Humanitext Reader

阿庇安 · 马其顿篇 §IX#2

宣告希腊自由与腓力五世的再战图谋

第 4 段,共 9 段 · 希腊语

内容简介

弗拉米尼努斯在地峡运动会上宣告希腊自由,第二次马其顿战争随之结束。此后,腓力五世与罗马结盟对抗安条克三世,但因战后受到罗马人的不公对待而心生怨恨,开始暗中筹备新的战争。

§IX#2"καὶ τάδε μὲν διετίθετο σὺν ἐκείνοις, αὐτὸς δʼ ἐς τὸν τῶν Ἰσθμίων ἀγῶνα ἐπελθών, πληθύοντος τοῦ σταδίου, σιωπήν τε ἐσήμηνεν ὑπὸ σάλπιγγι, καὶ τὸν κήρυκα ἀνειπεῖν ἐκέλευσεν· ὁ δῆμος ὁ Ῥωμαίων καὶ ἡ σύγκλητος καὶ Φλαμινῖνος ὁ στρατηγός, Μακεδόνας καὶ βασιλέα Φίλιππον ἐκπολεμήσαντες, ἀφιᾶσι τὴν Ἑλλάδα ἀφρούρητον ἀφορολόγητον ἰδίοις ἤθεσι καὶ νόμοις χρῆσθαι.
他与他们一同处置了这些事务,而他自己则前往参加地峡运动会。 在竞技场人满为患之际,他用号角示意安静,并命令传令官宣告:“罗马人民、元老院以及将军弗拉米尼努斯,在与马其顿人和腓力国王交战后,免除希腊的驻军与税赋,使其得以自由地使用其自身的习惯和法律。
πολλῆς δʼ ἐπὶ τούτῳ βοῆς καὶ χαρᾶς γενομένης θόρυβος ἥδιστος ἦν, ἑτέρων μεθʼ ἑτέρους τὸν κήρυκα καὶ παρὰ σφᾶς ἀνειπεῖν μετακαλούντων.
”对此,人们爆发出巨大的欢呼和喜悦,形成了一股极为美妙的喧闹声,因为人们接二连三地重新呼唤传令官,要求他在他们面前再次宣告。
στεφάνους τε καὶ ταινίας ἐπέβαλλον τῷ στρατηγῷ, καὶ ἀνδριάντας ἐψηφίζοντο κατὰ πόλεις.
他们向将军投掷花冠和丝带,并在各个城邦通过决议为他树立雕像。
πρέσβεις τε μετὰ χρυσῶν στεφάνων ἔπεμπον ἐς τὸ Καπιτώλιον, οἳ χάριν ὡμολόγουν, καὶ ἐς τοὺς Ῥωμαίων συμμάχους ἀνεγράφοντο.
他们还带着金冠派遣使者前往卡皮托林,表示感谢,并被登记在罗马人的盟友之列。
καὶ δεύτερος ὅδε πόλεμος Ῥωμαίοις τε καὶ Φιλίππῳ ἐς τοῦτο ἐτελεύτα.
罗马人与腓力的这第二次战争便以此告终。
οὐ πολὺ δὲ ὕστερον καὶ συνεμάχησε Ῥωμαίοις ὁ Φίλιππος ἐν τῇ Ἑλλάδι κατʼ Ἀντιόχου βασιλέως, περῶντάς τε ἐπὶ Ἀντίοχον ἐς τὴν Ἀσίαν διὰ Θρᾴκης καὶ Μακεδονίας ὁδὸν οὐκ εὐμαρῆ παρέπεμπεν οἰκείοις τέλεσι καὶ τροφαῖς, ὁδοποιῶν καὶ ποταμοὺς δυσπόρους ζευγνὺς καὶ τοὺς ἐπικειμένους Θρᾷκας διακόπτων, ἕως ἐπὶ τὸν Ἑλλήσποντον ἤγαγεν.
此后不久,腓力还在希腊与罗马人结盟,共同对抗安条克国王;当罗马人为了对抗安条克而穿过色雷斯和马其顿前往亚洲时,他在一条并不容易通行的道路上,用自己的费用和粮饷护送他们,为他们修路、在难通的河流上架桥、并击退袭击的色雷斯人,直到将他们带到赫勒斯滂。
ἐφʼ οἷς ἡ μὲν βουλὴ τὸν υἱὸν αὐτῷ Δημήτριον παρὰ σφίσιν ὁμηρεύοντα ἀπέλυσε, καὶ τῶν χρημάτων ἀφῆκεν ὧν ἔτι ὤφειλεν·
为此,元老院释放了在他那里做人质的他的儿子德米特里乌斯,并免除了他仍欠下的钱财。
οἱ δὲ Θρᾷκες οἵδε Ῥωμαίους ἀπὸ τῆς ἐπʼ Ἀντιόχῳ νίκης, ἐπανιόντας, οὐκέτι Φιλίππου παρόντος, τήν τε λείαν ἀφείλοντο καὶ πολλοὺς διέφθειραν, ᾧ καὶ μάλιστα ἐπεδείχθη ὅσον αὐτοὺς ἀνιόντας ὤνησεν ὁ Φίλιππος.
然而,当罗马人从战胜安条克的战役中返回时,由于腓力已不在场,这些色雷斯人便抢夺了他们的战利品并杀害了许多人,这最清楚地表明了腓力在他们前去时给予了他们多么大的帮助。
Ἐκτελεσθέντος δὲ τοῦ κατʼ Ἀντιόχου πολέμου πολλοὶ κατηγόρουν τοῦ Φιλίππου, τὰ μὲν ἀδικεῖν αὐτόν, τὰ δὲ οὐ ποιεῖν ὧν ὥρισε Φλαμινῖνος, ὅτε διετίθετο τὴν Ἑλλάδα.
与安条克的战争结束之后,许多人控告腓力,一方面说他行事不公,另一方面说他没有履行弗拉米尼努斯在处置希腊事务时所规定的条款。
καὶ Δημήτριος ἐς ἀντιλογίαν ἐπρέσβευεν ὑπὲρ αὐτοῦ, κεχαρισμένος μὲν ἔκπαλαι Ῥωμαίοις ἀπὸ τῆς ὁμηρείας, Φλαμινίνου δὲ αὐτὸν τῇ βουλῇ γνωρίζοντος ἰσχυρῶς.
德米特里乌斯代表他作为使者前去辩驳,他因人质时期早已受到罗马人的喜爱,且弗拉米尼努斯在元老院极力举荐他。
νεώτερον δʼ ὄντα καὶ θορυβούμενον ἐκέλευσαν τὰ τοῦ πατρὸς ὑπομνήματα ἀναγνῶναι, ἐν οἷς ἦν ἐφʼ ἑκάστου, τὰ μὲν ἤδη γεγονέναι, τὰ δὲ γενήσεσθαι, καίπερ ἀδίκως ὡρισμένα· καὶ γὰρ τοῦτο προσέκειτο πολλοῖς.
元老院见他年轻且慌张,便命令他宣读他父亲的备忘录,其中针对每一项都写着:某些事情已经完成,某些事情将要完成,即使这些条款规定得并不公正;因为确实,许多项目都附有这样的字眼。
ἡ δὲ βουλὴ τὴν ὑπόγυον αὐτοῦ ἐς Ἀντίοχον προθυμίαν αἰδουμένη, συγγιγνώσκειν τε ἔφη, καὶ προσεπεῖπε διὰ Δημήτριον.
元老院敬重他最近对抗安条克的积极态度,表示宽恕他,并因德米特里乌斯的缘故对他说了温和的话。
ὁ δʼ ὁμολογουμένως αὐτοῖς ἐς τὸν Ἀντιόχου πόλεμον χρησιμώτατός τε γεγονώς, καὶ βλαβερώτατος ἂν φανεὶς εἰ Ἀντιόχῳ παρακαλοῦντι συνέπραξε, πολλὰ ἐλπίσας ἐπὶ τῷδε, καὶ ὁρῶν αὑτὸν ἀπιστούμενον καὶ κατηγορούμενον καὶ συγγνώμης ἀντὶ χαρίτων ἀξιούμενον, καὶ τῆσδε διὰ Δημήτριον, ἤχθετο καὶ ἠγανάκτει, καὶ ἐπέκρυπτεν ἄμφω.
然而,腓力——他公认在对抗安条克的战争中对他们极为有用,且如果他在安条克邀请时予以协助,本会表现出极大的危害,他曾为此寄予厚望,却看到自己不被信任并受到控告,且被认为只配得到“宽恕”而非感激,而且这宽恕还是因为德米特里乌斯的缘故——感到恼恨和愤慨,但将这两者都隐瞒了起来。
ὡς δὲ καὶ ἐν δίκῃ τινὶ Ῥωμαῖοι πολλὰ τῶν Φιλίππου πρὸς Εὐμένη μετέφερον, ἀσθενοποιοῦντες ἀεὶ τὸν Φίλιππον, ἐς πόλεμον ἤδη λανθάνων ἡτοιμάζετο. "
此外,在某次诉讼中,罗马人将腓力的许多财产转移给了欧墨尼斯,不断削弱腓力,他已开始在暗中准备战争。

词汇与语法注释

  1. ¦4¦ἀφιᾶσι τὴν Ἑλλάδα ἀφρούρητον ἀφορολόγητον ἰδίοις ἤθεσι καὶ νόμοις χρῆσθαι — 动词 `ἀφιᾶσι`(释放)以 `τὴν Ἑλλάδα`(希腊)为直接宾语,`ἀφρούρητον`(无驻军的)和 `ἀφορολόγητον`(免税的)作为宾语补足语(述语性形容词)。接下来的现在时不定式 `χρῆσθαι`(使用)表示目的或结果,其逻辑主语是 `τὴν Ἑλλάδα`(或其居民)。
  2. ¦5¦ὁδοποιῶν καὶ ποταμοὺς δυσπόρους ζευγνὺς καὶ τοὺς ἐπικειμένους Θρᾷκας διακόπτων — 这三个现在时分词都是与主句主语腓力(`ὁ Φίλιππος`)一致的伴随分词,说明了他护送罗马军队时的具体手段和方式(通过修路、架桥、击退敌人)。
  3. ¦6¦ὁ δʼ ὁμολογουμένως αὐτοῖς ἐς τὸν Ἀντιόχου πόλεμον χρησιμώτατός τε γεγονώς... καὶ τῆσδε διὰ Δημήτριον, ἤχθετο καὶ ἠγανάκτει — 这是一个表示让步或原因的极长分词从句结构。主语 `ὁ δʼ`(腓力)之下,相继并列了完成时分词 `γεγονώς`、带有助词 `ἄν` 且表示过去虚拟条件句主句结果的无定过去时分词 `ἂν φανείς`(对应条件从句 `εἰ... συνέπραξε`“如果他协助了”)、无定过去时分词 `ἐλπίσας`,以及现在时分词 `ὁρῶν`,它们全部修饰主句动词 `ἤχθετο καὶ ἠγανάκτει`(感到恼恨和愤慨)。此外,`τῆσδε` 指代前文的 `συγγνώμης`(宽恕)。

引用这一段

阿庇安, 马其顿篇 §IX#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg011.humanitext-grc2:IX%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。