Humanitext Reader

阿庇安 · 伊利里亚战记 §528-530

达尔马提亚人的降服与伊利里亚全境的平定

第 10 段,共 10 段 · 希腊语

内容简介

恺撒征服达尔马提亚人并平定整个伊利里亚,获得元老院授予的凯旋式荣誉,随后简述了被视为伊利里亚一部分的莱提亚、诺里库姆和默西亚的征服历史。

§528νουμηνίᾳ δʼ ἔτους ἀρξάμενος ὑπατεύειν, καὶ τὴν ἀρχὴν αὐτῆς ἡμέρας παραδοὺς Αὐτρωνίῳ Παίτῳ, εὐθὺς ἐξέθορεν αὖθις ἐπὶ τοὺς Δαλμάτας, ἄρχων ἔτι τὴν τῶν τριῶν ἀρχήν· δύο γὰρ ἔλειπεν ἔτη τῇ δευτέρᾳ πενταετίᾳ τῆσδε τῆς ἀρχῆς, ἣν ἐπὶ τῇ προτέρᾳ σφίσιν αὐτοῖς ἐψηφίσαντο καὶ ὁ δῆμος ἐπεκεκυρώκει.
在一年的第一天开始担任执政官职务,但同日他便将该职位转交给了奥特罗尼乌斯·派图斯,随即再次出发征讨达尔马提亚人,此时他仍担任着三头政治的官职;因为在他们为自己追加表决并由公民大会批准的第二任五年期中,还剩下两年时间。
οἱ Δαλμάται δʼ ἤδη κάμνοντες ὑπὸ λιμοῦ, τῶν ἔξωθεν ἀγορῶν ἀποκεκλεισμένοι, ἐρχομένῳ τῷ Καίσαρι ὑπήντων καὶ σφᾶς παρέδοσαν σὺν ἱκετηρίᾳ, ὅμηρά τε δόντες ἑπτακοσίους παῖδας, οὓς καὶ ὁ Καῖσαρ ᾔτει, καὶ τὰ Ῥωμαϊκὰ σημεῖα τὰ Γαβινίου· τὸν δὲ φόρον τὸν ἀπὸ Γαΐου Καίσαρος ἐκλειφθέντα ἀποδώσειν ὑποστάντες, εὐπειθεῖς ἐς τὸ ἔπειτα ἐγένοντο.
达尔马提亚人因饱受饥饿折磨,加之外界补给路线被切断,便迎着走来的恺撒并携带着请愿物投降,交出了恺撒所要求的七百名孩子作为人质,并归还了加比尼乌斯的罗马军旗;在承诺补缴自盖乌斯·恺撒时代以来拖欠的税款后,他们此后便顺从了。
τὰ σημεῖα δὲ ὁ Καῖσαρ ἀπέθηκεν ἐν τῇ στοᾷ τῇ Ὀκταουία λεγομένῃ.
恺撒将这些军旗安置在被称为奥克塔维娅的柱廊中。
Δαλματῶν δʼ ἁλόντων καὶ Δερβανοὶ προσιόντα τὸν Καίσαρα συγγνώμην ᾔτουν σὺν ἱκετηρίᾳ, καὶ ὁμήρους ἔδοσαν, καὶ τοὺς ἐκλειφθέντας φόρους ὑπέστησαν ἀποδώσειν.
达尔马提亚人屈服后,德尔巴诺伊人也向走来的恺撒哀求宽恕并献上人质,且承诺补缴拖欠的税款。
τῶν δὲ οἷς μὲν ὁ Καῖσαρ ἐπλησίασε, καὶ ὁμήρους ἐπὶ ταῖς συνθήκαις ἔδοσαν· ὅσοις δʼ οὐκ ἐπλησίασε διὰ νόσον, οὔτʼ ἔδοσαν οὔτε συνέθεντο.
在其他部族中,恺撒亲自抵达的部族根据条约交出了人质;但因病恺撒未能前往的部族,则既未交出人质,也未缔结条约。
φαίνονται δὲ καὶ οἵδε ὕστερον ὑπαχθέντες.
然而,这些部族似乎也在后来被征服了。
οὕτω πᾶσαν ὁ Καῖσαρ τὴν Ἰλλυρίδα γῆν, ὅση τε ἀφειστήκει Ῥωμαίων, καὶ τὴν οὐ πρότερον ὑπακούσασαν αὐτοῖς, ἐκρατύνατο.
如此,恺撒平定了整个伊利里亚土地,包括反叛罗马的地区以及此前从未服从过罗马的地区。
καὶ αὐτῷ ἡ βουλὴ θρίαμβον Ἰλλυρικὸν ἔδωκε θριαμβεῦσαι, ὃν ἐθριάμβευσεν ὕστερον ἅμα τοῖς κατ Ἀντωνίου.
元老院授予他举行伊利里亚凯旋式的荣誉,他后来与针对安东尼的凯旋式一同举行了该仪式。
§529λοιποὶ δʼ εἰσὶ τῆς ὑπὸ Ῥωμαίων νομιζομένης Ἰλλυρίδος εἶναι πρὸ μὲν Παιόνων Ῥαιτοὶ καὶ Νωρικοί, μετὰ Παίονας δὲ Μυσοὶ ἕως ἐπὶ τὸν Εὔξεινον Πόντον.
在被罗马人认为是伊利里亚的其余部分中,在派奥尼亚人之前有莱提亚人和诺里库姆人,在派奥尼亚人之后则有默西亚人,直抵黑海。
Ῥαιτοὺς μὲν οὖν καὶ Νωρικοὺς ἡγοῦμαι Γάιον Καίσαρα πολεμοῦντα Κελτοῖς ἐπιλαβεῖν, ἢ τὸν Σεβαστὸν χειρούμενον Παίονας· ἐν μέσῳ γάρ εἰσιν ἀμφοτέρων, καὶ οὐδὲν ηὗρον ἴδιον ἐς Ῥαιτοὺς ἢ Νωρικοὺς γενόμενον· ὅθεν μοι δοκοῦσι τοῖς ἑτέροις τῶν γειτόνων συναλῶναι.
因此,我认为莱提亚人和诺里库姆人是在盖乌斯·恺撒征讨凯尔特人时并吞的,或者是奥古斯都在征服派奥尼亚人时并吞的;因为他们介于两者之间,且我没有发现关于莱提亚人或诺里库姆人的任何独特记录;因此他们在我看来是与邻国之一一同被并吞的。
§530Μυσοὺς δὲ Μᾶρκος μὲν Λεύκολλος, ὁ ἀδελφὸς Λικινίου Λευκόλλου τοῦ Μιθριδάτῃ πολεμήσαντος, κατέδραμε, καὶ ἐς τὸν ποταμὸν ἐμβαλών, ἔνθα εἰσὶν Ἑλληνίδες ἓξ πόλεις Μυσοῖς πάροικοι, Ἴστρος τε καὶ Διονυσόπολις καὶ Ὀδησσὸς καὶ Μεσημβρία, καὶ Καλλατίς, καὶ Ἀπολλωνία· ἐξ ἧς ἐς Ῥώμην μετήνεγκε τὸν μέγαν Ἀπόλλωνα τὸν ἀνακείμενον ἐν τῷ Παλατίῳ.
至于默西亚人,曾与米特里达梯作战的利基尼乌斯·卢库鲁斯的兄弟马尔库斯·卢库鲁斯侵入了他们的领土,并推进到了大河,那里有六个与默西亚人相邻的希腊城市,即伊斯特罗斯、迪奥尼索波利斯、奥德索斯、梅森布里亚、卡拉蒂斯和阿波罗尼亚;他从阿波罗尼亚将如今供奉在帕拉蒂乌姆的巨大阿波罗神像运到了罗马。
καὶ πλεῖον οὐδὲν ηὗρον ἐπὶ τῆς Ῥωμαίων δημοκρατίας ἐς Μυσοὺς γενόμενον, οὐδʼ ἐς φόρου ὑπαχθέντας οὐδʼ ἐπὶ τοῦ Σεβαστοῦ· ὑπήχθησαν δὲ ὑπὸ Τιβέριου τοῦ μετὰ τὸν Σεβαστὸν τοῖς Ῥωμαίοις αὐτοκράτορος γενομένου.
在罗马共和国时期,我没有发现关于默西亚人发生过更多的事情,他们也未被课税,即使在奥古斯都时代也是如此;但他们被奥古斯都之后的罗马皇帝提比略所征服。
ἀλλά μοι τὰ μὲν πρὸ ἁλώσεως Αἰγύπτου πάντα ὑπὸ νεύματι τοῦ δήμου γενόμενα ἐφʼ ἑαυτῶν συγγέγραπται, ἃ δὲ μετʼ Αἴγυπτον οἱ αὐτοκράτορες οἵδε ἐκρατύναντο ἢ προσέλαβον, ὡς ἴδια αὐτῶν ἔργα, μετὰ τὰ κοινὰ εἴρηται· ἔνθα καὶ περὶ Μυσῶν ἐρῶ πλέονα.
然而,对我而言,在埃及被占领之前、完全在公民大会意志下发生的所有事情都已由我自己独立撰写,而这些皇帝在埃及之后所巩固或增加的功绩,则作为他们个人的伟业在公共历史之后被述及;在后续内容中我也会更详尽地谈到默西亚人。
νῦν δʼ, ἐπεὶ τοὺς Μυσούς τε οἱ Ῥωμαῖοι τῆς Ἰλλυρίδος ἡγοῦνται, καὶ τὸ σύγγραμμά μοι τοῦτο Ἰλλυρικόν ἐστιν, ὡς ἂν εἴη τὸ σύγγραμμα ἐντελές, ἐδόκει προειπεῖν ὅτι καὶ Μυσοὺς Λεύκολλός τε τῷ δήμῳ στρατηγῶν ἐπέδραμε καὶ Τιβέριος εἷλε κατὰ τὴν μόναρχον ἐξουσίαν.
但现在,既然罗马人也把默西亚人视为伊利里亚的一部分,且我的这部著作为《伊利里亚战记》,为了使本著作完整,我认为有必要预先说明:卢库鲁斯曾作为公民大会的将军远征默西亚人,而提比略则在君主权力下征服了他们。

词汇与语法注释

  1. §528ἄρχων ἔτι τὴν τῶν τριῶν ἀρχήν — 该词组 τὴν ... ἀρχήν 是与不及物分词 ἄρχων(“统治”、“执政”)相结合的同族宾格(cognate accusative),整句意为“仍担任着三头政治的官职”。
  2. §528δύο γὰρ ἔλειπεν ἔτη — 动词 ἔλειπεν 在此作不及物动词用,意为“剩下”或“残留”。其主语是复数名词 δύο ἔτη(两年),此处使用了单数动词形式。
  3. §528τῶν δὲ οἷς μὲν ... ὅσοις δʼ — 代词 τῶν δὲ 是部分属格(表示整体的属格),置于句首以指代其余部族的全员,随后被引入的两个对比性关系从句 οἷς μὲν 和 ὅσοις δʼ 所细分。
  4. §529τῆς ὑπὸ Ῥωμαίων νομιζομένης Ἰλλυρίδος εἶναι — 属格 τῆς ... Ἰλλυρίδος 是修饰 λοιποὶ(剩余的部分)的部分属格。不定式 εἶναι 作为分词 νομιζομένης(被认为)的补足语,整句意为“在被罗马人认为是伊利里亚的其余部分中”。
  5. §530ἀλλά μοι τὰ μὲν πρὸ ἁλώσεως Αἰγύπτου — 代词 μοι 是关系与格(dative of reference)或作者主体与格,表示作者个人的视点或撰述计划,意为“对我而言”或“在我的写作规划中”。

引用这一段

阿庇安, 伊利里亚战记 §528-530. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg012.humanitext-grc2:528-530

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。