§XII"ὅτι μετὰ τὴν νίκην ὁ Περσεύς, εἴτʼ ἐπιγελῶν Κράσσῳ καὶ τωθάζων αὐτόν, εἴτʼ ἀποπειρώμενος ὅπως ἔτι φρονήματος ἔχοι, εἴτε τὴν Ῥωμαίων δύναμίν τε καὶ παρασκευὴν ὑφορώμενος, εἴθʼ ἑτέρῳ τῳ λογισμῷ, προσέπεμπεν αὐτῷ περὶ διαλλαγῶν, καὶ πολλὰ δώσειν ὑπισχνεῖτο ὧν ὁ πατὴρ Φίλιππος οὐ συνεχώρει·
勝利の後、ペルセウスは、クラッススを嘲笑し愚弄するためであったのか、それとも彼がまだどれほどの誇りを保っているか試すためであったのか、あるいはローマ人の力と軍備を警戒してのことであったのか、はたまた他の何らかの考えによるものであったのか、彼のもとに和平交渉のための使節を送り、父フィリッポスが同意しなかった多くのものを与えることを約束した。
ᾧ καὶ μᾶλλον ὕποπτος ἦν ἐπιγελῶν καὶ πειρώμενος.
このため、彼は嘲笑し試しているのだとますます疑われた。
ὁ δὲ Περσεῖ μὲν ἀπεκρίνατο Ῥωμαίων ἀξίας οὐκ εἶναι διαλύσεις αὐτῷ, εἰ μὴ καὶ Μακεδόνας καὶ ἑαυτὸν ἐπιτρέψειε Ῥωμαίοις·
しかしクラッススはペルセウスに対し、彼がマケドニア人と自身をローマ人に委ねない限り、ローマ人にふさわしい講和は彼にあり得ないと回答した。
αἰδούμενος δʼ ὅτι Ῥωμαῖοι τῆς ἥττης κατῆρξαν, ἐκκλησίαν συναγαγὼν Θεσσαλοῖς μὲν ἐμαρτύρησεν ὡς ἀνδράσιν ἀγαθοῖς περὶ τὴν συμφορὰν γενομένοις, Αἰτωλῶν δὲ καὶ ἑτέρων Ἑλλήνων κατεψεύσατο ὡς πρώτων τραπέντων.
また、ローマ人が敗北の口火を切ったことを恥じたクラッススは、民会を招集して、テッサリア人に対しては災厄に際して勇敢に戦ったと称賛したものの、アイトリア人や他のギリシア人に対しては、彼らが真っ先に敗走したと嘘の非難を浴びせた。
καὶ τούτους ἐς Ῥώμην ἔπεμψεν. "
そして、これらをローマへと送った。
§XIII"τὸ δὲ λοιπὸν τοῦ θέρους ἀμφότεροι περὶ σιτολογίαν ἐγίγνοντο, Περσεὺς μὲν ἐν τοῖς πεδίοις ἁλωνευόμενος, Ῥωμαῖοι δὲ ἐν τῷ στρατοπέδῳ. "
夏の残りの期間、両者は食糧調達に従事し、ペルセウスは平野で脱穀を行い、ローマ人は陣営でそれを行った。
§XIV"ὃς δὲ πρῶτος ἐξῆρχε τοῦ πόνου, ἑξηκοντούτης ὢν καὶ βαρὺς τὸ σῶμα καὶ πιμελής. "
そして、その労苦の先頭に立っていたのは、六十代で体が重く肥満した男であった。
§XV"τότε δὲ ἔθει τις δρόμῳ δηλώσων τῷ Περσεῖ λουομένῳ καὶ τὸ σῶμα ἀναλαμβάνοντι.
その時、誰かが走ってきて、入浴し体を休めていたペルセウスに知らせようとした。
ὁ δὲ ἐξήλατο τοῦ ὕδατος βοῶν ὅτι ἑαλώκοι πρὸ τῆς μάχης. "
彼は水から飛び出し、戦いの前に自分は破れたと叫んだ。
§XVI"ὅτι Περσεὺς ἀναθαρρῶν ἤδη κατʼ ὀλίγον μετὰ τὴν φυγήν, Νικίαν καὶ Ἀνδρόνικον, οὓς ἐπὶ τὸν καταποντισμὸν τῶν χρημάτων καὶ τὸν ἐμπρησμὸν τῶν νεῶν ἐπεπόμφει, περιποιήσας αὑτῷ καὶ τὰς ναῦς καὶ τὰ χρήματα, συνίστορας ἡγούμενος αἰσχροῦ φόβου καὶ ἑτέροις ἐξαγγελεῖν, ἀπέκτεινεν ἀθεμίστως, καὶ ἀπὸ τοῦδε εὐθὺς ἐκ μεταβολῆς ὠμὸς καὶ εὐχερὴς ἐς ἅπαντας ἐγένετο, καὶ οὐδὲν ὑγιὲς οὐδʼ εὔβουλόν οἱ ἔτι ἦν, ἀλλʼ ὁ πιθανώτατος ἐς εὐβουλίαν καὶ λογίσασθαι δεξιὸς καὶ εὐτολμότατος ἐς μάχας, ὅσα γε μὴ σφάλλοιτο διʼ ἀπειρίαν, ἀθρόως τότε καὶ παραλόγως ἐς δειλίαν καὶ ἀλογιστίαν ἐτράπετο, καὶ ταχὺς καὶ εὐμετάθετος ἄφνω καὶ σκαιὸς ἐς πάντα ἐγένετο, ἀρχομένης αὐτὸν ἐπιλείπειν τῆς τύχης.
逃亡の後、すでに少しずつ勇気を取り戻していたペルセウスは、財宝の海中への投棄と船の放火のために派遣していたニキアスとアンドロニコス(実際にはペルセウス自身が船も財宝も手元に確保していたのだが)を、自らの不名誉な恐れの共同の証人であり他者にも漏らすだろうと考えて、不当に殺害した。 これ以降、彼は一転して直ちにすべての人に対して冷酷かつ不実になり、彼にはもはや健全な考えも思慮深い考えも全く失われてしまった。 むしろ、思慮深さにおいて最も説得力があり、思索に長け、実戦においても、経験不足による過ちを除けば極めて勇敢であった男が、その時には一転して、不条理にも臆病と無分別へと向かい、運命が彼を見捨て始めると、突如としてあらゆることに対して性急で移り気で不器用になった。
ὅπερ ἔστι πολλοὺς ἰδεῖν, μεταβολῆς προσιούσης ἀλογωτέρους γιγνομένους ἑαυτῶν. "
これは、没落が近づくにつれて、多くの人々が自分自身を見失い、理性を失っていくのによく見られることである。
§XVII"ὅτι Ῥόδιοι πρέσβεις ἐς Μάρκιον ἔπεμψαν, συνηδόμενοι τῶν γεγονότων [Περσεῖ].
ロードス人の使節たちが、[ペルセウスに]起きた出来事を祝うためにマルキウスのもとに派遣された。
ὁ δὲ Μάρκιος τοὺς πρέσβεις ἐδίδασκε Ῥοδίους πεῖσαι πέμψαντας ἐς Ῥώμην διαλῦσαι τὸν πόλεμον Ῥωμαίοις τε καὶ Περσεῖ.
しかしマルキウスは使節たちに対し、ローマとペルセウスとの間の戦争を調停するためにローマに使節を送るようロードス人を説得せよと教示した。
καὶ Ῥόδιοι πυθόμενοι μετέπιπτον ὡς οὐ φαύλως ἔχοντος τοῦ Περσέως·
ロードス人はこれを聞くと、ペルセウスの状況が悪くないのだと考えて態度を翻した。
οὐ γὰρ εἴκαζον ἄνευ Ῥωμαίων ταῦτα Μάρκιον ἐπισκήπτειν.
というのも、マルキウスがローマ人の意向なしにこのようなことを勧めるはずがないと考えたからである。
ὁ δʼ ἀφʼ ἑαυτοῦ καὶ τάδε καὶ ἕτερα πολλὰ διʼ ἀτολμίαν ἔπραττεν.
しかし、彼は臆病さから、自らの判断でこれや他の多くのことを行っていたのである。
Ῥόδιοι μὲν οὖν καὶ ὣς πρέσβεις ἔπεμπον ἐς Ῥώμην, καὶ ἑτέρους πρὸς Μάρκιον. "
そこでロードス人はともかくローマへと使節を送り、また別の使節をマルキウスのもとへも送った。