιν ἐς τὰς ναῦς ἐνέβαινε θορυβούμενος, πρῶτός τε ἐς μάχην ἀνήγετο, καὶ πρῶτος ἔπιπτε λαμπρῶς ἀγωνιζόμενος.
然而,当尼坎德罗斯从后方袭击他时,他以为陆地也已被占领,不仅是被看见的那些人,而且因为是在夜间,以为还有更多的人,于是他在混乱中再次登上船只,第一个出海迎战,并在英勇战斗中第一个倒下。
τῶν δʼ ἄλλων οἱ μὲν ἐλήφθησαν οἱ δʼ ἀπώλοντο.
其余的人有的被俘,有的阵亡。
καὶ τῶν νεῶν ἑπτὰ μέν αἳ τὸ πῦρ ἔφερον, οὐδενὸς αὐταῖς διὰ τὴν φλόγα προσιόντος ἔφυγον, τὰς δὲ λοιπὰς εἴκοσιν ὁ Πολυξενίδας ἀναδησάμενος ἐς τὴν Ἔφεσον κατήχθη.
在船只中,有七艘运载火器的船由于火焰猛烈无人敢于接近而得以逃脱,聚利克塞尼达斯则将剩下的二十艘船拖回了以弗所。
§525καὶ ἐπὶ τῇδε τῇ νίκῃ Φώκαια αὖθις καὶ Σάμος καὶ Κύμη πρὸς Ἀντίοχον μετετίθεντο.
凭借这次胜利,福凯亚、萨摩斯和库美再次转而归顺安条克。
δείσας δʼ ὁ Λίουιος περὶ τῶν σφετέρων νεῶν, ἃς ἐν τῇ Αἰολίδι κατελελοίπει, κατὰ σπουδὴν ἐς αὐτὰς ἐπανῄει.
利维乌斯担心自己留在埃奥利斯的船只,急忙赶回。
καὶ Εὐμένης πρὸς αὐτὸν ἠπείγετο, Ῥόδιοί τε Ῥωμαίοις ναῦς ἑτέρας εἴκοσιν ἔπεμπον.
欧墨尼斯也急忙向他靠拢,罗德岛人则向罗马人增派了另外二十艘船。
μικρὸν δὲ διαλιπόντες ἅπαντες ἀνεθάρρησαν, καὶ ἐπὶ τὴν Ἔφεσον ἔπλεον ἐς ναυμαχίαν ἐσκευασμένοι.
过了不久,所有人重新振作起来,并做好海战准备驶往以弗所。
οὐδενὸς δʼ αὐτοῖς ἀντεπιπλέοντος, τὸ μὲν ἥμισυ τῶν νεῶν ἐς ἐπίδειξιν ἔστησαν ἐν μέσῃ τῇ θαλάσσῃ μέχρι πολλοῦ, ταῖς δʼ ὑπολοίποις ἐς τὴν πολεμίαν καταχθέντες ἐπόρθουν, μέχρι Νίκανδρος αὐτοῖς ἐκ τῆς μεσογείας ἐπιπεσὼν τήν τε λείαν ἀφείλετο καὶ ἐς τὰς ναῦς κατεδίωξεν.
由于没有人出海迎战,他们将半数的船只在海中央整列示威了很长时间,用其余的船只在敌方土地上登陆并进行劫掠,直到尼坎德罗斯从内陆袭来,夺回了战利品,并将他们追赶回船上。