§IV"ὅτι μετʼ οὐ πολὺ Φίλιππος μὲν τῶν ὑπηκόων τοῖς ἐπὶ θαλάσσης στόλον ἐπαγγείλας, Σάμον καὶ Χίον εἷλε, καὶ μέρος τῆς Ἀττάλου γῆς ἐπόρθησε, καὶ αὐτῆς ἀπεπείρασε Περγάμου, μὴ φειδόυενος ἱερῶν ἢ τάφων, τήν τε Ῥοδίων περαίαν ἐδῄου διαλλακτήρων οἱ γεγονότων, καὶ ἑτέρῳ μέρει στρατοῦ τὴν Ἀττικὴν ἐλυμαίνετο καὶ τὰς Ἀθήνας ἐπολιόρκει, ὡς οὐδὲν τῶνδε Ῥωμαίοις προσηκόντων.
此后不久,腓力命令沿海的臣民集结舰队,攻占了萨摩斯和希奥斯,蹂躏了阿塔罗斯的部分领土,甚至企图染指佩尔加蒙本身,连神庙和坟墓也未能幸免;尽管罗德斯人曾作为他的和解调停人,他却依然蹂躏了罗德斯人的对岸领地,并用军队的另一部分蹂躏阿提卡,包围雅典,仿佛这些事情与罗马人毫无关系。
λόγος τε ἦν ὅτι Φίλιππος καὶ Ἀντίοχος ὁ Σύρων βασιλεὺς ὑπόσχοιντο ἀλλήλοις, Ἀντιόχῳ μὲν ὁ Φίλιππος συστρατεύσειν ἐπί τε Αἴγυπτον καὶ ἐπὶ Κύπρον, ὧν τότε ἦρχεν ἔτι παῖς ὢν Πτολεμαῖος ὁ τέταρτος, ᾧ φιλοπάτωρ ἐπώνυμον ἦν, Φιλίππῳ δʼ Ἀντίοχος ἐπὶ Κυρήνην καὶ τὰς Κυκλάδας νήσους καὶ Ἰωνίαν.
当时有传言称,腓力和叙利亚国王安条克彼此达成协议:腓力将协助安条克进攻埃及和塞浦路斯(当时这些地方由尚处于童年、绰号为“爱父者”的托勒密四世统治),而安条克将协助腓力夺取昔兰尼、基克拉泽斯群岛以及伊奥尼亚。
καὶ τήνδε τὴν δόξαν, ἐκταράσσουσαν ἅπαντας Ῥόδιοι μὲν Ῥωμαίοις ἐμήνυσαν, ἐπὶ δὲ τοῖς Ῥοδίων Ἀθηναίων πρέσβεις ᾐτιῶντο Φίλιππον τῆς πολιορκίας.
罗德斯人向罗马人通报了这一令所有人陷入恐慌的传闻,随后,雅典人的使者也控告腓力对他们进行包围。
καὶ Αἰτωλοὶ μεταγιγνώσκοντες κατηγόρουν ὡς καὶ περὶ σφᾶς ἀπίστου γεγονότος, ἠξίουν τε αὖθις ἐς τοὺς Ῥωμαίων συμμάχους ἐγγραφῆναι.
埃托利亚人也感到后悔,指责腓力对他们同样不守信用,并请求重新被列入罗马人的盟友之中。
Ῥωμαῖοι δʼ Αἰτωλοῖς ἐμέμψαντο τῆς οὐ πρὸ πολλοῦ μεταβολῆς, πρέσβεις δʼ ἐς τοὺς βασιλέας ἔπεμπον, οἳ προηγόρευον αὐτοῖς Ἀντίοχον μὲν Αἰγύπτῳ μὴ ἐπιχειρεῖν, Φίλιππον δὲ μηδὲν ἐς Ῥοδίους ἢ Ἀθηναίους ἢ Ἄτταλον ἢ ἐς ἄλλον τινὰ Ῥωμαίων φίλον ἁμαρτάνειν.
罗马人责备了埃托利亚人不久前的反复无常,但仍向两位国王派出了使者,向他们宣告:安条克不得进攻埃及,腓力不得对罗德斯人、雅典人、阿塔罗斯或罗马人的任何其他友人有任何侵犯。
τούτοις ὁ Φίλιππος ἀπεκρίνατο Ῥωμαίοις ἕξειν καλῶς, ἂν ἐμμένωσιν ᾗ συνέθεντο πρὸς αὐτὸν εἰρήνῃ.
对此,腓力向罗马人答复道,只要罗马人遵守与他达成的和平条约,一切都会安好。
οὕτω μὲν αἱ γενόμεναι σπονδαὶ ἐλέλυντο, καὶ στρατιὰ Ῥωμαίων ἐς τὴν Ἑλλάδα ἠπείγετο, στρατηγοῦντος Ποπλίου καὶ ναυαρχοῦντος Λευκίου. "
这样,先前达成的和约便被宣告废除,罗马军队在普普利乌斯统率陆军、卢修斯统率海军的指挥下急行军前往希腊。
§V"ὅτι ὁ Φίλιππος ὁ Μακεδόνων βασιλεὺς τῷ Φλαμινίνῳ σητει, συναγόντων αὐτοὺς Ἠπειρωτῶν πρέσβεων.
马其顿国王腓力在伊庇鲁斯使者的斡旋下,同弗拉米尼努斯举行了会谈。
ὡς δὲ ὁ Φλαμινῖνος Φίλιππον ἐκέλευσεν ἐκστῆναι τῆς Ἑλλάδος οὐ Ῥωμαίοις ἀλλὰ ταῖς πόλεσιν αὐταῖς, καὶ τὰς βλάβας ταῖς προειρημέναις ἀποδοθῆναι, ὁ μὲν Φίλιππος τὰ μὲν
" §VI"ποιμὴν ὑπέσχετο στρατὸν εὔζωνον ἄξειν ὁδὸν ἀτριβῆ τρισὶν ἡμέραις. "
当弗拉米尼努斯命令腓力撤出希腊,不是将权力交予罗马人,而是交予这些城邦自身,并向上述城邦赔偿损失时,腓力一方面…… 一名牧羊人许诺在三天内带领一支轻装军队通过一条人迹罕至的道路。
§VII"ὅτι Λεύκιος Κοΐντιος ἐς τὸν τῶν Ἀχαιῶν σύλλογον ἀπέστειλε πρέσβεις, οἳ μετὰ Ἀθηναίων καὶ Ῥοδίων ἔπειθον αὐτοὺς μεταθέσθαι πρὸς σφᾶς ἀπὸ τοῦ Φιλίππου, διεπρεσβεύετο δὲ καὶ Φίλιππος αἰτῶν βοήθειαν ὡς συμμάχους.
卢修斯·昆克蒂乌斯向阿开亚人的大会派遣了使者,他们与雅典人及罗德斯人一同说服阿开亚人脱离腓力、转而加入他们。 腓力也派使者前来,请求他们作为盟友提供援助。
οἱ δὲ ἐνοχλούμενοι μὲν οἰκείῳ καὶ γείτονι πολέμῳ Νάβιδος τοῦ Λακεδαιμονίων τυράννου, διεστῶτες δὲ ταῖς γνώμαις ἠπόρουν, καὶ οἱ πλείονες ᾑροῦντο τὰ Φιλίππου καὶ ἀπεστρέφοντο Ῥωμαίους διά τινα ἐς τὴν Ἑλλάδα Σουλπικίου τοῦ στρατηγοῦ παρανομήματα.
但阿开亚人正受到与拉刻代蒙僭主纳比斯的切身且邻近的战争困扰,且意见分歧、无所适从;大多数人更倾向于腓力,并由于将军苏尔皮基乌斯在希腊的一些不法行径而排斥罗马人。
ἐγκειμένων δὲ βιαίως τῶν ῥωμαϊζόντων, οἱ πολλοὶ τῆς ἐκκλησίας ἀπεχώρουν δυσχεραίνοντες, καὶ οἱ λοιποὶ διὰ τὴν ὀλιγότητα ἐκβιασθέντες συνέθεντο τῷ Λευκίῳ, καὶ εὐθὺς ἠκολούθουν ἐπὶ Κόρινθον μηχανήματα φέροντες. "
但在亲罗马派强力施压的情况下,大会的多数人因反感而离席,剩下的人由于人数稀少被迫与卢修斯达成协议,并立即携带攻城器械随同前往科林斯。
§VIII"ὅτι Φλαμινῖνος αὖθις συνῆλθεν ἐς λόγους Φιλίππῳ κατὰ τὸν Μηλιέα κόλπον, ἔνθα κατηγορούντων τοῦ Φιλίππου Ῥοδίων καὶ Αἰτωλῶν καὶ Ἀμυνάνδρου τοῦ Ἀθαμᾶνος ἐκέλευσε Φίλιππον ἐξάγειν τὰς φρουρὰς ἐκ Φωκίδος, καὶ πρέσβεις ἐς Ῥώμην ἀμφοτέρους ἀποστεῖλαι.
弗拉米尼努斯在梅里斯湾附近再次同腓力举行会谈,在罗德斯人、埃托利亚人和阿萨马尼亚人阿米南德对腓力的控告声中,他命令腓力撤走福基斯的守备队,并让双方都派遣使者前往罗马。
γενομένων δὲ τούτων, οἱ μὲν Ἕλληνες ἐν τῇ βουλῇ τῇ Ῥωμαίων ἠξίουν τὸν Φίλιππον ἐξαγαγεῖν ἐκ τῆς Ἑλλάδος τὰς τρεῖς φρουρὰς ἃς αὐτὸς πέδας ἐκάλει τῆς Ἑλλάδος, τὴν μὲν ἐν Χαλκίδι· Βοιωτοῖς καὶ Εὐβοεῦσι καὶ Λοκροῖς ἐπικειμένην, τὴν δὲ ἐν Κορίνθῳ καθάπερ πύλαις τὴν Πελοπόννησον ἀποκλείουσαν, καὶ τρίτην ἐν Δημητριάδι τὴν Αἰτωλοῖς καὶ Μάγνησιν ἐφεδρεύουσαν·
这些事情办妥后,希腊人在罗马元老院要求腓力从希腊撤走他自己称为“希腊之枷锁”的三处守备队:其一在哈尔基斯,威逼着玻俄提亚人、优波亚人和洛克里斯人;其二在科林斯,如同大门一般锁闭着伯罗奔尼撒;其三在德米特里阿斯,伺机威胁着埃托利亚人和马格内西亚人。
ἡ δὲ βουλὴ τοὺς Φιλίππου πρέσβεις ἤρετο τί φρονοίη περὶ τῶνδε τῶν φρουρῶν ὁ βασιλεύς, ἀποκριναμένων δὲ ἀγνοεῖν, Φλαμινῖνον ἔφη κρινεῖν, καὶ πράξειν ὅ τι ἂν δίκαιον ἡγῆται.
元老院询问腓力的使者,国王对于这些守备队有何想法,使者们回答说不知道,元老院遂表示将由弗拉米尼努斯来做裁决,并执行他认为公正的决定。
οὕτω μὲν οἱ πρέσβεις ἐκ Ῥώμης ἐπανῄεσαν, Φλαμινῖνος δὲ καὶ Φίλιππος ἐς οὐδὲν συμβαίνοντες ἀλλήλοις αὖθις ἐς πόλεμον καθίσταντο. "
于是使者们从罗马返回,弗拉米尼努斯和腓力因未能达成任何协议,再次投入到战争之中。