§522καὶ οἱ μὲν Σκιπίωνες ἔτι ἦσαν ἐν παρασκευῇ, Λίουιος δʼ ὁ φύλαξ τῆς Ἰταλίας, ἐπὶ τὴν ναυαρχίαν αἱρεθεὶς Ἀτιλίῳ διάδοχος, αὐτίκα ταῖς τε ἰδίαις ναυσίν, αἷς τὴν Ἰταλίαν περιέπλει, καὶ παρὰ Καρχηδονίων αὐτῷ τισὶ δοθείσαις καὶ συμμαχίσιν ἄλλαις ἐς Πειραιᾶ κατήχθη, καὶ τὸν ὑπʼ Ἀτιλίῳ στόλον παραλαβὼν ἔπλει καταφράκτοις ὀγδοήκοντα καὶ μιᾷ, ἑπομένου καὶ Εὐμένους πεντήκοντα ἰδίαις·
スキピオ兄弟はまだ準備を進めていたが、イタリアの守護者であり、アティリウスの後任として海軍司令官に選ばれたリウィウスは、ただちに自分がイタリア周辺を巡回していた自らの船と、カルタゴ人から彼に提供された数隻、およびその他の同盟軍の船とともにペイライエウスに入港した。 そしてアティリウスの下にあった艦隊を引き継ぐと、甲板船八十一隻を率いて出航し、エウメネスもまた自らの船五十隻を率いてこれに従った。
καὶ ἦν κατάφρακτον καὶ τῶνδε τὸ ἥμισυ.
これらの船の半数も甲板船であった。
ἔς τε Φώκαιαν ὑπήκοον μὲν Ἀντιόχου, ὑπὸ δʼ ἐκπλήξεως αὐτοὺς δελομένην κατήγοντο, καὶ τῆς ἐπιούσης ἐς ναυμαχίαν ἀνέπλεον.
彼らは、アンティオコスの配下であったが、恐慌から彼らを受け入れたフォカイアに入港し、翌日には海戦のために出航した。
ἀντανήγετο δʼ αὐτοῖς ὁ ναύαρχος ὁ Ἀντιόχου Πολυξενίδας διακοσίαις ναυσί, κουφοτέραις τῶν πολεμίων παρὰ πολύ·
アンティオコスの海軍司令官ポリクセニダスは、敵よりもはるかに軽い二百隻の船を率いて彼らを迎え撃つべく出航した。
ᾧ δὴ καὶ μάλιστα προύλαβε τοῦ πελάγους ἔτι Ῥωμαίων ἀναπειρωμένων.
これによって、まさに彼は、ローマ人がまだ操船訓練を行っている間に、外洋を先制して占拠した。
καὶ δύο τῶν Καρχηδονίων ναῦς ἰδὼν προπλεούσας, τρεὶς τῶν ἰδίων ἐπιπέμψας εἷλε τὰς δύο κενάς, ἐξαλομένων τῶν Λιβύων ἐς τὸ πέλαγος.
そして彼はローマ側の二隻の船が先行しているのを見て、自らの船三隻を派遣し、リビア兵たちが海へと飛び降りたため、無人となったその二隻を拿捕した。
Λίουιος δʼ ἐπὶ τὰς τρεῖς ἐφέρετο πρῶτος ὑπʼ ὀργῆς τῇ στρατηγίδι νηί, πολὺ προύχων τοῦ στόλου.
リウィウスは怒りから、艦隊を大きく引き離して、旗艦に乗ってまずその三隻に向かって突進した。
αἱ δʼ, ὡς μιᾷ, σὺν καταφρονήσει χεῖράς τε σιδηρᾶς ἐπέβαλον, καὶ συνεστηκότων τῶν σκαφῶν ὁ ἀγὼν ἦν ὥσπερ ἐν γῇ.
敵の船は、相手が一隻だけであるため、侮って鉄の鉤を投げ、船同士が密着すると、戦闘はまるで陸上でのようになった。
πολὺ δὲ κρείσσους ὄντες οἱ Ῥωμαῖοι ταῖς εὐτολμίαις, ἐπιβάντες ἐς τὰς ἀλλοτρίας ἐκράτουν, καὶ μιᾷ νηὶ δύο ὁμοῦ φέροντες ἐπανῄεσαν.
ローマ人はその抜群の勇気によってはるかに優勢であり、敵船に乗り込んでこれらを制圧し、一隻の船で二隻を同時に曳航して戻ってきた。
καὶ τόδε μὲν τῆς ναυμαχίας προαγώνισμα ἦν·
これが海戦の前哨戦であった。
ἐπεὶ δὲ οἱ στόλοι συνέπεσον ἀλλήλοις, ἰσχύι μὲν καὶ προθυμίᾳ τὰ Ῥωμαίων ἐπεκράτει, διὰ δὲ βαρύτητα τῶν σκαφῶν τοὺς ἐχθροὺς οὐκ ἐδύναντο καταλαμβάνειν κούφαις ναυσὶν ὑποφεύγοντας, ἕως οἳ μὲν ἐς τὴν Ἔφεσον ὀξέως κατέφυγον, οἳ δʼ ἐς Χίον ἀπῇραν, ἔνθα αὐτοῖς Ῥοδίων νῆες συμμαχίδες ἦλθον ἑπτὰ καὶ εἴκοσιν.
両艦隊が衝突すると、ローマ側は力と闘志で圧倒したが、船体が重かったため、軽快な船で逃げ回る敵を追いつめることができず、ついに敵は急いでエフェソスへと逃げ込み、ローマ側はキオスへと退いた。 そこへ、彼らのもと同盟軍であるロドス人の船二十七隻が到着した。
Ἀντίοχος δὲ περὶ τῆσδε τῆς ναυμαχίας πυθόμενος, Ἀννίβαν ἔστελλεν ἐπὶ Συρίας ἐς νεῶν ἄλλων ἐκ τε Φοινίκης καὶ Κιλικίας παρασκευήν.
アンティオコスはこの海戦について知ると、ハンニバルをシリアへ派遣し、フェニキアおよびキリキアから別の船を準備させた。
καὶ τόνδε μὲν ἐπανιόντα Ῥόδιοι κατέκλεισαν ἐς Παμφυλίαν, καί τινας αὐτοῦ τῶν νεῶν εἷλον, καὶ τὰς λοιπὰς ἐφεδρεύοντες ἐφύλασσον·
そして、彼が帰還する途中で、ロドス人たちは彼をパムフィリアに封じ込め、その船の数隻を拿捕し、残りの船を警戒して監視下に置いた。
§523Πόπλιος δὲ Σκιπίων ἀφικόμενος ἐς Αἰτωλίαν μετὰ τοῦ ὑπάτου, καὶ τὸν Μανίου στρατὸν παραλαβών, τὰς μὲν ἐν Αἰτωλίᾳ πολιορκίας ὑπερεῖδεν ὡς μικρὸν ἔργον, καὶ τοῖς Αἰτωλοῖς δεομένοις ἐπέτρεψεν αὖθις ἐς Ῥώμην πρεσβεῦσαι περὶ σφῶν, ἐπὶ δὲ τὸν Ἀντίοχον ἠπείγετο πρὶν ἐκβῆναι τῷ ἀδελφῷ τὴν στρατηγίαν.
プブリウス・スキピオは執政官とともにアイトリアに到着し、マニウスの軍隊を引き継ぐと、アイトリアにおける包囲戦を小さな仕事として無視し、嘆願するアイトリア人に対して、自分たちのことについて再びローマに使節を送ることを許した。 そして彼は、兄弟の指揮権が切れる前に、アンティオコスを討つべく急いだ。
διὰ δὲ Μακεδόνων ὥδευε καὶ Θρᾳκῶν ἐπὶ τὸν Ἑλλήσποντον, δυσχερῆ καὶ χαλεπὴν ὁδὸν αὐτῷ γενομένην ἄν, εἰ μὴ Φίλιππος ὁ Μακεδὼν ὡδοποίει καὶ ὑπεδέχετο καὶ παρέπεμπεν ἐζευγμένοις τε ποταμοῖς ἐκ πολλοῦ καὶ ἀγοραῖς ἑτοίμοις·
彼はマケドニア人とトラキア人の土地を通ってヘレスポントスへと進軍したが、もしマケドニアのフィリッポスが道路を整備し、彼を迎え、またあらかじめ川に橋を架け、食料を準備して護送してくれなかったなら、彼にとって困難で厳しい道程となったであろう。
ἐφʼ οἷς αὐτὸν οἱ Σκιπίωνες αὐτίκα τῶν ὑπολοίπων χρημάτων ἀπέλυσαν, ἐπιτετραμμένοι τοῦθʼ ὑπὸ τῆς βουλῆς, εἰ πρόθυμον εὕροιεν.
これらのことに対して、スキピオたちはただちに彼を未払いの賠償金から解放した。 これは、もし彼が協力的であると分かったならそうするようにと、元老院から委ねられていたことであった。
ἐπέστελλον δὲ καὶ ἐς Προυσίαν τὸν Βιθυνῶν βασιλέα, καταλέγοντες ὅσοις βασιλεῦσι Ῥωμαῖοι συμμαχήσασι τὰς ἀρχὰς ἐπηύξησαν·
彼らはまた、ビテュニアの王プルシアスにも書簡を送り、ローマ人が同盟を結ぶことでいかに多くの王たちの支配地を増大させてきたかを列挙した。
Φίλιππον δέ, φασί, τὸν Μακεδόνα καὶ πολέμῳ κρατήσαντες ἄρχειν ἐῶσι, καὶ τὸν παῖδα αὐτῷ τῆς ὁμηρείας ἀπελύσαμεν, καὶ τὸ ἔτι ὄφλημα τῶν χρημάτων.
そして、「マケドニアのフィリッポスについては、戦争で打ち破ったにもかかわらず統治することを許し、その息子を人質から解放し、さらに金の未払い債務をも免除した」と伝えた。
οἷς ὁ Προυσίας ἡσθεὶς συνέθετο συμμαχήσειν ἐπʼ Ἀντίοχον.
プルシアスはこれに喜び、アンティオコスに対して同盟を結ぶことを約束した。
Λίουιος δʼ ὁ ναύαρχος ἐπεὶ τῆς ὁδοιπορίας τῶν Σκιπιώνων ἐπύθετο, Παυσίμαχον μὲν τὸν Ῥόδιον μετὰ τῶν Ῥοδίων νεῶν ἐν τῇ Αἰολίδι κατέλιπε, καὶ μέρος τι τοῦ ἰδίου στόλου, ταῖς δὲ πλείοσιν ἐς τὸν Ἑλλήσποντον ἔπλει τὸν στρατὸν ὑποδεξόμενος.
海軍司令官リウィウスは、スキピオたちの進軍について知ると、ロドス人のパウシマコスをロドス船隊とともにアイオリスに残し、自らの艦隊の一部も残した。 そして大半の船を率いて、軍隊を迎えるためにヘレスポントスへと向かった。
καὶ Σηστὸς μὲν αὐτῷ καὶ Ῥοίτειον καὶ ὁ Ἀχαιῶν λιμὴν καί τινα ἄλλα προσέθετο, Ἀβυδον δὲ ἀπειθοῦσαν ἐπολιόρκει.
セストス、ロイテイオン、アカイア人の港、その他いくつかの場所が彼に降伏したが、服従しないアビュドスを彼は包囲した。