Humanitext Reader

アッピアノス · マケドニア事件 §IV-VIII

第二次マケドニア戦争の勃発と各国の動向

2 / 9 箇所 · ギリシア語

要旨

フィリッポスが条約を破ってギリシア周辺やアッタロスの領地を荒らし、アンティオコスとの密約が暴露されたことでローマとの間で本格的な戦争が再開され、アカイア同盟も親ローマ派の強要によってローマ側への転向を余儀なくされる。

§IV"ὅτι μετʼ οὐ πολὺ Φίλιππος μὲν τῶν ὑπηκόων τοῖς ἐπὶ θαλάσσης στόλον ἐπαγγείλας, Σάμον καὶ Χίον εἷλε, καὶ μέρος τῆς Ἀττάλου γῆς ἐπόρθησε, καὶ αὐτῆς ἀπεπείρασε Περγάμου, μὴ φειδόυενος ἱερῶν ἢ τάφων, τήν τε Ῥοδίων περαίαν ἐδῄου διαλλακτήρων οἱ γεγονότων, καὶ ἑτέρῳ μέρει στρατοῦ τὴν Ἀττικὴν ἐλυμαίνετο καὶ τὰς Ἀθήνας ἐπολιόρκει, ὡς οὐδὲν τῶνδε Ῥωμαίοις προσηκόντων.
それから間もなく、フィリッポスは海沿いの臣下たちに艦隊を供出するよう命じてサモスとキオスを奪い、アッタロスの領地の一部を略奪し、ペルガモン自体をも神殿や墓を容赦することなく攻撃しようとした。 さらに、ロードス人が彼にとって和平の仲介者であったにもかかわらず彼らの対岸の領土を荒らし、軍の別の部分でアッティカを荒らしてアテネを包囲した。 これは、これらがローマ人には何の関係もないことであるかのようになされた。
λόγος τε ἦν ὅτι Φίλιππος καὶ Ἀντίοχος ὁ Σύρων βασιλεὺς ὑπόσχοιντο ἀλλήλοις, Ἀντιόχῳ μὲν ὁ Φίλιππος συστρατεύσειν ἐπί τε Αἴγυπτον καὶ ἐπὶ Κύπρον, ὧν τότε ἦρχεν ἔτι παῖς ὢν Πτολεμαῖος ὁ τέταρτος, ᾧ φιλοπάτωρ ἐπώνυμον ἦν, Φιλίππῳ δʼ Ἀντίοχος ἐπὶ Κυρήνην καὶ τὰς Κυκλάδας νήσους καὶ Ἰωνίαν.
また、フィリッポスとシリア王アンティオコスが互いに約束を交わしたという噂があった。 すなわち、フィリッポスはアンティオコスとともに、当時いまだ子供であってフィロパトルという通り名を持つプトレマイオス4世が支配していたエジプトとキプロスへ遠征し、アンティオコスはフィリッポスとともにキュレネ、キクラデス諸島、イオニアへ遠征するというものであった。
καὶ τήνδε τὴν δόξαν, ἐκταράσσουσαν ἅπαντας Ῥόδιοι μὲν Ῥωμαίοις ἐμήνυσαν, ἐπὶ δὲ τοῖς Ῥοδίων Ἀθηναίων πρέσβεις ᾐτιῶντο Φίλιππον τῆς πολιορκίας.
そして、すべての人々を動揺させたこの風説をロードス人がローマ人に告げ、ロードス人のこれに加えて、アテネの使節たちがフィリッポスによる包囲を非難した。
καὶ Αἰτωλοὶ μεταγιγνώσκοντες κατηγόρουν ὡς καὶ περὶ σφᾶς ἀπίστου γεγονότος, ἠξίουν τε αὖθις ἐς τοὺς Ῥωμαίων συμμάχους ἐγγραφῆναι.
またエトリア人も、後悔して彼が自分たちに対しても不誠実であったと非難し、再びローマの同盟者リストに登録されることを求めた。
Ῥωμαῖοι δʼ Αἰτωλοῖς ἐμέμψαντο τῆς οὐ πρὸ πολλοῦ μεταβολῆς, πρέσβεις δʼ ἐς τοὺς βασιλέας ἔπεμπον, οἳ προηγόρευον αὐτοῖς Ἀντίοχον μὲν Αἰγύπτῳ μὴ ἐπιχειρεῖν, Φίλιππον δὲ μηδὲν ἐς Ῥοδίους ἢ Ἀθηναίους ἢ Ἄτταλον ἢ ἐς ἄλλον τινὰ Ῥωμαίων φίλον ἁμαρτάνειν.
ローマ人はエトリア人を少し前の心変わりのゆえに非難したが、両王のもとに使節を送り、彼らに、アンティオコスはエジプトを攻撃しないこと、フィリッポスはロードス人、アテネ人、アッタロス、あるいは他のいかなるローマの友に対しても不正を働いてはならないことを布告した。
τούτοις ὁ Φίλιππος ἀπεκρίνατο Ῥωμαίοις ἕξειν καλῶς, ἂν ἐμμένωσιν ᾗ συνέθεντο πρὸς αὐτὸν εἰρήνῃ.
これに対しフィリッポスは、ローマ人にとって、自分と結んだ平和条約を彼らが守り続けるなら、すべてはうまくいくだろうと答えた。
οὕτω μὲν αἱ γενόμεναι σπονδαὶ ἐλέλυντο, καὶ στρατιὰ Ῥωμαίων ἐς τὴν Ἑλλάδα ἠπείγετο, στρατηγοῦντος Ποπλίου καὶ ναυαρχοῦντος Λευκίου. "
こうして、かつて結ばれた条約は破棄され、ローマの軍勢は、ププリウスが陸軍を率い、ルキウスが海軍を率いて、ギリシアへと急いだ。
§V"ὅτι ὁ Φίλιππος ὁ Μακεδόνων βασιλεὺς τῷ Φλαμινίνῳ σητει, συναγόντων αὐτοὺς Ἠπειρωτῶν πρέσβεων.
マケドニア王フィリッポスは、エピロス人の使節たちが二人を仲介するなかで、フラミニヌスと会談した。
ὡς δὲ ὁ Φλαμινῖνος Φίλιππον ἐκέλευσεν ἐκστῆναι τῆς Ἑλλάδος οὐ Ῥωμαίοις ἀλλὰ ταῖς πόλεσιν αὐταῖς, καὶ τὰς βλάβας ταῖς προειρημέναις ἀποδοθῆναι, ὁ μὲν Φίλιππος τὰ μὲν " §VI"ποιμὴν ὑπέσχετο στρατὸν εὔζωνον ἄξειν ὁδὸν ἀτριβῆ τρισὶν ἡμέραις.
フラミニヌスがフィリッポスに対し、ローマ人ではなく(ギリシアの)諸都市そのものにギリシアを明け渡し、上述の諸都市に損害を賠償するよう命じると、フィリッポスはあることについては…… 羊飼いが、軽装の軍勢を人通りのない道を通って三日間で案内することを約束した。
" §VII"ὅτι Λεύκιος Κοΐντιος ἐς τὸν τῶν Ἀχαιῶν σύλλογον ἀπέστειλε πρέσβεις, οἳ μετὰ Ἀθηναίων καὶ Ῥοδίων ἔπειθον αὐτοὺς μεταθέσθαι πρὸς σφᾶς ἀπὸ τοῦ Φιλίππου, διεπρεσβεύετο δὲ καὶ Φίλιππος αἰτῶν βοήθειαν ὡς συμμάχους.
ルキウス・クィンティウスはアカイア同盟の評議会へ使節を派遣し、使節らはアテネ人やロードス人とともに、彼らをフィリッポスから自分たちの方へと寝返るよう説得した。 フィリッポスもまた使節を送り、同盟者としての支援を求めた。
οἱ δὲ ἐνοχλούμενοι μὲν οἰκείῳ καὶ γείτονι πολέμῳ Νάβιδος τοῦ Λακεδαιμονίων τυράννου, διεστῶτες δὲ ταῖς γνώμαις ἠπόρουν, καὶ οἱ πλείονες ᾑροῦντο τὰ Φιλίππου καὶ ἀπεστρέφοντο Ῥωμαίους διά τινα ἐς τὴν Ἑλλάδα Σουλπικίου τοῦ στρατηγοῦ παρανομήματα.
アカイア人たちは、ラケダイモンの僭主ナビスの、身近で隣接する戦争に悩まされており、また意見が分かれて困惑していた。 そして大半の者はフィリッポスの側を選び、将軍スリピキウスがギリシアにおいて行ったいくつかの非道な行為のゆえにローマ人を忌避していた。
ἐγκειμένων δὲ βιαίως τῶν ῥωμαϊζόντων, οἱ πολλοὶ τῆς ἐκκλησίας ἀπεχώρουν δυσχεραίνοντες, καὶ οἱ λοιποὶ διὰ τὴν ὀλιγότητα ἐκβιασθέντες συνέθεντο τῷ Λευκίῳ, καὶ εὐθὺς ἠκολούθουν ἐπὶ Κόρινθον μηχανήματα φέροντες. "
しかし、ローマ派の者たちが強引に迫ったため、民会の多数の者は不快感を示して退席し、残った者たちは、少数であったために強いられてルキウスと合意を結び、すぐに攻城兵器を携えてコリントスへと随行した。
§VIII"ὅτι Φλαμινῖνος αὖθις συνῆλθεν ἐς λόγους Φιλίππῳ κατὰ τὸν Μηλιέα κόλπον, ἔνθα κατηγορούντων τοῦ Φιλίππου Ῥοδίων καὶ Αἰτωλῶν καὶ Ἀμυνάνδρου τοῦ Ἀθαμᾶνος ἐκέλευσε Φίλιππον ἐξάγειν τὰς φρουρὰς ἐκ Φωκίδος, καὶ πρέσβεις ἐς Ῥώμην ἀμφοτέρους ἀποστεῖλαι.
フラミニヌスはメリス湾の近くで再びフィリッポスと会談し、そこでロードス人、エトリア人、アタマニアのアミュナンドロスがフィリッポスを告発するなか、フィリッポスにフォキスから守備隊を撤退させ、双方ともローマへ使節を送るよう求めた。
γενομένων δὲ τούτων, οἱ μὲν Ἕλληνες ἐν τῇ βουλῇ τῇ Ῥωμαίων ἠξίουν τὸν Φίλιππον ἐξαγαγεῖν ἐκ τῆς Ἑλλάδος τὰς τρεῖς φρουρὰς ἃς αὐτὸς πέδας ἐκάλει τῆς Ἑλλάδος, τὴν μὲν ἐν Χαλκίδι·
これらが実行されると、ギリシア人たちはローマの元老院において、フィリッポス自身が「ギリシアの枷」と呼んでいた三つの守備隊をギリシアから撤退させるよう要求した。
Βοιωτοῖς καὶ Εὐβοεῦσι καὶ Λοκροῖς ἐπικειμένην, τὴν δὲ ἐν Κορίνθῳ καθάπερ πύλαις τὴν Πελοπόννησον ἀποκλείουσαν, καὶ τρίτην ἐν Δημητριάδι τὴν Αἰτωλοῖς καὶ Μάγνησιν ἐφεδρεύουσαν·
すなわち、ボイオティア人、エウボイア人、ロクリス人を威圧しているカルキスの守備隊、門のようにペロポネソス半島を遮断しているコリントスの守備隊、そして第三に、エトリア人とマグネシア人を威嚇しているデメトリアスの守備隊である。
ἡ δὲ βουλὴ τοὺς Φιλίππου πρέσβεις ἤρετο τί φρονοίη περὶ τῶνδε τῶν φρουρῶν ὁ βασιλεύς, ἀποκριναμένων δὲ ἀγνοεῖν, Φλαμινῖνον ἔφη κρινεῖν, καὶ πράξειν ὅ τι ἂν δίκαιον ἡγῆται.
元老院はフィリッポスの使節たちに、王がこれらの守備隊についてどう考えているかを尋ねたが、彼らが分からないと答えたため、フラミニヌスが判断し、彼が正しいと考えることを実行するであろうと述べた。
οὕτω μὲν οἱ πρέσβεις ἐκ Ῥώμης ἐπανῄεσαν, Φλαμινῖνος δὲ καὶ Φίλιππος ἐς οὐδὲν συμβαίνοντες ἀλλήλοις αὖθις ἐς πόλεμον καθίσταντο. "
こうして使節たちはローマから戻り、フラミニヌスとフィリッポスは互いに何ら合意に達することなく、再び戦争状態に入った。

語釈・文法注

  1. IVὡς οὐδὲν τῶνδε Ῥωμαῖοις προσηκόντων — 接続詞 ὡς を伴った属格独立構文。τῶνδε(これら)が分詞 προσηκόντων の意味上の主語(中性属格複数)であり、Ῥωμαῖοις は与格で「ローマ人にとって関係がある」を表す。全体で「これらがローマ人には全く関係がないかのように」というフィリッポスの主観的な口実・見解を表す。
  2. IVδιαλλακτήρων οἱ γεγονότων — 属格独立構文。διαλλακτήρων は γεγονότων の主語補語(属格)。οἱ は三人称代名詞の与格(sibi)で、主節の主語であるフィリッポスを指し、「彼にとって」の意。「彼らが彼(フィリッポス)の調停者となった(なっていた)にもかかわらず」という譲歩の意味を表す。
  3. Vσητει — 写本の破損(locus corruptus)。文脈および歴史的事実から、フィリッポスとフラミニヌスが「会談した」あるいは「交渉した」ことを表す動詞(例えば συνῆλθεν, συνῄει, または ἐς λόγους συνῄει の一部)がここに置かれていたと推測される。
  4. VIIἐγκειμένων δὲ βιαίως τῶν ῥωμαϊζόντων — 属格独立構文。τῶν ῥωμαϊζόντων(ローマ派の者たち)が現在分詞 ἐγκειμένων(迫る、強要する)の意味上の主語。「ローマ派の人々が強引に迫るなかで」という状況・原因を表す。

この箇所を引用する

アッピアノス, マケドニア事件 §IV-VIII. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0551.tlg011.humanitext-grc2:IV-VIII

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。