Humanitext Reader

アッピアノス · マケドニア事件 §XI#1

エウメネスによる告発と元老院の開戦決意

6 / 9 箇所 · ギリシア語

要旨

ペルガモン王エウメネスはローマ元老院でペルセウスを激しく非難し、ローマはマケドニアとの開戦を決意するが、ペルセウスの使節は条約の尊重を訴えて抗議する。

§XI#1"ὅτι Ῥωμαῖοι ταχέως αὐξανόμενον τὸν Περσέα ὑφεωρῶντο·
ローマ人たちが、急速に台頭するペルセウスを警戒していたこと。
καὶ μάλιστα αὐτοὺς ἠρέθιζεν ἡ τῶν Ἑλλήνων φιλία καὶ γειτνίασις, οἷς ἔχθος ἐς Ῥωμαίους ἐπεποιήκεσαν οἱ Ῥωμαίων στρατηγοί.
そして、ギリシア人たちとの友好関係および近隣関係が、とりわけ彼らを刺激していた。 そのギリシア人たちに対して、ローマの将軍たちはローマ人への敵意を抱かせていたのである。
ὡς δὲ καὶ οἱ πρέσβεις οἱ ἐς Βαστέρνας ἀπεσταλμένοι τὴν Μακεδονίαν ἔφασκον ἰδεῖν ἀσφαλῶς ὠχυρωμένην καὶ παρασκευὴν ἱκανὴν καὶ νεότητα γεγυμνασμένην, Ῥωμαίους καὶ τάδε διετάρασσεν.
また、バスタルナエ人のもとに派遣されていた使節たちが、マケドニアが強固に要塞化され、十分な軍備と訓練された若者たちがいるのを見たと報告したことも、ローマ人を動揺させた。
αἰσθόμενος δʼ ὁ Περσεὺς ἑτέρους ἔπεμπε πρέσβεις, τὴν ὑπόνοιαν ἐκλύων.
ペルセウスはこれを察知し、疑念を解くために別の使節たちを派遣した。
ἐν δὲ τούτῳ καὶ Εὐμένης ὁ τῆς περὶ τὸ Πέργαμον Ἀσίας βασιλεύς, ἀπὸ τῆς πρὸς Φίλιππον ἔχθρας δεδιὼς Περσέα ἧκεν ἐς Ῥώμην, καὶ κατηγόρει φανερῶς αὐτοῦ, παρελθὼν ἐς τὸ βουλευτήριον, ὅτι Ῥωμαίοις δυσμενὴς γένοιτο ἀεί, καὶ τὸν ἀδελφὸν οἰκείως ἐς αὐτοὺς ἔχοντα ἀνέλοι, καὶ Φιλίππῳ τε παρασκευὴν τοσήνδε κατʼ αὐτῶν συναγαγόντι συμπράξειε, καὶ βασιλεὺς γενόμενος οὐδὲν ἐκλύσειεν αὐτῆς ἀλλὰ καὶ προσεξεργάσαιτο ἕτερα, καὶ τὴν Ἑλλάδα ἀμέτρως θεραπεύοι, Βυζαντίοις τε καὶ Αἰτωλοῖς καὶ Βοιωτοῖς συμμαχήσας, καὶ Θρᾴκην κατακτῷτο, μέγα ὁρμητήριον, καὶ Θετταλοὺς καὶ Περραιβοὺς διαστασιάσειε βουλομένους τι πρεσβεῦσαι πρὸς ὑμᾶς.
その間に、ペルガモン周辺のアジアの王エウメネスも、フィリッポスに対する敵意からペルセウスを恐れてローマにやって来た。 彼は元老院に現れてペルセウスを公然と非難し、彼が常にローマ人に敵対的であり、ローマ人に親しみを感じていた弟を殺害し、彼らに対抗してこれほどの軍備を整えていたフィリッポスに協力し、王となってからもそれを全く緩めることなく、さらに他の軍備を付け加え、ギリシアを過度に懐柔し、ビュザンティオン人、アイトリア人、ボイオティア人と同盟を結び、大きな拠点となるトラキアを征服し、あなた方に使節を送って何かを懇請しようとしていたテッサリア人とペッライボイ人を分断した、と述べた。
καὶ τῶν ὑμετέρων, ἔφη, φίλων καὶ συμμάχων Ἀβρούπολιν μὲν ἀφῄρηται τὴν ἀρχήν, Ἀρθέταυρον δʼ ἐν Ἰλλυριοῖς δυνάστην καὶ ἔκτεινεν ἐπιβουλεύσας, καὶ τοὺς ἐργασαμένους ὑποδέδεκται.
「また、あなた方の友人であり同盟者である者のうち」と彼は言った。 「アブルポリスからは支配権を奪い、イリュリアの支配者アルテタウロスを陰謀によって殺害し、その下手人たちを匿っています。
διέβαλλε δʼ αὐτοῦ καὶ τὰς ἐπιγαμίας βασιλικὰς ἄμφω γενομένας, καὶ τὰς νυμφαγωγίας ὅλῳ τῷ Ῥοδίων στόλῳ παραπεμφθείσας.
」彼はまた、ペルセウスの両方の婚姻が王族との間で行われたこと、また花嫁の護送がロドス人の全艦隊によって護衛されたことを非難した。
ἔγκλημα δʼ ἐποίει καὶ τὴν ἐπιμέλειαν αὐτοῦ καὶ τὸ νηφάλιον τῆς διαίτης, ὄντος οὕτω νέου, καὶ ὅτι πρὸς πολλῶν ὀξέως ἐν ὀλίγῳ ἀγαπῷτο καὶ ἐπαινοῖτο.
さらに、彼がこれほど若いにもかかわらず、その勤勉さと節制された生活態度、そして多くの人々から短期間で急速に愛され称賛されていることも、告発の理由とした。
ζήλου τε καὶ φθόνου καὶ δέους μᾶλλον ἢ ἐγκλημάτων οὐδὲν ὁ Εὐμένης ἀπολιπών, ἐκέλευε τὴν σύγκλητον ὑφορᾶσθαι νέον ἐχθρὸν εὐδοκιμοῦντα καὶ γειτονεύοντα.
エウメネスは、嫉妬や羨望、恐怖を引き起こすような事柄を何一つ惜しまずに語り尽くし、元老院に対して、名声があり、かつ近隣に位置する若い敵を警戒するよう促した。
ἡ δʼ ἔργῳ μὲν οὐκ ἀξιοῦσα βασιλέα σώφρονα καὶ φιλόπονον καὶ ἐς πολλοὺς φιλάνθρωπον, ἀθρόως οὕτως ἐπαιρόμενον καὶ πατρικὸν ὄντα σφίσιν ἐχθρόν, ἐν πλευραῖς ἔχειν, λόγῳ δʼ ἃ προύτεινεν ὁ Εὐμένης αἰτιωμένη, πολεμεῖν ἔκρινε τῷ Περσεῖ.
元老院は、実際には、思慮深く勤勉で、多くの人々に慈悲深く、これほど急速に台台頭し、かつ彼らににとって父親以来の敵である王を脇腹に置いておくべきではないと考えつつも、建前としてはエウメネスが提示した告発を理由にして、ペルセウスと戦争をすることを決定した。
καὶ τοῦτʼ ἀπόρρητον ἔτι ἐν σφίσιν αὐτοῖς ποιούμενοι, Ἅρπαλόν τε πεμφθέντα παρὰ Περσέως ἐς ἀντιλογίαν Εὐμένους, καὶ Ῥοδίων τινὰ πρεσβευτήν, βουλομένους ἐς ὄψιν τὸν Εὐμένη διελέγχειν, παρόντος μὲν ἔτι τοῦ Εὐμένους οὐ προσήκαντο, μεταστάντος δὲ ἐδέξαντο.
そして彼らはこの決定をまだ自分たちの間で秘密にしつつ、エウメネスに反論するためにペルセウスから派遣されたハルパロスや、エウメネスと直接対決して反論することを望んでいたロドス人の使節を、エウメネスがまだ滞在している間は引見せず、彼が去った後に引見した。
καὶ οἱ μὲν ἐπὶ τῷδε πρῶτον ἀγανακτοῦντές τε καὶ παρρησίᾳ χρώμενοι πλέον πολεμεῖν βουλομένους ἤδη Ῥωμαίους Περσεῖ καὶ Ῥοδίοις μᾶλλον ἐξηγρίωσαν·
そして使節たちは、まずこの扱いに憤慨し、率直な物言いをしたため、すでにペルセウスとの戦争を望んでいたローマ人たちをさらに激怒させ、ロドス人に対しても同様であった。
τῶν δὲ βουλευτῶν πολλοὶ τὸν Εὐμένη διʼ αἰτίας εἶχον ὑπὸ φθόνου καὶ δέους αἴτιον τοσοῦδε πολέμου γενόμενον.
しかし、元老院議員の多くは、嫉妬と恐れから、これほど大きな戦争の原因を作ったとしてエウメネスを非難した。
καὶ Ῥόδιοι τὴν θεωρίαν αὐτοῦ, μόνου βασιλέων, ἐς τὴν ἑορτὴν τοῦ Ἡλίου πεμπομένην οὐκ ἐδέξαντο.
またロドス人は、諸王の中で彼だけの、ヘリオスの祭礼に送られた使節を受け入れなかった。
αὐτὸς δʼ ἐς τὴν Ἀσίαν ἐπανιὼν ἐκ Κίρρας ἐς Δελφοὺς ἀνέβαινε θύσων, καὶ αὐτῷ τέσσαρες ἄνδρες ὑπὸ τὸ τειχίον ὑποστάντες ἐπεβούλευον.
エウメネス自身はアジアに戻る途中、キルラからデルポイへと犠牲を捧げるために登っていったが、その際、低い壁の下に待ち伏せていた4人の男たちが彼を暗殺しようとした。
καὶ ἄλλας δέ τινας αἰτίας οἱ Ῥωμαῖοι ἐς τὸν Περσέως πόλεμον ὡς οὔπω κεκριμένον προσελάμβανον, καὶ πρέσβεις ἐς τοὺς φίλους βασιλέας, Εὐμένη καὶ Ἀντίοχον καὶ Ἀριαράθην καὶ Μασσανάσσην καὶ Πτολεμαῖον τὸν Αἰγύπτου, περιέπεμπον, ἑτέρους δʼ ἐς τὴν Ἑλλάδα καὶ Θεσσαλίαν καὶ Ἤπειρον καὶ Ἀκαρνανίαν, καὶ ἐς τὰς νήσους, ὅσας δύναιντο προσαγαγέσθαι·
ローマ人たちはまた、ペルセウスとの戦争について、まだ決定していないかのように、他のいくつかの理由を付け加えつつ、同盟関係にある王たち、すなわちエウメネス、アンティオコス、アリアラテス、マシニッサ、およびエジプトのプトレマイオスに使節を巡回させ、また他の使節たちをギリシア、テッサリア、エペイロス、アカルナニア、および味方に引き入れられる限りの島々に派遣した。
ὃ καὶ μάλιστα τοὺς Ἕλληνας ἐτάραττεν, ἡδομένους μὲν τῷ Περσεῖ φιλέλληνι ὄντι, ἀναγκαζομένους δʼ ἐνίους Ῥωμαίοις ἐς συμβάσεις χωρεῖν.
このことがギリシア人たちを最も動揺させた。 彼らは、親ギリシア派であるペルセウスを好ましく思っていたものの、一部の者たちはローマ人との協定に応じることを余儀なくされたからである。
ὧν ὁ Περσεὺς αἰσθόμενος ἔπεμπεν ἐς Ῥώμην, ἀπορῶν τε καὶ πυνθανόμενος τί παθόντες ἐκλήθονται τῶν συγκειμένων καὶ πρέσβεις κατʼ αὐτοῦ περιπέμπουσιν ὄντος φίλου, δέον, εἰ καί τι μέμφονται, λόγῳ διακριθῆναι.
ペルセウスはこれらのことを察知すると、ローマに使節を送り、当惑しつつ、また彼らが一体どういうつもりで合意事項を無視し、友人である自分に対して使節を巡回させているのかを尋ねた。 不満があるにしても、対話によって解決されるべきであるのに、と。
οἱ δʼ ἐνεκάλουν ὅσα Εὐμένης εἴποι καὶ πάθοι, καὶ μάλιστα ὅτι Θρᾴκην κατακτῷτο, καὶ στρατιὰν ἔχοι καὶ παρασκευὴν οὐκ ἠρεμήσοντος ἀνδρός.
しかしローマ人たちは、エウメネスが語り、かつ被ったとされるすべての事柄、特にペルセウスがトラキアを征服していること、そしておとなしくしているつもりがない男の軍隊と軍備を保持していることを非難した。
ὁ δʼ αὖθις ἔπεμπεν ἑτέρους, οἳ ἐς τὸ βουλευτήριον ἀπαχθέντες ἔλεγον ὧδε·
そこでペルセウスは再び別の使節を送り、彼らは元老院に導かれて次のように述べた。
τοῖς μὲν προφάσεως ἐς πόλεμον, ὦ Ῥωμαῖοι, δεομένοις ἱκανὰ πάντα ἐς τὴν πρόφασιν ἐστίν.
「ローマ人よ、戦争の口実を必要としている者たちにとっては、あらゆるものが十分な口実となります。
εἰ δʼ αἰδεῖσθε συνθήκας οἱ πολὺν ἀξιοῦντες αὐτῶν λόγον ἔχειν, τί παθόντες ὑπὸ Περσέως αἴρεσθε πόλεμον;
しかし、もしあなた方が条約を重んじ、それを大いに考慮に入れていると主張するなら、ペルセウスからいかなる損害を被ったとして戦争を起こそうというのですか。
οὐ γὰρ ὅτι στρατιὰν ἔχει καὶ παρασκευήν.
まさか彼が軍隊と軍備を持っているから、というわけではないでしょう。
οὐ γὰρ ἔχει ταῦτα καθʼ ὑμῶν.
なぜなら、彼はこれらをあなた方に対して備えているのではないからです。
οὐδὲ τοὺς ἄλλους κεκτῆσθαι βασιλέας κωλύετε· οὐδʼ ἄδικον ἀσφαλῶς ἔχειν ἐς τοὺς ἀρχομένους καὶ τὰ περίοικα, καὶ εἴ τις ἔξωθεν ἐπιβουλεύοι.
あなた方は他の王たちがそれらを保持することを禁じてはいませんし、被支配者や近隣諸国、また外部からのいかなる陰謀に対しても、自国の安全を確保することは不正ではありません。
πρὸς δὲ ὑμᾶς, ὦ ἄνδρες Ῥωμαῖοι, ὑπὲρ τῆς εἰρήνης ἐπρέσβευσε καὶ τὰς συνθήκας ἔναγχος ἀνεκαίνισεν. "
ローマの人々よ、彼はあなた方に対しては平和のために使節を送り、つい最近、条約を更新したばかりなのです。 」

語釈・文法注

  1. ¦1¦ὅτι Ῥωμαῖοι — 文頭の ὅτι は、歴史的断片の冒頭に見られる「〜ということ」を示す名詞節の導入、あるいは「なぜなら〜だからである」という理由説明の接続詞の役割を果たしている。
  2. ¦1¦οἷς ἔχθος ἐς Ῥωμαίους ἐπεποιήκεσαν — 関係代名詞 οἷς はギリシア人たち(τῶν Ἑλλήνων)を先行詞とする与格で、動詞 ἐπεποιήκεσαν(ποιέω の過去完了)の間接目的語。直訳は「彼ら(ギリシア人)に対して、ローマの将軍たちがローマ人への敵意を生じさせていた」。
  3. ¦1¦πρὸς ὑμᾶς — 2人称代名詞 ὑμᾶς(あなた方)は、エウメネスが元老院で行った演説(直接話法)の表現が、ὅτι 節による間接話法の記述の中に残存している混在表現(話法の移行)である。
  4. ¦3¦οὐκ ἀξιοῦσα ... ἐν πλευραῖς ἔχειν — ἀξιόω + 不定詞(ἔχειν)の構文で、「〜するのを良しとしない」「〜するべきではないと考える」の意。ἐν πλευραῖς(直訳:脇腹に)は「すぐ近くに」という不穏な近接性を表す比喩的表現。
  5. ¦5¦τί παθόντες — 疑問詞 τί と πάσχω の分詞の組み合わせ(τί παθόντες)は、「一体どういうつもりで」「いかなる損害を被ったとして」という強い非難や動機の不審を表す慣用表現である。

この箇所を引用する

アッピアノス, マケドニア事件 §XI#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0551.tlg011.humanitext-grc2:XI%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。