§XI#1"ὅτι Ῥωμαῖοι ταχέως αὐξανόμενον τὸν Περσέα ὑφεωρῶντο· καὶ μάλιστα αὐτοὺς ἠρέθιζεν ἡ τῶν Ἑλλήνων φιλία καὶ γειτνίασις, οἷς ἔχθος ἐς Ῥωμαίους ἐπεποιήκεσαν οἱ Ῥωμαίων στρατηγοί.
罗马人对迅速崛起的斐尔修斯心存疑忌;而希腊人同他的友好及近邻关系尤其激怒了他们,因为罗马的将领们曾使希腊人对罗马人产生敌意。
ὡς δὲ καὶ οἱ πρέσβεις οἱ ἐς Βαστέρνας ἀπεσταλμένοι τὴν Μακεδονίαν ἔφασκον ἰδεῖν ἀσφαλῶς ὠχυρωμένην καὶ παρασκευὴν ἱκανὴν καὶ νεότητα γεγυμνασμένην, Ῥωμαίους καὶ τάδε διετάρασσεν.
当被派遣到巴斯塔奈人那里的使节也声称,他们看到马其顿已防守巩固,并有充足的军备和训练有素的青年时,这件事也使罗马人深感不安。
αἰσθόμενος δʼ ὁ Περσεὺς ἑτέρους ἔπεμπε πρέσβεις, τὴν ὑπόνοιαν ἐκλύων.
斐尔修斯察觉到这一点,便派遣了另外的使节去消除这一疑虑。
ἐν δὲ τούτῳ καὶ Εὐμένης ὁ τῆς περὶ τὸ Πέργαμον Ἀσίας βασιλεύς, ἀπὸ τῆς πρὸς Φίλιππον ἔχθρας δεδιὼς Περσέα ἧκεν ἐς Ῥώμην, καὶ κατηγόρει φανερῶς αὐτοῦ, παρελθὼν ἐς τὸ βουλευτήριον, ὅτι Ῥωμαίοις δυσμενὴς γένοιτο ἀεί, καὶ τὸν ἀδελφὸν οἰκείως ἐς αὐτοὺς ἔχοντα ἀνέλοι, καὶ Φιλίππῳ τε παρασκευὴν τοσήνδε κατʼ αὐτῶν συναγαγόντι συμπράξειε, καὶ βασιλεὺς γενόμενος οὐδὲν ἐκλύσειεν αὐτῆς ἀλλὰ καὶ προσεξεργάσαιτο ἕτερα, καὶ τὴν Ἑλλάδα ἀμέτρως θεραπεύοι, Βυζαντίοις τε καὶ Αἰτωλοῖς καὶ Βοιωτοῖς συμμαχήσας, καὶ Θρᾴκην κατακτῷτο, μέγα ὁρμητήριον, καὶ Θετταλοὺς καὶ Περραιβοὺς διαστασιάσειε βουλομένους τι πρεσβεῦσαι πρὸς ὑμᾶς.
在此期间,帕加马周边亚洲地区的国王欧墨尼斯,因对腓力的敌意而害怕斐尔修斯,来到罗马,并在元老院公开控告他,说他始终对罗马人怀有敌意,杀害了对罗马人亲善的弟弟,并协助了曾针对罗马人集结如此庞大军备的腓力,在登基后不仅没有削减军备,反而进一步加以扩充,而且过分地拉拢希腊,同拜占庭人、埃托利亚人和波奥蒂亚人结盟,并征服了色雷斯这一庞大基地,还在塞萨利人和佩赖博伊人企图向你们派遣使节时在他们中间制造分裂。
καὶ τῶν ὑμετέρων,
ἔφη,
φίλων καὶ συμμάχων Ἀβρούπολιν μὲν ἀφῄρηται τὴν ἀρχήν, Ἀρθέταυρον δʼ ἐν Ἰλλυριοῖς δυνάστην καὶ ἔκτεινεν ἐπιβουλεύσας, καὶ τοὺς ἐργασαμένους ὑποδέδεκται.
“而且,”他说,“在你们的朋友和盟友中,他剥夺了阿布鲁波利斯的统治权,并通过阴谋杀害了伊利里亚人的首领阿尔特陶罗斯,还收留了行凶者。
διέβαλλε δʼ αὐτοῦ καὶ τὰς ἐπιγαμίας βασιλικὰς ἄμφω γενομένας, καὶ τὰς νυμφαγωγίας ὅλῳ τῷ Ῥοδίων στόλῳ παραπεμφθείσας.
” 他还诋毁斐尔修斯的两桩王室联姻,以及由罗德斯全军舰护航的迎亲队伍。
ἔγκλημα δʼ ἐποίει καὶ τὴν ἐπιμέλειαν αὐτοῦ καὶ τὸ νηφάλιον τῆς διαίτης, ὄντος οὕτω νέου, καὶ ὅτι πρὸς πολλῶν ὀξέως ἐν ὀλίγῳ ἀγαπῷτο καὶ ἐπαινοῖτο.
他还把斐尔修斯的勤勉和节制的日常生活(尽管他如此年轻)以及他在短时间内迅速受到许多人的喜爱和赞扬作为控告的理由。
ζήλου τε καὶ φθόνου καὶ δέους μᾶλλον ἢ ἐγκλημάτων οὐδὲν ὁ Εὐμένης ἀπολιπών, ἐκέλευε τὴν σύγκλητον ὑφορᾶσθαι νέον ἐχθρὸν εὐδοκιμοῦντα καὶ γειτονεύοντα.
欧墨尼斯不遗余力地挑起嫉妒、羡慕和恐惧,而非仅仅提出指控,他催促元老院要警惕一个享有盛誉且相邻的年轻敌人。
ἡ δʼ ἔργῳ μὲν οὐκ ἀξιοῦσα βασιλέα σώφρονα καὶ φιλόπονον καὶ ἐς πολλοὺς φιλάνθρωπον, ἀθρόως οὕτως ἐπαιρόμενον καὶ πατρικὸν ὄντα σφίσιν ἐχθρόν, ἐν πλευραῖς ἔχειν, λόγῳ δʼ ἃ προύτεινεν ὁ Εὐμένης αἰτιωμένη, πολεμεῖν ἔκρινε τῷ Περσεῖ.
元老院在实际上虽然认为不应当在侧翼容忍一个明智、勤勉、对众人仁慈且如此迅速崛起,且是他们世仇的国王,但在口头上却以欧墨尼斯提出的指控为借口,决定对斐尔修斯宣战。
καὶ τοῦτʼ ἀπόρρητον ἔτι ἐν σφίσιν αὐτοῖς ποιούμενοι, Ἅρπαλόν τε πεμφθέντα παρὰ Περσέως ἐς ἀντιλογίαν Εὐμένους, καὶ Ῥοδίων τινὰ πρεσβευτήν, βουλομένους ἐς ὄψιν τὸν Εὐμένη διελέγχειν, παρόντος μὲν ἔτι τοῦ Εὐμένους οὐ προσήκαντο, μεταστάντος δὲ ἐδέξαντο.
他们仍然对彼此保守这一秘密,当斐尔修斯派来反驳欧墨尼斯的哈尔帕洛斯,以及某位希望与欧墨尼斯当面辩驳的罗德斯使节到来时,在欧墨尼斯依然在场期间,他们不予接见,待其离开后才接见他们。
καὶ οἱ μὲν ἐπὶ τῷδε πρῶτον ἀγανακτοῦντές τε καὶ παρρησίᾳ χρώμενοι πλέον πολεμεῖν βουλομένους ἤδη Ῥωμαίους Περσεῖ καὶ Ῥοδίοις μᾶλλον ἐξηγρίωσαν· τῶν δὲ βουλευτῶν πολλοὶ τὸν Εὐμένη διʼ αἰτίας εἶχον ὑπὸ φθόνου καὶ δέους αἴτιον τοσοῦδε πολέμου γενόμενον.
而这些使节首先对此做法感到愤慨,并直言不讳,从而使本已倾向于对斐尔修斯宣战的罗马人更加愤怒,并且对罗德斯人也更加恶化;但许多元老院议员因嫉妒和恐惧而指责欧墨尼斯是这场大战的始作俑者。
καὶ Ῥόδιοι τὴν θεωρίαν αὐτοῦ, μόνου βασιλέων, ἐς τὴν ἑορτὴν τοῦ Ἡλίου πεμπομένην οὐκ ἐδέξαντο.
罗德斯人也拒绝接见他作为诸王中唯一向太阳神节日派遣的使团。
αὐτὸς δʼ ἐς τὴν Ἀσίαν ἐπανιὼν ἐκ Κίρρας ἐς Δελφοὺς ἀνέβαινε θύσων, καὶ αὐτῷ τέσσαρες ἄνδρες ὑπὸ τὸ τειχίον ὑποστάντες ἐπεβούλευον.
欧墨尼斯本人在返回亚洲的途中,从基拉登上德尔斐准备献祭,有四个在矮墙下埋伏的男人企图刺杀他。
καὶ ἄλλας δέ τινας αἰτίας οἱ Ῥωμαῖοι ἐς τὸν Περσέως πόλεμον ὡς οὔπω κεκριμένον προσελάμβανον, καὶ πρέσβεις ἐς τοὺς φίλους βασιλέας, Εὐμένη καὶ Ἀντίοχον καὶ Ἀριαράθην καὶ Μασσανάσσην καὶ Πτολεμαῖον τὸν Αἰγύπτου, περιέπεμπον, ἑτέρους δʼ ἐς τὴν Ἑλλάδα καὶ Θεσσαλίαν καὶ Ἤπειρον καὶ Ἀκαρνανίαν, καὶ ἐς τὰς νήσους, ὅσας δύναιντο προσαγαγέσθαι· ὃ καὶ μάλιστα τοὺς Ἕλληνας ἐτάραττεν, ἡδομένους μὲν τῷ Περσεῖ φιλέλληνι ὄντι, ἀναγκαζομένους δʼ ἐνίους Ῥωμαίοις ἐς συμβάσεις χωρεῖν.
罗马人也为针对斐尔修斯的战争寻找其他借口(仿佛此事尚未决定),并向友好的国王们——欧墨尼斯、安条克、阿里阿拉特斯、马西尼萨以及埃及的托勒密派遣了使节,另派使节前往希腊、塞萨利、伊庇鲁斯、阿卡纳尼亚,以及所有他们能争取的岛屿;这极大地扰乱了希腊人,他们虽然因斐尔修斯是一个亲希腊者而喜欢他,但有些人被迫与罗马人达成协议。
ὧν ὁ Περσεὺς αἰσθόμενος ἔπεμπεν ἐς Ῥώμην, ἀπορῶν τε καὶ πυνθανόμενος τί παθόντες ἐκλήθονται τῶν συγκειμένων καὶ πρέσβεις κατʼ αὐτοῦ περιπέμπουσιν ὄντος φίλου, δέον, εἰ καί τι μέμφονται, λόγῳ διακριθῆναι.
斐尔修斯察觉到这些情况,便派人前往罗马,既感到困惑又询问他们究竟遭遇了什么,以至于忽视已达成的协议,并针对他这个朋友派遣使节,明明即使有什么不满,也应当通过对话来解决。
οἱ δʼ ἐνεκάλουν ὅσα Εὐμένης εἴποι καὶ πάθοι, καὶ μάλιστα ὅτι Θρᾴκην κατακτῷτο, καὶ στρατιὰν ἔχοι καὶ παρασκευὴν οὐκ ἠρεμήσοντος ἀνδρός.
但罗马人指责他犯有欧墨尼斯所说和所遭受的一切,特别是他正在征服色雷斯,并且拥有一个不愿安分守己之人的军队和军备。
ὁ δʼ αὖθις ἔπεμπεν ἑτέρους, οἳ ἐς τὸ βουλευτήριον ἀπαχθέντες ἔλεγον ὧδε· τοῖς μὲν προφάσεως ἐς πόλεμον, ὦ Ῥωμαῖοι, δεομένοις ἱκανὰ πάντα ἐς τὴν πρόφασιν ἐστίν.
斐尔修斯再次派遣了其他使节,他们被带入元老院,并如此说道: “罗马人啊,对于需要战争借口的人来说,一切都足以成为借口。
εἰ δʼ αἰδεῖσθε συνθήκας οἱ πολὺν ἀξιοῦντες αὐτῶν λόγον ἔχειν, τί παθόντες ὑπὸ Περσέως αἴρεσθε πόλεμον;
但如果你们尊重盟约,你们这些自称非常重视盟约的人,斐尔修斯究竟让你们遭受了什么,以至于你们要挑起战争?
οὐ γὰρ ὅτι στρατιὰν ἔχει καὶ παρασκευήν.
难道是因为他拥有军队和军备吗?
οὐ γὰρ ἔχει ταῦτα καθʼ ὑμῶν.
因为他并非针对你们而拥有这些。
οὐδὲ τοὺς ἄλλους κεκτῆσθαι βασιλέας κωλύετε· οὐδʼ ἄδικον ἀσφαλῶς ἔχειν ἐς τοὺς ἀρχομένους καὶ τὰ περίοικα, καὶ εἴ τις ἔξωθεν ἐπιβουλεύοι.
你们并不阻止其他国王拥有它们;为了针对臣民、邻国或外部的任何阴谋而确保自身安全,这并非不义。
πρὸς δὲ ὑμᾶς, ὦ ἄνδρες Ῥωμαῖοι, ὑπὲρ τῆς εἰρήνης ἐπρέσβευσε καὶ τὰς συνθήκας ἔναγχος ἀνεκαίνισεν.
罗马人啊,他为了和平向你们派遣了使节,并且就在最近重新订立了盟约。
"
”