Humanitext Reader

阿庇安 · 叙利亚战记 §522-523

利维乌斯的海战胜利与西庇阿的东进

第 9 段,共 27 段 · 希腊语

内容简介

罗马海军统帅利维乌斯在海战中击败安条克的舰队,安条克随后派汉尼拔去筹备新舰队。与此同时,普布利乌斯·西庇阿在马其顿国王菲利普五世的全力协助下向赫勒斯滂进军。

§522καὶ οἱ μὲν Σκιπίωνες ἔτι ἦσαν ἐν παρασκευῇ, Λίουιος δʼ ὁ φύλαξ τῆς Ἰταλίας, ἐπὶ τὴν ναυαρχίαν αἱρεθεὶς Ἀτιλίῳ διάδοχος, αὐτίκα ταῖς τε ἰδίαις ναυσίν, αἷς τὴν Ἰταλίαν περιέπλει, καὶ παρὰ Καρχηδονίων αὐτῷ τισὶ δοθείσαις καὶ συμμαχίσιν ἄλλαις ἐς Πειραιᾶ κατήχθη, καὶ τὸν ὑπʼ Ἀτιλίῳ στόλον παραλαβὼν ἔπλει καταφράκτοις ὀγδοήκοντα καὶ μιᾷ, ἑπομένου καὶ Εὐμένους πεντήκοντα ἰδίαις· καὶ ἦν κατάφρακτον καὶ τῶνδε τὸ ἥμισυ.
当西庇阿兄弟仍在进行准备时,负责防卫意大利的利维乌斯被选为阿提利乌斯的继任者担任海军统帅。 他立即率领自己巡逻意大利周边的船只,以及纸上所载迦太基人赠予他的几艘船和其他盟国的船只,开往比雷埃夫斯港。 接管阿提利乌斯麾下的舰队后,他率领八十一艘甲板船出航,欧墨尼斯也率领自己的五十艘船随行,其中半数也是甲板船。
ἔς τε Φώκαιαν ὑπήκοον μὲν Ἀντιόχου, ὑπὸ δʼ ἐκπλήξεως αὐτοὺς δελομένην κατήγοντο, καὶ τῆς ἐπιούσης ἐς ναυμαχίαν ἀνέπλεον.
他们驶入本属安条克统治、但因恐慌而接纳了他们的福凯亚,并在次日出海迎战。
ἀντανήγετο δʼ αὐτοῖς ὁ ναύαρχος ὁ Ἀντιόχου Πολυξενίδας διακοσίαις ναυσί, κουφοτέραις τῶν πολεμίων παρὰ πολύ·
安条克的海军统帅聚利克塞尼达斯率领两百艘远比敌船轻捷的船只出海迎战。
ᾧ δὴ καὶ μάλιστα προύλαβε τοῦ πελάγους ἔτι Ῥωμαίων ἀναπειρωμένων.
正是凭借这一优势,他在罗马人仍在进行操船训练时,便抢先占领了外海。
καὶ δύο τῶν Καρχηδονίων ναῦς ἰδὼν προπλεούσας, τρεὶς τῶν ἰδίων ἐπιπέμψας εἷλε τὰς δύο κενάς, ἐξαλομένων τῶν Λιβύων ἐς τὸ πέλαγος.
他看到有两艘迦太基船只在前航行,便发出自己的三艘船,并在利比亚兵跳入海中后,俘获了这两艘空船。
Λίουιος δʼ ἐπὶ τὰς τρεῖς ἐφέρετο πρῶτος ὑπʼ ὀργῆς τῇ στρατηγίδι νηί, πολὺ προύχων τοῦ στόλου.
利维乌斯出于愤怒,驾驶着旗舰一马当先,远远抛开舰队,首先向这三艘船冲去。
αἱ δʼ, ὡς μιᾷ, σὺν καταφρονήσει χεῖράς τε σιδηρᾶς ἐπέβαλον, καὶ συνεστηκότων τῶν σκαφῶν ὁ ἀγὼν ἦν ὥσπερ ἐν γῇ.
敌船因见对方仅有一艘,便心生轻蔑,抛出铁钩,当船只紧密相连时,战斗就如同在陆地上进行一般。
πολὺ δὲ κρείσσους ὄντες οἱ Ῥωμαῖοι ταῖς εὐτολμίαις, ἐπιβάντες ἐς τὰς ἀλλοτρίας ἐκράτουν, καὶ μιᾷ νηὶ δύο ὁμοῦ φέροντες ἐπανῄεσαν.
罗马人凭着卓越的勇气占了绝对优势,他们登上敌船并将其制服,用一艘船同时拖着两艘敌船返航。
καὶ τόδε μὲν τῆς ναυμαχίας προαγώνισμα ἦν·
这是海战的前哨战。
ἐπεὶ δὲ οἱ στόλοι συνέπεσον ἀλλήλοις, ἰσχύι μὲν καὶ προθυμίᾳ τὰ Ῥωμαίων ἐπεκράτει, διὰ δὲ βαρύτητα τῶν σκαφῶν τοὺς ἐχθροὺς οὐκ ἐδύναντο καταλαμβάνειν κούφαις ναυσὶν ὑποφεύγοντας, ἕως οἳ μὲν ἐς τὴν Ἔφεσον ὀξέως κατέφυγον, οἳ δʼ ἐς Χίον ἀπῇραν, ἔνθα αὐτοῖς Ῥοδίων νῆες συμμαχίδες ἦλθον ἑπτὰ καὶ εἴκοσιν.
当两军舰队发生正面碰撞时,罗马人在力量和斗志上占据了上风,但由于船体沉重,他们无法追上那些乘轻捷船只逃跑的敌人,最终敌军迅速逃往以弗所,而罗马人则退往希奥斯,在那里有二十七艘罗德岛盟友的船只加入了他们。
Ἀντίοχος δὲ περὶ τῆσδε τῆς ναυμαχίας πυθόμενος, Ἀννίβαν ἔστελλεν ἐπὶ Συρίας ἐς νεῶν ἄλλων ἐκ τε Φοινίκης καὶ Κιλικίας παρασκευήν.
安条克得知这场海战的消息后,派遣汉尼拔前往叙利亚,从腓尼基和基利家筹备更多的船只。
καὶ τόνδε μὲν ἐπανιόντα Ῥόδιοι κατέκλεισαν ἐς Παμφυλίαν, καί τινας αὐτοῦ τῶν νεῶν εἷλον, καὶ τὰς λοιπὰς ἐφεδρεύοντες ἐφύλασσον·
当他返回时,罗德岛人将他封锁在潘菲利亚,夺取了他的一些船只,并派兵严密监视其余的船只。
§523Πόπλιος δὲ Σκιπίων ἀφικόμενος ἐς Αἰτωλίαν μετὰ τοῦ ὑπάτου, καὶ τὸν Μανίου στρατὸν παραλαβών, τὰς μὲν ἐν Αἰτωλίᾳ πολιορκίας ὑπερεῖδεν ὡς μικρὸν ἔργον, καὶ τοῖς Αἰτωλοῖς δεομένοις ἐπέτρεψεν αὖθις ἐς Ῥώμην πρεσβεῦσαι περὶ σφῶν, ἐπὶ δὲ τὸν Ἀντίοχον ἠπείγετο πρὶν ἐκβῆναι τῷ ἀδελφῷ τὴν στρατηγίαν.
普布利乌斯·西庇阿与执政官一同抵达埃托利亚,并接管了马尼乌斯的军队。 他将埃托利亚的包围战视为不值一提的小事而予以忽略,并允许向其请求的埃托利亚人再次向罗马派遣使者交涉自己的事务。 他自己则在兄弟的指挥权到期之前,急于前去讨伐安条克。
διὰ δὲ Μακεδόνων ὥδευε καὶ Θρᾳκῶν ἐπὶ τὸν Ἑλλήσποντον, δυσχερῆ καὶ χαλεπὴν ὁδὸν αὐτῷ γενομένην ἄν, εἰ μὴ Φίλιππος ὁ Μακεδὼν ὡδοποίει καὶ ὑπεδέχετο καὶ παρέπεμπεν ἐζευγμένοις τε ποταμοῖς ἐκ πολλοῦ καὶ ἀγοραῖς ἑτοίμοις·
他率军穿过马其顿人和色雷斯人的土地前往赫勒斯滂。 若非马其顿的菲利普提前修筑道路、迎接并护送他们,并早早地在河流上架桥、准备好粮食,这对他来说本将是一段艰难险阻的旅程。
ἐφʼ οἷς αὐτὸν οἱ Σκιπίωνες αὐτίκα τῶν ὑπολοίπων χρημάτων ἀπέλυσαν, ἐπιτετραμμένοι τοῦθʼ ὑπὸ τῆς βουλῆς, εἰ πρόθυμον εὕροιεν.
为此,西庇阿兄弟立即免除了他尚未付清的赔款。 这是元老院授权给他们的,只要发现菲利普态度积极便可实行。
ἐπέστελλον δὲ καὶ ἐς Προυσίαν τὸν Βιθυνῶν βασιλέα, καταλέγοντες ὅσοις βασιλεῦσι Ῥωμαῖοι συμμαχήσασι τὰς ἀρχὰς ἐπηύξησαν·
他们还写信给比提尼亚国王普鲁西亚斯,列举了罗马人通过与之结盟,使多少位国王的领土得到了扩大。
Φίλιππον δέ, φασί, τὸν Μακεδόνα καὶ πολέμῳ κρατήσαντες ἄρχειν ἐῶσι, καὶ τὸν παῖδα αὐτῷ τῆς ὁμηρείας ἀπελύσαμεν, καὶ τὸ ἔτι ὄφλημα τῶν χρημάτων.
他们说:“对于马其顿的菲利普,即使我们在战争中战胜了他,也允许他继续统治,而且我们释放了作为人质的他的儿子,并免除了他未付清的款项。
οἷς ὁ Προυσίας ἡσθεὶς συνέθετο συμμαχήσειν ἐπʼ Ἀντίοχον.
”普鲁西亚斯对此大为高兴,同意结盟共同对付安条克。
Λίουιος δʼ ὁ ναύαρχος ἐπεὶ τῆς ὁδοιπορίας τῶν Σκιπιώνων ἐπύθετο, Παυσίμαχον μὲν τὸν Ῥόδιον μετὰ τῶν Ῥοδίων νεῶν ἐν τῇ Αἰολίδι κατέλιπε, καὶ μέρος τι τοῦ ἰδίου στόλου, ταῖς δὲ πλείοσιν ἐς τὸν Ἑλλήσποντον ἔπλει τὸν στρατὸν ὑποδεξόμενος.
海军统帅利维乌斯得知西庇阿兄弟进军的消息后,将罗德岛人帕乌西马科斯和罗德岛的船只以及自己舰队的一部分留在了埃奥利斯,自己则率领大部分船只驶向赫勒斯滂以接迎陆军。
καὶ Σηστὸς μὲν αὐτῷ καὶ Ῥοίτειον καὶ ὁ Ἀχαιῶν λιμὴν καί τινα ἄλλα προσέθετο, Ἀβυδον δὲ ἀπειθοῦσαν ἐπολιόρκει.
塞斯托斯、罗伊特翁、阿开亚人港口以及其他一些地方向他投降,而对于不肯服从的阿拜多斯,他则展开了包围。

词汇与语法注释

  1. 522ὑπὸ δʼ ἐκπλήξεως αὐτοὺς δελομένην — 抄本中的 `δελομένην` 通常被视作 `δεχομένην`(接纳)的误写,或被理解为 `δουλουμένην`(臣服)之意。在此处将其视作修饰 Φώκαιαν 的现在分词,译为“因恐慌而接纳了他们”。
  2. 522ᾧ δὴ καὶ μάλιστα προύλαβε τοῦ πελάγους ἔτι Ῥωμαίων ἀναπειρωμένων — 关系代词与格 `ᾧ` 表示手段,指代前文“船只远比敌军轻捷(`κουφοτέραις τῶν πολεμίων παρὰ πολύ`)”这一事实。`Ῥωμαίων ἀναπειρωμένων` 为属格独立分词结构,在时间上表示罗马人当时仍在进行操船训练。
  3. 523δυσχερῆ καὶ χαλεπὴν ὁδὸν αὐτῷ γενομένην ἄν, εἰ μὴ Φίλιππος ὁ Μακεδὼν ὡδοποίει... — 此分词短语修饰动词 `ὥδευε`(进军)的同族宾语或同格语 `ὁδὸν`(旅程)。带 `ἄν` 的分词 `γενομένην ἄν` 表示与条件从句 `εἰ μὴ... ὡδοποίει`(若非菲利普修筑道路……)相呼应的反事实虚拟条件句结果主句,在分词结构中表达虚拟语气。

引用这一段

阿庇安, 叙利亚战记 §522-523. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg013.humanitext-grc2:522-523

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。