§528νουμηνίᾳ δʼ ἔτους ἀρξάμενος ὑπατεύειν, καὶ τὴν ἀρχὴν αὐτῆς ἡμέρας παραδοὺς Αὐτρωνίῳ Παίτῳ, εὐθὺς ἐξέθορεν αὖθις ἐπὶ τοὺς Δαλμάτας, ἄρχων ἔτι τὴν τῶν τριῶν ἀρχήν· δύο γὰρ ἔλειπεν ἔτη τῇ δευτέρᾳ πενταετίᾳ τῆσδε τῆς ἀρχῆς, ἣν ἐπὶ τῇ προτέρᾳ σφίσιν αὐτοῖς ἐψηφίσαντο καὶ ὁ δῆμος ἐπεκεκυρώκει.
Having entered upon his consulship on the first day of the year, and having handed over the office on the very same day to Autronius Paetus, he immediately hastened back against the Dalmatians, still exercising the office of the triumvirate; for two years remained of the second five-year period of this office, which they had voted for themselves in addition to the former period, and which the people had ratified.
οἱ Δαλμάται δʼ ἤδη κάμνοντες ὑπὸ λιμοῦ, τῶν ἔξωθεν ἀγορῶν ἀποκεκλεισμένοι, ἐρχομένῳ τῷ Καίσαρι ὑπήντων καὶ σφᾶς παρέδοσαν σὺν ἱκετηρίᾳ, ὅμηρά τε δόντες ἑπτακοσίους παῖδας, οὓς καὶ ὁ Καῖσαρ ᾔτει, καὶ τὰ Ῥωμαϊκὰ σημεῖα τὰ Γαβινίου· τὸν δὲ φόρον τὸν ἀπὸ Γαΐου Καίσαρος ἐκλειφθέντα ἀποδώσειν ὑποστάντες, εὐπειθεῖς ἐς τὸ ἔπειτα ἐγένοντο.
The Dalmatians, already suffering from famine and cut off from outside supplies, met Caesar as he approached and surrendered themselves with supplication, giving as hostages seven hundred children, whom Caesar also demanded, and returning the Roman standards of Gabinius; and having promised to pay the tribute that had been neglected since the time of Gaius Caesar, they became submissive for the future.
τὰ σημεῖα δὲ ὁ Καῖσαρ ἀπέθηκεν ἐν τῇ στοᾷ τῇ Ὀκταουία λεγομένῃ.
Caesar deposited these standards in the portico called Octavia.
Δαλματῶν δʼ ἁλόντων καὶ Δερβανοὶ προσιόντα τὸν Καίσαρα συγγνώμην ᾔτουν σὺν ἱκετηρίᾳ, καὶ ὁμήρους ἔδοσαν, καὶ τοὺς ἐκλειφθέντας φόρους ὑπέστησαν ἀποδώσειν.
When the Dalmatians were subdued, the Derbanoi also met the approaching Caesar, begging for pardon with supplication, gave hostages, and promised to pay the neglected tribute.
τῶν δὲ οἷς μὲν ὁ Καῖσαρ ἐπλησίασε, καὶ ὁμήρους ἐπὶ ταῖς συνθήκαις ἔδοσαν· ὅσοις δʼ οὐκ ἐπλησίασε διὰ νόσον, οὔτʼ ἔδοσαν οὔτε συνέθεντο.
Among the others, those whom Caesar approached gave hostages upon the treaty; but those whom he did not approach because of illness neither gave them nor made treaties.
φαίνονται δὲ καὶ οἵδε ὕστερον ὑπαχθέντες.
It appears, however, that these too were later subdued.
οὕτω πᾶσαν ὁ Καῖσαρ τὴν Ἰλλυρίδα γῆν, ὅση τε ἀφειστήκει Ῥωμαίων, καὶ τὴν οὐ πρότερον ὑπακούσασαν αὐτοῖς, ἐκρατύνατο.
Thus Caesar pacified the whole Illyrian land, both that which had revolted from the Romans and that which had not previously obeyed them.
καὶ αὐτῷ ἡ βουλὴ θρίαμβον Ἰλλυρικὸν ἔδωκε θριαμβεῦσαι, ὃν ἐθριάμβευσεν ὕστερον ἅμα τοῖς κατ Ἀντωνίου.
And the Senate granted him the honor of an Illyrian triumph, which he celebrated later together with his triumphs over Antony.
§529λοιποὶ δʼ εἰσὶ τῆς ὑπὸ Ῥωμαίων νομιζομένης Ἰλλυρίδος εἶναι πρὸ μὲν Παιόνων Ῥαιτοὶ καὶ Νωρικοί, μετὰ Παίονας δὲ Μυσοὶ ἕως ἐπὶ τὸν Εὔξεινον Πόντον.
The remaining parts of what is considered by the Romans to be Illyria are, before the Paeonians, the Raetians and Noricans, and after the Paeonians, the Moesians as far as the Euxine Sea.
Ῥαιτοὺς μὲν οὖν καὶ Νωρικοὺς ἡγοῦμαι Γάιον Καίσαρα πολεμοῦντα Κελτοῖς ἐπιλαβεῖν, ἢ τὸν Σεβαστὸν χειρούμενον Παίονας· ἐν μέσῳ γάρ εἰσιν ἀμφοτέρων, καὶ οὐδὲν ηὗρον ἴδιον ἐς Ῥαιτοὺς ἢ Νωρικοὺς γενόμενον· ὅθεν μοι δοκοῦσι τοῖς ἑτέροις τῶν γειτόνων συναλῶναι.
As for the Raetians and Noricans, I believe that Gaius Caesar annexed them when he was fighting the Celts, or Augustus when he was subduing the Paeonians; for they are in the midst of both, and I found nothing recorded specifically concerning the Raetians or Noricans; wherefore they seem to me to have been conquered along with one or the other of their neighbors.
§530Μυσοὺς δὲ Μᾶρκος μὲν Λεύκολλος, ὁ ἀδελφὸς Λικινίου Λευκόλλου τοῦ Μιθριδάτῃ πολεμήσαντος, κατέδραμε, καὶ ἐς τὸν ποταμὸν ἐμβαλών, ἔνθα εἰσὶν Ἑλληνίδες ἓξ πόλεις Μυσοῖς πάροικοι, Ἴστρος τε καὶ Διονυσόπολις καὶ Ὀδησσὸς καὶ Μεσημβρία, καὶ Καλλατίς, καὶ Ἀπολλωνία· ἐξ ἧς ἐς Ῥώμην μετήνεγκε τὸν μέγαν Ἀπόλλωνα τὸν ἀνακείμενον ἐν τῷ Παλατίῳ.
As for the Moesians, Marcus Lucullus, the brother of Licinius Lucullus who fought against Mithridates, invaded them, and advancing to the river where there are six Greek cities neighboring the Moesians, namely Istros, Dionysopolis, Odessos, Mesembria, Callatis, and Apollonia; from which he carried to Rome the great statue of Apollo which is dedicated in the Palatium.
καὶ πλεῖον οὐδὲν ηὗρον ἐπὶ τῆς Ῥωμαίων δημοκρατίας ἐς Μυσοὺς γενόμενον, οὐδʼ ἐς φόρου ὑπαχθέντας οὐδʼ ἐπὶ τοῦ Σεβαστοῦ· ὑπήχθησαν δὲ ὑπὸ Τιβέριου τοῦ μετὰ τὸν Σεβαστὸν τοῖς Ῥωμαίοις αὐτοκράτορος γενομένου.
And I found nothing more done concerning the Moesians under the Roman republic, nor were they subjected to tribute, not even in the time of Augustus; but they were subdued by Tiberius, who became emperor of the Romans after Augustus.
ἀλλά μοι τὰ μὲν πρὸ ἁλώσεως Αἰγύπτου πάντα ὑπὸ νεύματι τοῦ δήμου γενόμενα ἐφʼ ἑαυτῶν συγγέγραπται, ἃ δὲ μετʼ Αἴγυπτον οἱ αὐτοκράτορες οἵδε ἐκρατύναντο ἢ προσέλαβον, ὡς ἴδια αὐτῶν ἔργα, μετὰ τὰ κοινὰ εἴρηται· ἔνθα καὶ περὶ Μυσῶν ἐρῶ πλέονα.
But for my part, all events before the conquest of Egypt, which occurred under the will of the people, have been written by themselves, whereas those territories which these emperors secured or acquired after Egypt have been told after the public history as their own individual works; where I shall also speak more about the Moesians.
νῦν δʼ, ἐπεὶ τοὺς Μυσούς τε οἱ Ῥωμαῖοι τῆς Ἰλλυρίδος ἡγοῦνται, καὶ τὸ σύγγραμμά μοι τοῦτο Ἰλλυρικόν ἐστιν, ὡς ἂν εἴη τὸ σύγγραμμα ἐντελές, ἐδόκει προειπεῖν ὅτι καὶ Μυσοὺς Λεύκολλός τε τῷ δήμῳ στρατηγῶν ἐπέδραμε καὶ Τιβέριος εἷλε κατὰ τὴν μόναρχον ἐξουσίαν.
But for the present, since the Romans consider the Moesians also to be part of Illyria, and this work of mine is the Illyrian history, in order that the work might be complete, it seemed best to state beforehand that Lucullus as a general for the people invaded the Moesians, and Tiberius conquered them under the monarchical power.