Humanitext Reader

阿庇安 · 马其顿篇 §IX#1

腓力的求和与元老院制定的条约

第 3 段,共 9 段 · 希腊语

内容简介

战败的腓力再次与弗拉米尼努斯进行和谈,弗拉米尼努斯不顾埃托利亚人的不满,为了希腊的稳定,提出了保留马其顿王国的和谈条件。然而,元老院认为弗拉米尼努斯的提议过于温和,追加了更为严厉的条件,并最终批准了和平协议。

§IX#1"ὅτι ἡττηθεὶς πάλιν ὁ Φίλιππος περὶ συμβάσεων ἐπεκηρυκεύετο πρὸς Φλαμινῖνον, ὁ δʼ αὖθις αὐτῷ συνελθεῖν ἐς λόγους συνεχώρει, πολλὰ μὲν τῶν Αἰτωλῶν δυσχεραινόντων, καὶ διαβαλλόντων αὐτὸν ἐς δωροδοκίαν, καὶ καταγιγνωσκόντων τῆς ἐς ἅπαντα εὐχεροῦς μεταβολῆς, ἡγούμενος δʼ οὔτε Ῥωμαίοις συμφέρειν οὔτε τοῖς Ἕλλησι Φιλίππου καθαιρεθέντος ἐπιπολάσαι τὴν Αἰτωλῶν βίαν.
再次战败的腓力向弗拉米尼努斯派去使者接洽和谈,后者同意再次与他举行会谈,尽管埃托利亚人对此大为不满,控告他收受贿赂,并谴责他在所有事情上轻易改变立场;但他认为,一旦腓力被推翻,埃托利亚人暴力的蔓延对于罗马人和希腊人而言都没有好处。
τάχα δʼ αὐτὸν καὶ τὸ παράδοξον τῆς νίκης ἀγαπᾶν ἐποίει.
或许,这场出人意料的胜利本身也使他感到满足。
συνθέμενος δὲ χωρίον οἷ τὸν Φίλιππον ἐπελθεῖν ἔδει τοὺς συμμάχους ἐκέλευσε γνώμην προαποφήνασθαι κατὰ πόλεις.
在约定了腓力应当应召前来的地点后,他命令盟友们按城邦提前发表意见。
τὰ μὲν δὴ παρὰ τῶν ἄλλων φιλάνθρωπα ἦν, τό τε τῆς τύχης ἄδηλον ἐξ ὧν ἔπαθεν ὁ Φίλιππος ὑφορωμένων, καὶ τὸ πταῖσμα τοῦτο οὐ κατʼ ἀσθένειαν ἀλλὰ πλέον ἐκ συντυχίας αὐτὸν παθεῖν ἡγουμένων·
其他城邦的意见确实是宽容的,因为他们从腓力所遭受的境遇中畏惧命运的无常,并认为他遭受这次挫折并非由于软弱,而更多是由于偶然的运气。
Ἀλέξανδρος δὲ ὁ τῶν Αἰτωλῶν πρόεδρος ἀγνοεῖν ἔφη τὸν Φλαμινῖνον ὅτι μηδὲν ἄλλο μήτε Ῥωμαίοις μήθʼ Ἕλλησι συνοίσει πλὴν ἐξαιρεθῆναι τὴν ἀρχὴν τὴν Φιλίππου.
但埃托利亚人的领袖亚历山大说,弗拉米尼努斯不知道,除了彻底铲除腓力的统治外,没有任何其他事情会对罗马人或希腊人有利。
ὁ δὲ Ἀλέξανδρον ἀγνοεῖν ἔφη τὴν Ῥωμαιων φύσιν, οἳ οὐδένα πω τῶν ἐχθρῶν εὐθὺς ἀπʼ ἀρχῆς ἀνέτρεψαν, ἀλλὰ πολλῶν ἐς αὐτοὺς ἁμαρτόντων, καὶ Καρχηδονίων ἔναγχος, ἐφείσαντο, τὰ σφέτερα αὐτοῖς ἀποδόντες καὶ φίλους ποιησάμενοι τους ἠδικηκότας.
但他回答说,亚历山大并不了解罗马人的本性,罗马人从未在最开始就立即彻底消灭任何敌人,相反,虽然许多人得罪过他们,甚至最近的迦太基人,他们也宽恕了他们,将他们的领地归还给他们,并将这些曾伤害过他们的人当做朋友。
ἀγνοεῖς δʼ, ἔφη, καὶ τοῦθʼ, ὅτι τοῖς Ἕλλησιν ἔθνη πολλά, ὅσα βάρβαρα τὴν Μακεδονίαν περικάθηται, εἴ τις ἐξέλοι τοὺς Μακεδόνων βασιλέας, ἐπιδραμεῖται ῥᾳδίως.
他说:“而且你也不知道这一点:如果有人除去了马其顿的国王们,那么围绕在马其顿周围的众多蛮族部落,将很容易侵袭希腊人。
ὅθεν ἐγὼ δοκιμάζω τὴν μὲν ἀρχὴν ἐᾶν τῶν Μακεδόνων προπολεμεῖν ὑμῶν πρὸς τοὺς βαρβάρους, Φίλιππον δὲ ἐκστῆναι τοῖς Ἕλλησιν ὧν πρότερον ἀντέλεγε χωρίων, καὶ Ῥωμαίοις ἐς τὴν τοῦ πολέμου δαπάνην ἐσενεγκεῖν τάλαντα διακόσια, ὅμηρά τε δοῦναι τὰ ἀξιολογώτατα καὶ τὸν υἱὸν αὐτοῦ Δημήτριον, μέχρι δὲ ταῦθʼ ἡ σύγκλητος ἐπικυρώσει, τετραμήνους ἀνοχὰς γενέσθαι.
因此,我建议保留马其顿的王国,让他们代你们抵抗蛮族,而腓力应当撤出他先前所争夺的希腊人的领地,并向罗马人支付两百塔兰同作为战争费用,交出最显贵的人质以及他的儿子德米特里乌斯,而在元老院批准这些条款之前,应停战四个月。
δεξαμένου δὲ πάντα τοῦ Φιλίππου, τὴν μὲν εἰρήνην ἡ βουλὴ μαθοῦσα ἐπεκύρωσε, τὰς δὲ προτάσεις τὰς Φλαμινίνου σμικρύνασα καὶ φαυλίσασα, ἐκέλευσε τὰς πόλεις ὅσαι ἦσαν Ἑλληνίδες ὑπὸ Φιλίππῳ, πάσας ἐλευθέρας εἶναι, καὶ τὰς φρουρὰς ἀπʼ αὐτῶν Φίλιππον ἐξαγαγεῖν πρὸ τῶν ἐπιόντων Ἰσθμίων, ναῦς τε ὅσας ἔχει, χωρὶς ἑξήρους μιᾶς καὶ σκαφῶν πέντε καταφράκτων, παραδοῦναι τῷ Φλαμινίνῳ, καὶ ἀργυρίου τάλαντα Ῥωμαίοις ἐσενεγκεῖν πεντακόσια μὲν αὐτίκα πεντακόσια δὲ ἔτεσι δέκα, ἑκάστου τὸ μέρος ἔτους ἐς Ῥώμην ἀναφέροντα, ἀποδοῦναι δὲ καὶ αἰχμάλωτα καὶ αὐτόμολα αὐτῶν ὅσα ἔχοι.
” 在腓力接受了所有条件后,元老院得知此事便批准了和平,但他们贬低并轻视了弗拉米尼努斯的提议,命令所有在腓力统治下的希腊城邦都获得自由,且腓力应当在即将到来的地峡运动会之前从中撤走守备队,并将其拥有的所有船只(一艘六层橹船和五艘有甲板的船除外)移交给弗拉米尼努斯,且立即向罗马人支付五百塔兰同银子,并在十年内再支付五百塔兰同,每年将相应份额解送至罗马,还要归还他所扣留的所有战俘和逃兵。
τάδε μὲν ἡ βουλὴ προσέθηκε, καὶ Φίλιππος ἐδέξατο ἅπαντα· ᾧ καὶ μάλιστα ἡ σμικρολογία Φλαμινίνου καταφανὴς ἐγένετο.
元老院增加了这些条款,腓力全部接受了;这也使得弗拉米尼努斯的提议之手软尤为明显。
συμβούλους δʼ ἔπεμπον αὐτῷ, καθάπερ εἰώθεσαν ἐπὶ τοῖς λήγουσι πολέμοις, δέκα ἄνδρας, μεθʼ ὧν αὐτὸν ἔδει τὰ εἰλημμένα καθίστασθαι. "
元老院还按照他们在战争结束时的惯例,向他派出了十位委员会成员,他将与他们一同处置所占领之地的事务。

词汇与语法注释

  1. 1πολλὰ μὲν τῶν Αἰτωλῶν δυσχεραινόντων, καὶ διαβαλλόντων αὐτὸν ἐς δωροδοκίαν, καὶ καταγιγνωσκόντων τῆς ἐς ἅπαντα εὐχεροῦς μεταβολῆς — 这是以 τῶν Αἰτωλῶν 为逻辑主语的、包含三个并列分词(δυσχεραινόντων, διαβαλλόντων, καταγιγνωσκόντων)的属格独立结构。πολλὰ 作为副词使用(意为“极大地”、“频繁地”),修饰 δυσχεραινόντων。καταγιγνωσκόντων(谴责、非难)支配属格的谴责对象,即 μεταβολῆς(转变)。
  2. 1Φιλίππου καθαιρεθέντος — 这是使用被动语态不定过去时分词的属格独立结构,表示条件(“如果腓力被推翻”)。它在“对格+不定式”结构 οὔτε... ἐπιπολάσαι(“……是没有好处的”)中起到从属条件句的作用,其中 τὴν Αἰτωλῶν βίαν 是 ἐπιπολάσαι 的主格对格。
  3. 1ὑφορωμένων... ἡγουμένων — 这是接续前文 παρὰ τῶν ἄλλων(来自其他城邦的[意见])的属格独立结构,其逻辑主语指代“其他人”(即其他城邦的代表)。在上下文中,它解释了他们表达宽容意见的原因和背景(“因为他们害怕……并认为……”)。
  4. 2προπολεμεῖν ὑμῶν — 动词 προπολεμέω(在……前面战斗、代……战斗)支配被保护或防卫对象的属格(ὑμῶν)。此处指马其顿作为希腊人抵抗蛮族的屏障这一地缘政治角色。
  5. 3ᾧ καὶ μάλιστα ἡ σμικρολογία Φλαμινίνου — 关系代名词 ᾧ 是中性单数与格,作为连接关系词使用(意为“由此”、“结果”),指代前述元老院追加严厉条件的行为。此处 σμικρολογία 意为“微小、手软、低估”,意指与元老院的严厉要求相比,弗拉米尼努斯起初的和谈建议显得多么温和与不足。

引用这一段

阿庇安, 马其顿篇 §IX#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg011.humanitext-grc2:IX%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。