§IX#2"καὶ τάδε μὲν διετίθετο σὺν ἐκείνοις, αὐτὸς δʼ ἐς τὸν τῶν Ἰσθμίων ἀγῶνα ἐπελθών, πληθύοντος τοῦ σταδίου, σιωπήν τε ἐσήμηνεν ὑπὸ σάλπιγγι, καὶ τὸν κήρυκα ἀνειπεῖν ἐκέλευσεν·
彼はこれらを彼らとともに処置したが、彼自身はイストミア大祭の競技会へと臨み、競技場が満員となる中、喇叭によって静粛の合図をし、伝令官に次のように布告するよう命じた。
ὁ δῆμος ὁ Ῥωμαίων καὶ ἡ σύγκλητος καὶ Φλαμινῖνος ὁ στρατηγός, Μακεδόνας καὶ βασιλέα Φίλιππον ἐκπολεμήσαντες, ἀφιᾶσι τὴν Ἑλλάδα ἀφρούρητον ἀφορολόγητον ἰδίοις ἤθεσι καὶ νόμοις χρῆσθαι.
「ローマの人民と元老院、および将軍フラミニヌスは、マケドニア人とフィリッポス王に対して戦争を戦い終えて、ギリシアを、守備隊を置かず、貢納を課さず、独自の慣習と法律を用いることのできる自由なものとして解放する。
πολλῆς δʼ ἐπὶ τούτῳ βοῆς καὶ χαρᾶς γενομένης θόρυβος ἥδιστος ἦν, ἑτέρων μεθʼ ἑτέρους τὸν κήρυκα καὶ παρὰ σφᾶς ἀνειπεῖν μετακαλούντων.
」これに対して大きな歓声と喜びが沸き起こり、人々が次々に、伝令官を自分たちのところにも呼んで布告を繰り返すよう求めたため、この上なく心地よい喧騒が生じた。
στεφάνους τε καὶ ταινίας ἐπέβαλλον τῷ στρατηγῷ, καὶ ἀνδριάντας ἐψηφίζοντο κατὰ πόλεις.
そして彼らは将軍に冠や飾り帯を投げかけ、都市ごとに彼の像を建てることを決議した。
πρέσβεις τε μετὰ χρυσῶν στεφάνων ἔπεμπον ἐς τὸ Καπιτώλιον, οἳ χάριν ὡμολόγουν, καὶ ἐς τοὺς Ῥωμαίων συμμάχους ἀνεγράφοντο.
また金の冠を携えた使節をカピトリウムへと派遣して、謝意を表明し、ローマ人の同盟者として登録された。
καὶ δεύτερος ὅδε πόλεμος Ῥωμαίοις τε καὶ Φιλίππῳ ἐς τοῦτο ἐτελεύτα.
こうしてローマ人とフィリッポスの第二の戦争はここに終結した。
οὐ πολὺ δὲ ὕστερον καὶ συνεμάχησε Ῥωμαίοις ὁ Φίλιππος ἐν τῇ Ἑλλάδι κατʼ Ἀντιόχου βασιλέως, περῶντάς τε ἐπὶ Ἀντίοχον ἐς τὴν Ἀσίαν διὰ Θρᾴκης καὶ Μακεδονίας ὁδὸν οὐκ εὐμαρῆ παρέπεμπεν οἰκείοις τέλεσι καὶ τροφαῖς, ὁδοποιῶν καὶ ποταμοὺς δυσπόρους ζευγνὺς καὶ τοὺς ἐπικειμένους Θρᾷκας διακόπτων, ἕως ἐπὶ τὸν Ἑλλήσποντον ἤγαγεν.
それから間もなく、フィリッポスはギリシアにおいてアンティオコス王に対抗してローマ人と同盟して戦い、アンティオコスに対してアジアへ渡るためにトラキアとマケドニアを通る容易ではない道を進む彼らを、自らの費用と兵糧で護送し、道路を整備し、渡るのが困難な川に橋を架け、襲いかかるトラキア人たちを撃退しながら、ついにヘレスポントスまで導いた。
ἐφʼ οἷς ἡ μὲν βουλὴ τὸν υἱὸν αὐτῷ Δημήτριον παρὰ σφίσιν ὁμηρεύοντα ἀπέλυσε, καὶ τῶν χρημάτων ἀφῆκεν ὧν ἔτι ὤφειλεν·
これらに対して、元老院は彼らのもとで人質となっていた彼の息子デメトリオスを釈放し、また彼がまだ支払うべきであった金銭の支払いを免除した。
οἱ δὲ Θρᾷκες οἵδε Ῥωμαίους ἀπὸ τῆς ἐπʼ Ἀντιόχῳ νίκης, ἐπανιόντας, οὐκέτι Φιλίππου παρόντος, τήν τε λείαν ἀφείλοντο καὶ πολλοὺς διέφθειραν, ᾧ καὶ μάλιστα ἐπεδείχθη ὅσον αὐτοὺς ἀνιόντας ὤνησεν ὁ Φίλιππος.
しかし、これらのトラキア人は、アンティオコスに対する勝利から帰還するローマ人たちから、もはやフィリッポスが同行していない時に、戦利品を強奪し、多くの者を殺害した。 これによって、往路においてフィリッポスが彼らをどれほど助けていたかが、とりわけ明白に示された。
Ἐκτελεσθέντος δὲ τοῦ κατʼ Ἀντιόχου πολέμου πολλοὶ κατηγόρουν τοῦ Φιλίππου, τὰ μὲν ἀδικεῖν αὐτόν, τὰ δὲ οὐ ποιεῖν ὧν ὥρισε Φλαμινῖνος, ὅτε διετίθετο τὴν Ἑλλάδα.
アンティオコスに対する戦争が終結すると、多くの者がフィリッポスを非難した。 彼がある面では不正を働き、別の面ではフラミニヌスがギリシアを処置した際に規定したことを履行していないというのである。
καὶ Δημήτριος ἐς ἀντιλογίαν ἐπρέσβευεν ὑπὲρ αὐτοῦ, κεχαρισμένος μὲν ἔκπαλαι Ῥωμαίοις ἀπὸ τῆς ὁμηρείας, Φλαμινίνου δὲ αὐτὸν τῇ βουλῇ γνωρίζοντος ἰσχυρῶς.
そしてデメトリオスが彼の弁明のために使節として派遣された。 彼は人質時代からすでにローマ人たちに好まれており、フラミニヌスが元老院に彼を強く紹介していた。
νεώτερον δʼ ὄντα καὶ θορυβούμενον ἐκέλευσαν τὰ τοῦ πατρὸς ὑπομνήματα ἀναγνῶναι, ἐν οἷς ἦν ἐφʼ ἑκάστου, τὰ μὲν ἤδη γεγονέναι, τὰ δὲ γενήσεσθαι, καίπερ ἀδίκως ὡρισμένα·
元老院は、彼が若く、狼狽しているのを見て、父親の覚書を読み上げるよう命じた。 その中には個々の項目について、たとえ不当に規定されたものであっても、あるものはすでに履行され、あるものは履行される予定であると書かれていた。
καὶ γὰρ τοῦτο προσέκειτο πολλοῖς.
なぜなら、多くの項目にこの文言が付け加えられていたからである。
ἡ δὲ βουλὴ τὴν ὑπόγυον αὐτοῦ ἐς Ἀντίοχον προθυμίαν αἰδουμένη, συγγιγνώσκειν τε ἔφη, καὶ προσεπεῖπε διὰ Δημήτριον.
元老院は、最近彼がアンティオコスに対して示した熱意に敬意を表して、彼の過ちを許すと言い、またデメトリオスのゆえに懇ろな言葉をかけた。
ὁ δʼ ὁμολογουμένως αὐτοῖς ἐς τὸν Ἀντιόχου πόλεμον χρησιμώτατός τε γεγονώς, καὶ βλαβερώτατος ἂν φανεὶς εἰ Ἀντιόχῳ παρακαλοῦντι συνέπραξε, πολλὰ ἐλπίσας ἐπὶ τῷδε, καὶ ὁρῶν αὑτὸν ἀπιστούμενον καὶ κατηγορούμενον καὶ συγγνώμης ἀντὶ χαρίτων ἀξιούμενον, καὶ τῆσδε διὰ Δημήτριον, ἤχθετο καὶ ἠγανάκτει, καὶ ἐπέκρυπτεν ἄμφω.
しかし彼(フィリッポス)は、自らがアンティオコスの戦争において彼らにとって極めて有益であったことは誰もが認めるところであり、もしアンティオコスの求めに応じて協力していたならば、最も有害な存在になり得たであろうことを承知しており、このことによって大いに期待していたにもかかわらず、自分が信用されず非難され、感謝の代わりに「寛恕」を与えられるに値するとみなされ、しかもそれがデメトリオスのゆえであるのを見て、憤慨し、腹を立てたが、その双方を隠した。
ὡς δὲ καὶ ἐν δίκῃ τινὶ Ῥωμαῖοι πολλὰ τῶν Φιλίππου πρὸς Εὐμένη μετέφερον, ἀσθενοποιοῦντες ἀεὶ τὸν Φίλιππον, ἐς πόλεμον ἤδη λανθάνων ἡτοιμάζετο. "
さらにある裁判において、ローマ人がフィリッポスの領地の多くをエウメネスに譲渡したとき、彼らはフィリッポスの力を常に弱めようとしていたため、彼はすでに密かに戦争の準備を進めていた。