§IX#1"ὅτι ἡττηθεὶς πάλιν ὁ Φίλιππος περὶ συμβάσεων ἐπεκηρυκεύετο πρὸς Φλαμινῖνον, ὁ δʼ αὖθις αὐτῷ συνελθεῖν ἐς λόγους συνεχώρει, πολλὰ μὲν τῶν Αἰτωλῶν δυσχεραινόντων, καὶ διαβαλλόντων αὐτὸν ἐς δωροδοκίαν, καὶ καταγιγνωσκόντων τῆς ἐς ἅπαντα εὐχεροῦς μεταβολῆς, ἡγούμενος δʼ οὔτε Ῥωμαίοις συμφέρειν οὔτε τοῖς Ἕλλησι Φιλίππου καθαιρεθέντος ἐπιπολάσαι τὴν Αἰτωλῶν βίαν.
敗北したフィリッポスは再び、和議についてフラミニヌスに使節を送って交渉した。 彼は再び彼と会談に入ることを認めたが、これにはエトリア人が大いに不満を抱き、彼が賄賂を受け取ったと中傷し、あらゆる状況に対する彼の安易な豹変ぶりを非難した。 しかし彼は、フィリッポスが打倒されたならば、エトリア人の暴力がはびこることはローマ人にとってもギリシア人にとっても有益ではないと考えていた。
τάχα δʼ αὐτὸν καὶ τὸ παράδοξον τῆς νίκης ἀγαπᾶν ἐποίει.
おそらくは、思いがけない勝利の喜びもまた、彼を寛大にさせていたのであろう。
συνθέμενος δὲ χωρίον οἷ τὸν Φίλιππον ἐπελθεῖν ἔδει τοὺς συμμάχους ἐκέλευσε γνώμην προαποφήνασθαι κατὰ πόλεις.
彼はフィリッポスがやって来るべき場所を取り決めた上で、同盟者たちに都市ごとにあらかじめ意見を表明するよう命じた。
τὰ μὲν δὴ παρὰ τῶν ἄλλων φιλάνθρωπα ἦν, τό τε τῆς τύχης ἄδηλον ἐξ ὧν ἔπαθεν ὁ Φίλιππος ὑφορωμένων, καὶ τὸ πταῖσμα τοῦτο οὐ κατʼ ἀσθένειαν ἀλλὰ πλέον ἐκ συντυχίας αὐτὸν παθεῖν ἡγουμένων·
他者からの意見は寛大なものであった。 彼らはフィリッポスが被った事態から運命の不確実性を恐れ、また、この敗北を彼が実力の弱さのゆえではなく、むしろ偶然の不運によって被ったと考えていたからである。
Ἀλέξανδρος δὲ ὁ τῶν Αἰτωλῶν πρόεδρος ἀγνοεῖν ἔφη τὸν Φλαμινῖνον ὅτι μηδὲν ἄλλο μήτε Ῥωμαίοις μήθʼ Ἕλλησι συνοίσει πλὴν ἐξαιρεθῆναι τὴν ἀρχὴν τὴν Φιλίππου.
しかし、エトリア人の指導者アレクサンドロスは、フィリッポスの支配を完全に根絶すること以外には、ローマ人にとってもギリシア人にとっても何ら有益なことはないということをフラミニヌスは分かっていない、と言った。
ὁ δὲ Ἀλέξανδρον ἀγνοεῖν ἔφη τὴν Ῥωμαιων φύσιν, οἳ οὐδένα πω τῶν ἐχθρῶν εὐθὺς ἀπʼ ἀρχῆς ἀνέτρεψαν, ἀλλὰ πολλῶν ἐς αὐτοὺς ἁμαρτόντων, καὶ Καρχηδονίων ἔναγχος, ἐφείσαντο, τὰ σφέτερα αὐτοῖς ἀποδόντες καὶ φίλους ποιησάμενοι τους ἠδικηκότας.
だが彼は、アレクサンドロスこそローマ人の本性を分かっていないのだと言った。 ローマ人はかつて敵の誰をも最初からすぐに破滅させるようなことはせず、自分たちに対して多くの過ちを犯した者たち、直近ではカルタゴ人に対しても、命を助け、彼らの領土を彼らに返還し、不義を働いた者たちを友としたのである。
ἀγνοεῖς δʼ,
ἔφη,
καὶ τοῦθʼ, ὅτι τοῖς Ἕλλησιν ἔθνη πολλά, ὅσα βάρβαρα τὴν Μακεδονίαν περικάθηται, εἴ τις ἐξέλοι τοὺς Μακεδόνων βασιλέας, ἐπιδραμεῖται ῥᾳδίως.
「さらにあなたはこれも分かっていない」と彼は言った。 「もし誰かがマケドニアの王たちを取り除くならば、マケドニアの周囲を取り囲んでいる多くの野蛮な諸民族が、ギリシア人たちに容易に襲いかかるであろうということを。
ὅθεν ἐγὼ δοκιμάζω τὴν μὲν ἀρχὴν ἐᾶν τῶν Μακεδόνων προπολεμεῖν ὑμῶν πρὸς τοὺς βαρβάρους, Φίλιππον δὲ ἐκστῆναι τοῖς Ἕλλησιν ὧν πρότερον ἀντέλεγε χωρίων, καὶ Ῥωμαίοις ἐς τὴν τοῦ πολέμου δαπάνην ἐσενεγκεῖν τάλαντα διακόσια, ὅμηρά τε δοῦναι τὰ ἀξιολογώτατα καὶ τὸν υἱὸν αὐτοῦ Δημήτριον, μέχρι δὲ ταῦθʼ ἡ σύγκλητος ἐπικυρώσει, τετραμήνους ἀνοχὰς γενέσθαι.
それゆえ私は、マケドニアの支配をそのままにしておいて君たちのために野蛮人たちに対して防波堤となって戦わせ、一方でフィリッポスは、かつて領有を主張していたギリシア人の諸地域を明け渡し、ローマ人に対して戦争費用として二百タラントンを支払い、最も身分の高い者たちと彼の息子デメトリオスを人質として差し出すこと、そして元老院がこれらを承認するまでは、四ヶ月間の休戦を設けることを提案する。
δεξαμένου δὲ πάντα τοῦ Φιλίππου, τὴν μὲν εἰρήνην ἡ βουλὴ μαθοῦσα ἐπεκύρωσε, τὰς δὲ προτάσεις τὰς Φλαμινίνου σμικρύνασα καὶ φαυλίσασα, ἐκέλευσε τὰς πόλεις ὅσαι ἦσαν Ἑλληνίδες ὑπὸ Φιλίππῳ, πάσας ἐλευθέρας εἶναι, καὶ τὰς φρουρὰς ἀπʼ αὐτῶν Φίλιππον ἐξαγαγεῖν πρὸ τῶν ἐπιόντων Ἰσθμίων, ναῦς τε ὅσας ἔχει, χωρὶς ἑξήρους μιᾶς καὶ σκαφῶν πέντε καταφράκτων, παραδοῦναι τῷ Φλαμινίνῳ, καὶ ἀργυρίου τάλαντα Ῥωμαίοις ἐσενεγκεῖν πεντακόσια μὲν αὐτίκα πεντακόσια δὲ ἔτεσι δέκα, ἑκάστου τὸ μέρος ἔτους ἐς Ῥώμην ἀναφέροντα, ἀποδοῦναι δὲ καὶ αἰχμάλωτα καὶ αὐτόμολα αὐτῶν ὅσα ἔχοι.
」フィリッポスがすべてを受け入れると、元老院はその知らせを受けて和平を承認したものの、フラミニヌスの提案を矮小化して軽んじ、フィリッポスの支配下にあったギリシアの都市はすべて自由となること、そしてフィリッポスは来たるべきイストミア大祭の前にそれらの都市から守備隊を撤退させること、また、一隻の六段櫂船と五隻の甲板付きの船を除き、彼が所有するすべての船をフラミニヌスに引き渡すこと、そして銀五百タラントンを即座に、残りの五百タラントンを十年間で、毎年その分の額をローマに送りながら支払うこと、さらに、彼らが捕らえている捕虜や脱走兵をすべて返還することを命じた。
τάδε μὲν ἡ βουλὴ προσέθηκε, καὶ Φίλιππος ἐδέξατο ἅπαντα·
元老院はこれらの条件を付け加え、フィリッポスはすべてを受け入れた。
ᾧ καὶ μάλιστα ἡ σμικρολογία Φλαμινίνου καταφανὴς ἐγένετο.
これによって、フラミニヌスの控えめさがとりわけ明らかになった。
συμβούλους δʼ ἔπεμπον αὐτῷ, καθάπερ εἰώθεσαν ἐπὶ τοῖς λήγουσι πολέμοις, δέκα ἄνδρας, μεθʼ ὧν αὐτὸν ἔδει τὰ εἰλημμένα καθίστασθαι. "
元老院は、戦争の終結に際しての慣例通り、十人の使節を彼の元に派遣した。 彼らとともに、彼は獲得した事柄の処置を決定することになっていた。