§528νουμηνίᾳ δʼ ἔτους ἀρξάμενος ὑπατεύειν, καὶ τὴν ἀρχὴν αὐτῆς ἡμέρας παραδοὺς Αὐτρωνίῳ Παίτῳ, εὐθὺς ἐξέθορεν αὖθις ἐπὶ τοὺς Δαλμάτας, ἄρχων ἔτι τὴν τῶν τριῶν ἀρχήν·
年の初めに執政官職を開始したが、同日のうちにその職をアウトロニウス・パエトゥスに譲渡し、直ちに再びダルマティア人に対して出撃した。 このとき彼はまだ三人官の職を行使していた。
δύο γὰρ ἔλειπεν ἔτη τῇ δευτέρᾳ πενταετίᾳ τῆσδε τῆς ἀρχῆς, ἣν ἐπὶ τῇ προτέρᾳ σφίσιν αὐτοῖς ἐψηφίσαντο καὶ ὁ δῆμος ἐπεκεκυρώκει.
というのも、彼ら自身が先の任期に付け加えて決議し、民衆が承認したこの職の第二の五ヵ年のうち、まだ二年が残っていたからである。
οἱ Δαλμάται δʼ ἤδη κάμνοντες ὑπὸ λιμοῦ, τῶν ἔξωθεν ἀγορῶν ἀποκεκλεισμένοι, ἐρχομένῳ τῷ Καίσαρι ὑπήντων καὶ σφᾶς παρέδοσαν σὺν ἱκετηρίᾳ, ὅμηρά τε δόντες ἑπτακοσίους παῖδας, οὓς καὶ ὁ Καῖσαρ ᾔτει, καὶ τὰ Ῥωμαϊκὰ σημεῖα τὰ Γαβινίου·
飢餓に苦しみ、外部からの補給路を断たれていたダルマティア人は、進軍してくるカエサルを迎え、哀願の姿勢をもって降伏した。 彼らはカエサルが要求した七百人の子供を人質として引き渡し、ガビニウスから奪ったローマの軍旗を返還した。
τὸν δὲ φόρον τὸν ἀπὸ Γαΐου Καίσαρος ἐκλειφθέντα ἀποδώσειν ὑποστάντες, εὐπειθεῖς ἐς τὸ ἔπειτα ἐγένοντο.
また、ガイウス・カエサルの死後に滞納していた貢納金を支払うことを約束し、その後は従順になった。
τὰ σημεῖα δὲ ὁ Καῖσαρ ἀπέθηκεν ἐν τῇ στοᾷ τῇ Ὀκταουία λεγομένῃ.
カエサルはこれらの軍旗をオクタウィアの回廊と呼ばれる場所に安置した。
Δαλματῶν δʼ ἁλόντων καὶ Δερβανοὶ προσιόντα τὸν Καίσαρα συγγνώμην ᾔτουν σὺν ἱκετηρίᾳ, καὶ ὁμήρους ἔδοσαν, καὶ τοὺς ἐκλειφθέντας φόρους ὑπέστησαν ἀποδώσειν.
ダルマティア人が屈服すると、デルバノイ人も接近するカエサルに哀願して赦しを請い、人質を差し出し、滞納していた貢納金の支払いを約束した。
τῶν δὲ οἷς μὲν ὁ Καῖσαρ ἐπλησίασε, καὶ ὁμήρους ἐπὶ ταῖς συνθήκαις ἔδοσαν· ὅσοις δʼ οὐκ ἐπλησίασε διὰ νόσον, οὔτʼ ἔδοσαν οὔτε συνέθεντο.
その他の部族のうち、カエサルが自ら近づいた者たちは条約を結んで人質を差し出したが、病気のために彼が接近しなかった者たちは、人質も差し出さず同盟も結ばなかった。
φαίνονται δὲ καὶ οἵδε ὕστερον ὑπαχθέντες.
しかし、彼らも後に征服されたようである。
οὕτω πᾶσαν ὁ Καῖσαρ τὴν Ἰλλυρίδα γῆν, ὅση τε ἀφειστήκει Ῥωμαίων, καὶ τὴν οὐ πρότερον ὑπακούσασαν αὐτοῖς, ἐκρατύνατο.
このようにしてカエサルは、ローマに反逆したイリュリアの全土、およびそれまでローマに服従したことのなかった土地を平定した。
καὶ αὐτῷ ἡ βουλὴ θρίαμβον Ἰλλυρικὸν ἔδωκε θριαμβεῦσαι, ὃν ἐθριάμβευσεν ὕστερον ἅμα τοῖς κατ Ἀντωνίου.
そして元老院は彼にイリュリアの凱旋式を挙行する栄誉を与え、彼は後にアントニウスに対する勝利の凱旋式と同時にこれを行った。
§529λοιποὶ δʼ εἰσὶ τῆς ὑπὸ Ῥωμαίων νομιζομένης Ἰλλυρίδος εἶναι πρὸ μὲν Παιόνων Ῥαιτοὶ καὶ Νωρικοί, μετὰ Παίονας δὲ Μυσοὶ ἕως ἐπὶ τὸν Εὔξεινον Πόντον.
ローマ人がイリュリアの一部とみなしている残りの地域のうち、パイオニア人の手前にはライティア人とノリクム人があり、パイオニア人の先にはモエシア人が黒海にいたるまで居住している。
Ῥαιτοὺς μὲν οὖν καὶ Νωρικοὺς ἡγοῦμαι Γάιον Καίσαρα πολεμοῦντα Κελτοῖς ἐπιλαβεῖν, ἢ τὸν Σεβαστὸν χειρούμενον Παίονας·
ライティア人とノリクム人については、ガイウス・カエサルがケルト人と戦っていた際に併合したか、あるいはアウグストゥスがパイオニア人を征服した際に併合したと私は考えている。
ἐν μέσῳ γάρ εἰσιν ἀμφοτέρων, καὶ οὐδὲν ηὗρον ἴδιον ἐς Ῥαιτοὺς ἢ Νωρικοὺς γενόμενον·
なぜなら、彼らは両者の間に位置しており、ライティア人やノリクム人に特有の出来事を私は何も見出せなかったからである。
ὅθεν μοι δοκοῦσι τοῖς ἑτέροις τῶν γειτόνων συναλῶναι.
したがって、彼らは隣接するいずれかの部族と同時に征服されたのだと私には思われる。
§530Μυσοὺς δὲ Μᾶρκος μὲν Λεύκολλος, ὁ ἀδελφὸς Λικινίου Λευκόλλου τοῦ Μιθριδάτῃ πολεμήσαντος, κατέδραμε, καὶ ἐς τὸν ποταμὸν ἐμβαλών, ἔνθα εἰσὶν Ἑλληνίδες ἓξ πόλεις Μυσοῖς πάροικοι, Ἴστρος τε καὶ Διονυσόπολις καὶ Ὀδησσὸς καὶ Μεσημβρία, καὶ Καλλατίς, καὶ Ἀπολλωνία·
モエシア人に対しては、ミトリダテスと戦ったリキニウス・ルクッルスの兄弟であるマルクス・ルクッルスが侵攻し、川にまで進軍した。 そこにはモエシア人に隣接して、イストロス、ディオニュソポリス、オデッソス、メセンブリア、カッラティス、アポロニアという六つのギリシア都市があった。
ἐξ ἧς ἐς Ῥώμην μετήνεγκε τὸν μέγαν Ἀπόλλωνα τὸν ἀνακείμενον ἐν τῷ Παλατίῳ.
アポロニアから彼は、現在パラティウムに奉納されている巨大なアポロン像をローマに持ち帰った。
καὶ πλεῖον οὐδὲν ηὗρον ἐπὶ τῆς Ῥωμαίων δημοκρατίας ἐς Μυσοὺς γενόμενον, οὐδʼ ἐς φόρου ὑπαχθέντας οὐδʼ ἐπὶ τοῦ Σεβαστοῦ·
ローマの共和政期においてモエシア人に関してこれ以上のことが起きたことも、また彼らが貢納を課されたということも、私は他に見出すことができなかった。 アウグストゥスの時代においても同様であった。
ὑπήχθησαν δὲ ὑπὸ Τιβέριου τοῦ μετὰ τὸν Σεβαστὸν τοῖς Ῥωμαίοις αὐτοκράτορος γενομένου.
しかし、彼らはアウグストゥスの後にローマの皇帝となったティベリウスによって従属させられた。
ἀλλά μοι τὰ μὲν πρὸ ἁλώσεως Αἰγύπτου πάντα ὑπὸ νεύματι τοῦ δήμου γενόμενα ἐφʼ ἑαυτῶν συγγέγραπται, ἃ δὲ μετʼ Αἴγυπτον οἱ αὐτοκράτορες οἵδε ἐκρατύναντο ἢ προσέλαβον, ὡς ἴδια αὐτῶν ἔργα, μετὰ τὰ κοινὰ εἴρηται·
ところで、エジプト征服以前の、すべて民衆の意志によって行われた出来事は、私自身によって個別の巻に記述されているが、エジプト以後に皇帝たちが支配を固め、あるいは領土に加えた事績は、彼ら自身の独自の偉業として、共同の歴史の後に述べられている。
ἔνθα καὶ περὶ Μυσῶν ἐρῶ πλέονα.
そこにおいて、私はモエシア人についてもより詳しく語るであろう。
νῦν δʼ, ἐπεὶ τοὺς Μυσούς τε οἱ Ῥωμαῖοι τῆς Ἰλλυρίδος ἡγοῦνται, καὶ τὸ σύγγραμμά μοι τοῦτο Ἰλλυρικόν ἐστιν, ὡς ἂν εἴη τὸ σύγγραμμα ἐντελές, ἐδόκει προειπεῖν ὅτι καὶ Μυσοὺς Λεύκολλός τε τῷ δήμῳ στρατηγῶν ἐπέδραμε καὶ Τιβέριος εἷλε κατὰ τὴν μόναρχον ἐξουσίαν.
しかし今は、ローマ人がモエシア人もイリュリアの一部とみなしており、また私のこの叙述は『イリュリア戦記』であるため、この叙述を完全なものにするために、モエシア人に対しても、ルクッルスが民衆のために将軍として遠征し、ティベリウスが君主制の権力のもとで彼らを征服したということを、あらかじめ述べておくのがよいと考えた。