Humanitext Reader

阿庇安 · 马其顿篇 §XII-XVII

斐尔修斯的求和与罗得斯人的调停

第 8 段,共 9 段 · 希腊语

内容简介

斐尔修斯在获胜后尝试求和,但遭到克拉苏拒绝;随后在逃亡的恐慌中他杀害了部下并丧失理智。罗得斯人误判了罗马的意图,派遣使节进行调停。

§XII"ὅτι μετὰ τὴν νίκην ὁ Περσεύς, εἴτʼ ἐπιγελῶν Κράσσῳ καὶ τωθάζων αὐτόν, εἴτʼ ἀποπειρώμενος ὅπως ἔτι φρονήματος ἔχοι, εἴτε τὴν Ῥωμαίων δύναμίν τε καὶ παρασκευὴν ὑφορώμενος, εἴθʼ ἑτέρῳ τῳ λογισμῷ, προσέπεμπεν αὐτῷ περὶ διαλλαγῶν, καὶ πολλὰ δώσειν ὑπισχνεῖτο ὧν ὁ πατὴρ Φίλιππος οὐ συνεχώρει· ᾧ καὶ μᾶλλον ὕποπτος ἦν ἐπιγελῶν καὶ πειρώμενος.
在胜利之后,斐尔修斯——无论是为了嘲笑和愚弄克拉苏,还是为了试探他还有多少傲骨,或者是对罗马人的力量和防备怀有戒心,抑或是出于其他某种考量——派人去向他商讨和解,并承诺给予许多其父菲利普曾不同意给予的东西;这使他更加被怀疑是在嘲笑和试探。
ὁ δὲ Περσεῖ μὲν ἀπεκρίνατο Ῥωμαίων ἀξίας οὐκ εἶναι διαλύσεις αὐτῷ, εἰ μὴ καὶ Μακεδόνας καὶ ἑαυτὸν ἐπιτρέψειε Ῥωμαίοις·
克拉苏则对斐尔修斯回答说,除非他将马其顿人和自己都交托给罗马人,否则不会有任何配得上罗马人的和解。
αἰδούμενος δʼ ὅτι Ῥωμαῖοι τῆς ἥττης κατῆρξαν, ἐκκλησίαν συναγαγὼν Θεσσαλοῖς μὲν ἐμαρτύρησεν ὡς ἀνδράσιν ἀγαθοῖς περὶ τὴν συμφορὰν γενομένοις, Αἰτωλῶν δὲ καὶ ἑτέρων Ἑλλήνων κατεψεύσατο ὡς πρώτων τραπέντων.
克拉苏因罗马人首尝败绩而感到羞耻,于是召集了大会,向萨利人作证称他们在灾难中表现得像勇士,却诬称埃托利亚人和其他希腊人是最先逃跑的。
καὶ τούτους ἐς Ῥώμην ἔπεμψεν. "
并把后者送往了罗马。
§XIII"τὸ δὲ λοιπὸν τοῦ θέρους ἀμφότεροι περὶ σιτολογίαν ἐγίγνοντο, Περσεὺς μὲν ἐν τοῖς πεδίοις ἁλωνευόμενος, Ῥωμαῖοι δὲ ἐν τῷ στρατοπέδῳ. "
在夏天的其余时间里,双方都致力于收集粮食,斐尔修斯在平原上脱粒,而罗马人则在营地里进行。
§XIV"ὃς δὲ πρῶτος ἐξῆρχε τοῦ πόνου, ἑξηκοντούτης ὢν καὶ βαρὺς τὸ σῶμα καὶ πιμελής. "
而那个首先带头劳作的人,年已六十,身体沉重而肥胖。
§XV"τότε δὲ ἔθει τις δρόμῳ δηλώσων τῷ Περσεῖ λουομένῳ καὶ τὸ σῶμα ἀναλαμβάνοντι.
那时,有人奔跑而来,向正在沐浴和休养身体的斐尔修斯报告。
ὁ δὲ ἐξήλατο τοῦ ὕδατος βοῶν ὅτι ἑαλώκοι πρὸ τῆς μάχης. "
他从水中跳了出来,大喊着自己在战斗前就已经被俘了。
§XVI"ὅτι Περσεὺς ἀναθαρρῶν ἤδη κατʼ ὀλίγον μετὰ τὴν φυγήν, Νικίαν καὶ Ἀνδρόνικον, οὓς ἐπὶ τὸν καταποντισμὸν τῶν χρημάτων καὶ τὸν ἐμπρησμὸν τῶν νεῶν ἐπεπόμφει, περιποιήσας αὑτῷ καὶ τὰς ναῦς καὶ τὰ χρήματα, συνίστορας ἡγούμενος αἰσχροῦ φόβου καὶ ἑτέροις ἐξαγγελεῖν, ἀπέκτεινεν ἀθεμίστως, καὶ ἀπὸ τοῦδε εὐθὺς ἐκ μεταβολῆς ὠμὸς καὶ εὐχερὴς ἐς ἅπαντας ἐγένετο, καὶ οὐδὲν ὑγιὲς οὐδʼ εὔβουλόν οἱ ἔτι ἦν, ἀλλʼ ὁ πιθανώτατος ἐς εὐβουλίαν καὶ λογίσασθαι δεξιὸς καὶ εὐτολμότατος ἐς μάχας, ὅσα γε μὴ σφάλλοιτο διʼ ἀπειρίαν, ἀθρόως τότε καὶ παραλόγως ἐς δειλίαν καὶ ἀλογιστίαν ἐτράπετο, καὶ ταχὺς καὶ εὐμετάθετος ἄφνω καὶ σκαιὸς ἐς πάντα ἐγένετο, ἀρχομένης αὐτὸν ἐπιλείπειν τῆς τύχης.
斐尔修斯在逃亡后,已经逐渐恢复了些许勇气,他将自己派去投弃财宝和焚烧船只的尼基亚斯和安德罗尼科斯非法杀害,尽管他实际上已为自己保留了船只和财宝。 这是因为他认为他们是他可耻恐惧的知情者,并且会向他人透露。 从此,他突然转变,对所有人变得残酷且不择手段,他不再有任何健全或明智的想法。 相反,这个曾最善于劝谏、精于思考、在战斗中(只要不因缺乏经验而失败)最为英勇的人,当时却突然且违背常理地转向了胆怯和愚蠢,随着运气开始抛弃他,他突然在所有事情上都变得急躁、易变和笨拙。
ὅπερ ἔστι πολλοὺς ἰδεῖν, μεταβολῆς προσιούσης ἀλογωτέρους γιγνομένους ἑαυτῶν. "
这在许多人身上都可以看到,当命运的转变临近时,他们会变得不如平时的自己理智。
§XVII"ὅτι Ῥόδιοι πρέσβεις ἐς Μάρκιον ἔπεμψαν, συνηδόμενοι τῶν γεγονότων [Περσεῖ].
罗得斯的使节们被派往马尔基乌斯处,为[斐尔修斯]发生的事情表示祝贺。
ὁ δὲ Μάρκιος τοὺς πρέσβεις ἐδίδασκε Ῥοδίους πεῖσαι πέμψαντας ἐς Ῥώμην διαλῦσαι τὸν πόλεμον Ῥωμαίοις τε καὶ Περσεῖ.
但马尔基乌斯指导使节们去说服罗得斯人派人去罗马,为罗马人和斐尔修斯调停战争。
καὶ Ῥόδιοι πυθόμενοι μετέπιπτον ὡς οὐ φαύλως ἔχοντος τοῦ Περσέως· οὐ γὰρ εἴκαζον ἄνευ Ῥωμαίων ταῦτα Μάρκιον ἐπισκήπτειν.
罗得斯人得知后改变了态度,认为斐尔修斯的处境并不坏;因为他们认为马尔基乌斯在没有罗马人授权的情况下不会提出这样的要求。
ὁ δʼ ἀφʼ ἑαυτοῦ καὶ τάδε καὶ ἕτερα πολλὰ διʼ ἀτολμίαν ἔπραττεν.
但他完全是出于胆怯,凭着自己的决定做了这件事和许多其他事。
Ῥόδιοι μὲν οὖν καὶ ὣς πρέσβεις ἔπεμπον ἐς Ῥώμην, καὶ ἑτέρους πρὸς Μάρκιον. "
因此,罗得斯人无论如何还是向罗马派遣了使节,并向马尔基乌斯派遣了另外的使节。

词汇与语法注释

  1. §XIIὅπως ἔτι φρονήματος ἔχοι — 由 `ὅπως` 引导的间接疑问句,结合了 “`ἔχω` + 属格” 表示状态的结构,其中 `φρονήματος` 为属格,意为“气概、尊严”。整体意为“他仍然保有怎样的(多少)气概”。
  2. §XIIὧν ὁ πατὴρ Φίλιππος οὐ συνεχώρει — 关系代词 `ὧν` 的先行词是前面的 `πολλά`(许多事物),因受动词 `συνεχώρει`(同意、让步,通常要求属格)的作用而吸引为属格(即关系代词的格吸引现象)。
  3. §XIVὃς δὲ — 关系代词 `ὅς` 在句首与连词 `δέ` 连用,起到了指示代词的作用(意为“而他……”)。
  4. §XVIπεριποιήσας αὑτῷ καὶ τὰς ναῦς καὶ τὰ χρήματα — 主动不定过去时分词 `περιποιήσας` 在此处带有所谓的中动语态含义(“为自己保留、确保”),表明斐尔修斯亲自将船只和财宝留在了自己手中。
  5. §XVIIσυνηδόμενοι τῶν γεγονότων [Περσεῖ] — 动词 `συνήδομαι`(祝贺、共同高兴)通常要求与格,但此处与属格 `τῶν γεγονότων`(发生的事情)连用。`[Περσεῖ]` 可能是后人添加的附标,用以指明发生在斐尔修斯身上的(胜利)事件。

引用这一段

阿庇安, 马其顿篇 §XII-XVII. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg011.humanitext-grc2:XII-XVII

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。