Humanitext Reader

アッピアノス · ハンニバル戦記 §312-315

ファビウスの持久戦術と牛の奇策によるハンニバルの脱出

4 / 19 箇所 · ギリシア語

要旨

独裁官ファビウスは持久戦によりハンニバルを追い詰め、無謀な戦闘を避けたが、ローマ市民はミヌキウスに同等の指揮権を与えて混乱を招いた。その後、ハンニバルは狭隘な地でファビウスに包囲されるも、牛の角に松明を縛り付けて夜間に放つ奇策によって窮地を脱し、ゲロニアで冬営に入った。

§312Ἀννίβας δέ, θεοῦ παράγοντος αὐτόν, ἐπὶ τὸν Ἰόνιον αὖθις ἐτράπη, καὶ τὴν παράλιον ὁδεύων ἐπόρθει, λείαν τε περιήλαυνε πολλήν.
一方ハンニバルは、神が彼を導くままに、再びイオニア海の方へと向かい、沿岸を進みながら略奪を働き、多くの戦利品を集めて回った。
Σερουίλιος δʼ ὕπατος ἀντιπαριὼν αὐτῷ κατῇρεν ἐς Ἀρίμινον, ἀπέχων Ἀννίβου μίαν ἡμέραν·
執政官セルウィリウスは彼と並行して進み、ハンニバルから一日の距離にあるアリミヌムに到着した。
ἔνθα τὴν στρατιὰν συνεῖχε καὶ τοὺς ἔτι φίλους Κελτῶν ἀπεθάρρυνεν, ἕως ἀφικόμενος Φάβιος Μάξιμος ὁ δικτάτωρ Σερουίλιον μὲν ἐς Ῥώμην ἔπεμπεν ὡς οὔτε ὕπατον οὔτε στρατηγὸν ἔτι ὄντα δικτάτορος ᾑρημένου, αὐτὸς δὲ τῷ Ἀννίβᾳ παρακολουθῶν ἐς μὲν χεῖρας οὐκ ᾔει, πολλάκις ἐκείνου προκαλουμένου, πολιορκεῖν δʼ οὐδένα εἴα, παραφυλάσσων καὶ ἐπικείμενος.
そこで彼は軍を留め、まだ友好関係にあったケルト人たちを勇気づけていたが、そこへ独裁官ファビウス・マクシムスが到着した。 ファビウスは、独裁官が選出された以上はもはや執政官でも将軍でもないとして、セルウィリウスをローマへと送り返した。 彼自身はハンニバルを追尾したものの、相手がいくら挑発しても手出しをせず、また誰も包囲されることのないように警戒し、敵を監視しつつ付きまとった。
ὁ δέ, τῆς χώρας ἐξαναλωμένης, τροφῶν ἠπόρει, καὶ αὐτὴν αὖθις περιιὼν ἑκάστης ἡμέρας ἐξέτασσε, προκαλούμενος ἐς μάχην.
ハンニバルは、その地域が荒廃し尽くされたために食糧に窮するようになり、再びその周辺を巡りながら毎日布陣しては戦いを挑んだ。
Φάβιος δʼ οὐ συνεπλέκετο, καταγιγνώσκοντος αὐτοῦ Μινουκίου Ῥούφου, ὃς ἵππαρχος μὲν ἦν αὐτῷ, ἔγραφε δʼ ἐς Ῥώμην τοῖς φίλοις ὡς ὀκνοίη Φάβιος ὑπὸ δειλίας.
しかしファビウスは交戦しなかった。 これに対して、彼の騎兵総監であったミヌキウス・ルフスは不満を抱き、ファビウスが臆病さゆえに躊躇しているのだとローマの友人たちに手紙を書き送った。
διαδραμόντος δʼ ἐς Ῥώμην ἐπὶ θυσίας τινὰς τοῦ Φαβίου, ὁ Μινούκιος ἡγούμενος τοῦ στρατοῦ συνεπλέκη τινὰ μάχην τῷ Ἀννίβᾳ, καὶ δόξας πλέον ἔχειν θρασύτερον ἐς Ῥώμην ἐπέστελλε τῇ βουλῇ, τὸν Φάβιον αἰτιώμενος οὐκ ἐθέλοντα νικῆσαι.
その後、ファビウスがある犠牲祭のためにローマへ赴いた隙に、軍の指揮を執っていたミヌキウスはハンニバルと小規模な戦闘を行い、優勢に立ったと考え、ファビウスは勝利を望んでいないと難詰する手紙を尊大な態度で元老院に送った。
καὶ ἡ βουλή, ἐπανεληλυθότος ἐς τὸ στρατόπεδον ἤδη τοῦ Φαβίου, ἴσον ἰσχύειν αὐτῷ τὸν ἵππαρχον ἀπέφηνεν.
そして元老院は、ファビウスがすでに陣営に戻っていたにもかかわらず、騎兵総監に彼と同等の権限を与えると宣言した。
§313οἱ μὲν δὴ μερισάμενοι τὴν στρατιὰν πλησίον ἀλλήλων ἐστρατοπέδευον, καὶ τῆς γνώμης ἑκάτερος εἴχοντο τῆς ἑαυτοῦ, Φάβιος μὲν ἐκτρύχειν Ἀννίβαν τῷ χρόνῳ καὶ πειρᾶσθαι μηδὲν ὑπʼ αὐτοῦ παθεῖν, ὁ δὲ Μινούκιος μάχῃ διακριθῆναι.
彼らは軍を二分して互いに近くに陣を敷いたが、それぞれが自らの見解を固持していた。 ファビウスは時間とともにハンニバルを疲弊させ、彼からいかなる損害も受けないように努めるべきだと考えていたが、ミヌキウスは戦闘によって決着をつけるべきだと考えていた。
συνιόντος δὲ ἐς μάχην τοῦ Μινουκίου, Φάβιος τὸ μέλλον ἔσεσθαι προορῶν ἐν μέσῳ τὴν στρατιὰν ἀτρεμοῦσαν ἔστησε τὴν ἑαυτοῦ, καὶ τοὺς τοῦ Μινουκίου τραπέντας ἀνελάμβανε, τοὺς δʼ Ἀννίβου διώκοντας ἀπεκρούετο.
ミヌキウスが戦闘に突入した際、将来起こるべき事態を見通していたファビウスは、自らの軍をその中間に静止させて待機させ、敗走してきたミヌキウスの兵たちを収容し、追撃してきたハンニバルの兵たちを撃退した。
καὶ Φάβιος μὲν ὧδε τὴν συμφορὰν ἐπεκούφισε τῷ Μινουκίῳ, οὐδὲν ἐπιμηνίσας τῆς διαβολῆς·
このようにしてファビウスは、中傷に対して何ら怒りを示すこともなく、ミヌキウスの受けた惨劇を和らげた。
ὁ δὲ Μινούκιος αὑτοῦ καταγνους ἀπειρίαν ἀπέθετο τὴν ἀρχήν, καὶ τὸ μέρος τοῦ στρατοῦ παρέδωκε τῷ Φαβίῳ, ἡγουμένῳ πρὸς ἄνδρα τεχνίτην μάχης ἕνα καιρὸν εἶναι τὴν ἀνάγκην.
ミヌキウスは自らの無経験を悟ってその指揮権を返上し、軍のその部分をファビウスに引き渡した。 彼は、戦闘の達人を相手にするには、必要性(不可避の状況)こそが唯一の好機であると考えていたのである。
οὗ δὴ καὶ ὁ Σεβαστὸς ὕστερον πολλάκις ἐμέμνητο, οὐκ ὢν εὐχερὴς οὐδʼ οὗτος ἐς μάχας μᾶλλον τόλμῃ ἢ τέχνῃ χρῆσθαι.
のちにアウグストゥス帝もこのことをしばしば称賛していた。 彼自身も、戦闘において勇気よりも技術を用いることを好んだからである。
Φάβιος μὲν οὖν αὖθις ὁμοίως ἐφύλασσε τὸν Ἀννίβαν, καὶ τὴν χώραν πορθεῖν ἐκώλυεν, οὐ συμπλεκόμενος αὐτοῦ τῷ στρατῷ παντί, τοῖς δʼ ἀποσκιδναμένοις μόνοις ἐπιτιθέμενος, καὶ σαφῶς εἰδὼς ἀπορήσοντα τροφῶν αὐτίκα τὸν Ἀννίβαν.
こうしてファビウスは再び同様にしてハンニバルを監視し、その地方が略奪されるのを防ぎ、敵の全軍と交戦することはせず、ただ本隊から離れた者たちだけに襲いかかり、ハンニバルがまもなく食糧不足に陥ることを確信していた。
§314στενῆς δὲ διόδου πλησιαζούσης, ὁ μὲν Ἀννίβας αὐτὴν οὐ προείδετο, Φάβιος δὲ προπέμψας τετρακισχιλίους κατέλαβε, καὶ τοῖς λοιποῖς αὐτὸς ἐπὶ θάτερα ἐστρατοπέδευεν ἐπὶ λόφου καρτεροῦ.
狭い通路が近づいたとき、ハンニバルはそれを予見していなかったが、ファビウスはあらかじめ四千名を派遣してそこを占拠させ、自らは残りの軍勢を率いて、その反対側の堅固な丘の上に陣を敷いた。
ὁ δὲ Ἀννίβας ὡς ᾔσθετο ληφθεὶς ἐν μέσῳ Φαβίου τε καὶ τῶν στενῶν φυλασσομένων, ἔδεισε μὲν ὡς οὔ ποτε πρότερον·
ハンニバルは、自らがファビウスと守備されている狭い通路の間に挟まれたことに気づくと、かつてないほど恐れた。
οὐ γὰρ εἶχε διέξοδον, ἀλλὰ πάντα ἦν ἀπόκρημνα καὶ δύσβατα, οὐδʼ ἤλπιζε Φάβιον ἢ τοὺς ἐπὶ τῶν στενῶν βιάσεσθαι διὰ τὴν τῶν χωρίων ὀχυρότητα.
なぜなら抜け道がなく、周囲はすべて絶壁と険路であり、その地の堅固さゆえに、ファビウスや通路を守る兵たちを突破できるとは期待できなかったからである。
ὧδε δʼ ἔχων ἀπορίας τοὺς μὲν αἰχμαλώτους ἐς πεντακισχιλίους ὄντας κατέσφαξεν, ἵνα μὴ ἐν τῷ κινδύνῳ νεωτερίσειαν, βοῦς δὲ ὅσας εἶχεν ἐν τῷ στρατοπέδῳ (πολὺ δὲ πλῆθος ἦν), τοῖς κέρασιν αὐτῶν δᾷδας περιέθηκε, καὶ νυκτὸς ἐπιγενομένης τὰς δᾷδας ἐξάψας τὸ λοιπὸν ἐν τῷ στρατοπέδῳ πῦρ ἔσβεσε, καὶ σιγὴν βαθεῖαν ἔχειν παρήγγειλε, τοῖς δʼ εὐτολμοτάτοις τῶν νέων ἐκέλευσε τὰς βοῦς ἐλαύνειν μετὰ σπουδῆς ἄνω πρὸς τὰ ἀπόκρημνα, ἃ ἦν ἐν μέσῳ τοῦ τε Φαβίου καὶ τῶν στενῶν.
このような窮状において、彼は五千名ほどいた捕虜たちを、危局において反乱を起こさないように虐殺した。 そして、陣営にいたすべての牛(非常に多数であった)の角に松明を縛り付け、夜が訪れると松明に火を灯し、陣営内の残りの火を消して深い沈黙を守るよう命じた。 そして、若者たちの中で最も勇敢な者たちに、その牛たちをファビウスと狭い通路の間にある絶壁の方へと急いで追い立てるよう命じた。
αἱ δʼ ὑπό τε τῶν ἐλαυνόντων ἐπειγόμεναι, καὶ τοῦ πυρὸς ἐκκαίοντος αὐτάς, ἀνεπήδων ἐπὶ τοὺς κρημνοὺς ἀφειδῶς καὶ βιαίως, εἶτα κατέπιπτον καὶ αὖθις ἀνεπήδων.
牛たちは、追い立てる者たちに駆り立てられ、また火が身を焦がすため、崖の上へと容赦なく激しく駆け上がり、転落しては再び駆け上がった。
§315Ῥωμαῖοι δὲ οἱ ἑκατέρωθεν, ὁρῶντες ἐν μὲν τῷ Ἀννίβου στρατοπέδῳ σιγὴν καὶ σκότον, ἐν δὲ τοῖς ὄρεσι πῦρ πολὺ καὶ ποικίλον, οὐκ ἔχοντες ὡς ἐν νυκτὶ τὸ γιγνόμενον ἀκριβῶς ἐπινοῆσαι, ὁ μὲν Φάβιος εἴκαζεν εἶναί τι στρατήγημα τοῦτο Ἀννίβου, καὶ συνεῖναι μὴ δυνάμενος ἀτρέμα συνεῖχε τὴν στρατιάν, τὴν νύκτα ὑφορώμενος·
両側にいたローマ人たちは、ハンニバルの陣営には静寂と暗闇がある一方、山々には多くの乱れ動く火があるのを見て、夜間のこととて何が起きているのか正確に理解することができなかった。 ファビウスは、これがハンニバルの何らかの策略であると推測し、理解できないために、夜襲を警戒して軍を静かに留め置いた。
οἱ δʼ ἐν τοῖς στενοῖς ὑπέλαβον, ἅπερ ἤθελεν ὁ Ἀννίβας, φεύγειν αὐτὸν ὡς ἐν ἀπόροις, ἄνω διὰ τῶν κρημνῶν βιαζόμενον, καὶ μετεπήδων ἐπὶ τὴν φαντασίαν τοῦ πυρὸς καταθέοντες ὡς ἐκεῖ ληψόμενοι τὸν Ἀννίβαν κακοπαθοῦντα.
一方、狭い通路を守る者たちは、ハンニバルが望んだ通り、彼が窮地に陥って逃亡を図り、絶壁を越えて上方へ強行突破しようとしているのだと誤認し、その火の幻影へと飛びつき、そこで困難に直面しているハンニバルを捕らえようと駆け下りていった。
ὁ δὲ ὡς εἶδε καταβάντας αὐτοὺς ἐκ τῶν στενῶν, διέδραμεν ἐς αὐτὰ τοῖς ταχυτάτοις ἄνευ φωτὸς μετὰ σιωπῆς, ἵνα διαλάθοι, καταλαβὼν δὲ αὐτὰ καὶ κρατυνάμενος ἐσήμηνε τῇ σάλπιγγι·
ハンニバルは、彼らが通路から下りてくるのを見ると、気付かれないように、明かりを消して静黙のうちに最速の兵たちを率いてその通路へと駆け抜けた。 そこを占拠して防備を固めると、彼はラッパを鳴らさせた。
καὶ τὸ στρατόπεδον ἀντεβόησεν αὐτῷ, καὶ πῦρ αἰφνίδιον ἐξέφηναν.
すると彼の陣営も彼に応え、一斉に火を掲げた。
Ῥωμαῖοι μὲν δὴ τότε ᾔσθοντο τῆς ἀπάτης, ὁ δὲ στρατὸς ὁ ἄλλος Ἀννίβου καὶ οἱ τὰς βοῦς ἐλαύνοντες ἐπὶ τὰ στενὰ ἀδεῶς διέδραμον.
ローマ人たちはそのとき初めて欺かれたことに気づき、ハンニバルの残りの軍勢と牛を追っていた者たちは、何ら恐れることなくその通路を駆け抜けた。
καὶ αὐτοὺς συναγαγὼν ἀπῇρεν ἐς τὸ πρόσω.
そして、彼らを合流させると、ハンニバルは前方へと出発した。
οὕτω μὲν ἐξ ἀέλπτου τότε ὁ Ἀννίβας αὐτός τε περιῆν καὶ τὸν στρατὸν περιέσωζε, καὶ ἐς Γερωνίαν τῆς Ἰαπυγίας ἐπειχθείς, ἣ σίτου πλήρης ἦν, ἐξεῖλεν αὐτήν, καὶ ἐν ἀφθόνοις ἀδεῶς ἐχείμαζεν.
このようにしてハンニバルは当時、思いがけずも自ら生き残り、軍を救い出し、穀物が豊富であったイアピュギアのゲロニアへと急行してこれを攻略し、豊かな物資の中で恐れることなく冬を越した。

語釈・文法注

  1. §312ὡς οὔτε ὕπατον οὔτε στρατηγὸν ἔτι ὄντα δικτάτορος ᾑρημένου — ὡς + 分詞(ἔτι ὄντα)は主観的・提示された理由を表し、「もはや執政官でも将軍でもないとして」の意。これに続く δικτάτορος ᾑρημένου は属格独立(絶対属格)で、独裁官が選出された状況を付帯的に表している。
  2. §313ἡγουμένῳ πρὸς ἄνδρα τεχνίτην μάχης ἕνα καιρὸν εἶναι τὴν ἀνάγκην — 与格の分詞 ἡγουμένῳ は前述のファビウス(τῷ Φαβίῳ)に係る。その補文である対格不定詞構文において、τὴν ἀνάγκην が不定詞 εἶναι の主語、ἕνα καιρόν が述語であり、「戦いの達人(ハンニバル)を相手にするには、必要性(不可避の状況)こそが唯一の好機であると考えている」の意となる。
  3. §314ὧδε δʼ ἔχων ἀπορίας — ἔχω + 副詞 + 属格の構文で、「〜の(属格)状態(副詞)にある」を意味する。「このように窮した(困難な)状況にあって」と解釈される。
  4. §315οὐκ ἔχοντες ὡς ἐν νυκτὶ τὸ γιγνόμενον ἀκριβῶς ἐπινοῆσαι — οὐκ ἔχοντες は「(方法を)持たない」から「〜できない(+不定詞 ἐπινοῆσαι)」の意。また ὡς ἐν νυκτὶ は限定的な副詞句で、「夜間のこととて」「夜間であることを考慮すると」という意味を表す。

この箇所を引用する

アッピアノス, ハンニバル戦記 §312-315. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0551.tlg008.humanitext-grc2:312-315

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。