§28οἱ δʼ ἐν ἄστει Ῥωμαῖοι πυθόμενοι, καὶ τρίτον ἤδη πταίοντες περὶ Πάδον ἥττηντο γὰρ δὴ καὶ ὑπὸ Βοιῶν πρὸ Ἀννίβου), στρατιάν τε παρʼ αὑτῶν ἄλλην κατέλεγον, σὺν τοῖς οὖσι περὶ τὸν Πάδον ὡς εἶναι τρισκαίδεκα τέλη, καὶ τοῖς συμμάχοις ἑτέραν διπλασίονα ταύτης ἐπήγγελλον.
首都のローマ人たちはこれを知り、すでにパドス川周辺で三度目の挫折を味わっていたため(というのも、彼らはハンニバルより前にボイイ人によっても敗北させられていたからである)、自分たちの側から別の軍勢を徴募し、パドス川周辺の既存の軍勢と合わせて計十三個軍団になるようにし、同盟国に対してはその二倍にのぼる別の軍勢を要求した。
ἤδη δὲ αὐτοῖς τὸ τέλος εἶχε πεζοὺς πεντακισχιλίους καὶ ἱππέας τριακοσίους.
当時、彼らの軍団は歩兵五千名と騎兵三百名から構成されていた。
καὶ τούτων τοὺς μὲν ἐς Ἰβηρίαν ἔπεμπον, τοὺς δʼ ἐς Σαρδόνα κἀκείνην πολεμουμένην, τοὺς δʼ ἐς Σικελίαν.
そしてこれらのうち、あるものはイベリアへ、あるものは同様に戦争状態にあったサルドへ、あるものはシケリアへと送った。
τὰ πλέονα δʼ ἦγον ἐπὶ τὸν Ἀννίβαν οἱ μετὰ Σκιπίωνα καὶ Σεμπρώνιον αἱρεθέντες ὕπατοι, Σερουίλιός τε Γναῖος καὶ Γάιος Φλαμίνιος.
しかしその大部分は、スキピオとセンプローニウスの後に選出された執政官、グナエウス・セルウィリウスとガイウス・フラミニウスが、ハンニバルに対して率いた。
ὧν ὁ μὲν Σερουίλιος ἐπὶ τὸν Πάδον ἐπειχθεὶς τὴν στρατηγίαν ἐκδέχεται παρὰ τοῦ Σκιπίωνος (ὁ δὲ Σκιπίων ἀνθύπατος αἱρεθεὶς ἐς Ἰβηρίαν διέπλευσε), Φλαμίνιος δὲ τρισμυρίοις τε πεζοῖς καὶ τρισχιλίοις ἱππεῦσι τὴν ἐντὸς Ἀπεννίνων ὀρῶν Ἰταλίαν ἐφύλασσεν, ἣν καὶ μόνην ἄν τις εἴποι κυρίως Ἰταλίαν.
彼らのうち、セルウィリウスはパドス川へと急ぎ、スキピオから指揮権を受け継いだ(一方、スキピオは前執政官に選ばれてイベリアへと船で渡った)。 フラミニウスは歩兵三万名と騎兵三千名をもってアペニン山脈の内側のイタリアを守備した。 この地こそ、厳密な意味でのイタリアと呼びうる唯一の場所である。
τὰ γὰρ Ἀπεννῖνα κατέρχεται μὲν ἐκ μέσων τῶν Ἀλπείων ἐπὶ θάλασσαν, ἔστι δʼ αὐτῶν τὰ μὲν ἐπὶ δεξιὰ πάντα καθαρῶς Ἰταλία, τὰ δὲ ἐπὶ θάτερα ἐς τὸν Ἰόνιον φθάνοντα νῦν μέν ἐστι καὶ ταῦτα Ἰταλία, ὅτι καὶ Τυρρηνία νῦν Ἰταλία, οἰκοῦσι δʼ αὐτῶν τὰ μὲν Ἕλληνες, ἀμφὶ τὴν Ἰόνιον ἀκτήν, τὰ δὲ λοιπὰ Κελτοί, ὅσοι τῇ Ῥώμῃ τὸ πρῶτον ἐπιθέμενοι τὴν πόλιν ἐνέπρησαν.
というのも、アペニン山脈はアルプス山脈の中央部から海へと下っており、それらの右側の地域はすべて純然たるイタリアであるが、反対側の、イオニア海に達する地域は、現在ではこれらもイタリアである(というのも、現在ではティレニアもイタリアだからである)。 しかし、それらの地域のうち、イオニア沿岸の辺りにはギリシア人が住んでおり、残りの部分には、かつて最初にローマを襲撃してその都を焼き払ったケルト人たちが住んでいる。
ὅτε γὰρ αὐτοὺς ἐξελαύνων Κάμιλλος ἐδίωκε μέχρι τῶν Ἀπεννίνων ὀρῶν, ἐμοὶ δοκοῦσιν ὑπερβάντες αὐτά, ἀντὶ ἠθῶν τῶν ἰδίων, παρὰ τὸν Ἰόνιον οἰκῆσαι·
カミッルスが彼らを追い出し、アペニン山脈まで追撃した際、私には彼らがアペニン山脈を越えて、自分たちの本来の居住地の代わりに、イオニア海沿いに定住したと思われる。
καὶ τὸ μέρος τῆς χώρας ἔτι νῦν οὕτω καλοῦσιν, Ἰταλίαν Γαλατικήν.
そしてその地方のその部分を、今でも人々は「ガリア・イタリア」と呼んでいる。
§29Ῥωμαῖοι μὲν δὴ μεγάλοις στρατοῖς ἐς πολλὰ ὁμοῦ διῄρηντο·
ローマ人はこうして大軍を擁しながらも、同時に多くの場所へ分かれていた。
Ἀννίβας δὲ τούτων αἰσθόμενος, ἅμα τῷ ἦρι, τοὺς ἄλλους λαθὼν ἐδῄου τὴν Τυρρηνίαν καὶ προύβαινεν ἐς τὸ μέρος τὸ ἐπὶ Ῥώμης.
ハンニバルはこれに気づくと、春の訪れとともに、他の人々に気づかれることなくティレニアを略奪し、ローマ方面の地域へと進軍した。
οἱ δὲ πλησιάζοντος αὐτοῦ πάνυ ἔδεισαν, οὐ παρούσης σφίσιν ἀξιομάχου δυνάμεως.
ローマの人々は、彼が接近すると、自分たちに十分な戦闘力を持つ軍勢が手元にないため、大いに恐れた。
ἐστράτευον δὲ ὅμως ἐκ τῶν ὑπολοίπων ὀκτακισχιλίους, καὶ Κεντήνιον αὐτοῖς τινὰ τῶν ἐπιφανῶν ἰδιωτῶν, οὐδεμιᾶς ἀρχῆς παρούσης, ἐπέστησάν τε καὶ ἐξέπεμπον ἐς Ὀμβρικοὺς ἐς τὴν Πλειστινην λίμνην, τὰ στενὰ προληψόμενον, ᾗ συντομώτατόν ἐστιν ἐπὶ τὴν Ῥώμην.
それでも、彼らは残った者たちから八千名を徴募し、公職に就いていない著名な市民の一人であるケンテニウスという者を、当時何の官職も持っていなかったにもかかわらず指揮官に任命し、ローマへの最も近道であるその隘路をあらかじめ占拠させるために、ウンブリア人の地のプレイスティネ湖へと派遣した。
ἐν δὲ τούτῳ καὶ Φλαμίνιος ὁ τοῖς τρισμυρίοις τὴν ἐντὸς Ἰταλίαν φυλάσσων, αἰσθόμενος τῆς σπουδῆς Ἀννίβου, μετέβαινεν ὀξέως, οὐ διαναπαύων τὴν στρατιάν.
一方その間に、三万名で内側のイタリアを守備していたフラミニウスも、ハンニバルの急進を知り、軍を休ませることなく急速に移動した。
δέει τε περὶ τῆς πόλεως, καὶ αὐτὸς ὢν ἀπειροπόλεμός τε καὶ ἐς τὴν ἀρχὴν ἀπὸ δημοκοπίας ᾑρημένος, ἠπείγετο Ἀννίβᾳ συμπλεκῆναι.
首都への不安から、また自身が戦争の経験に乏しく、民衆への迎合によって執政官職に選ばれた身であったことから、彼はハンニバルと交戦することを急いだ。
§210ὁ δὲ αἰσθόμενος αὐτοῦ τῆς τε ὁρμῆς καὶ ἀπειρίας, ὄρος μέν τι καὶ λίμνην προυβάλετο πρὸ ἑαυτοῦ, ψιλοὺς δὲ καὶ ἱππέας ἐς φάραγγα ἀποκρύψας ἐστρατοπέδευεν.
一方、ハンニバルは彼の気負いと経験不足を見抜くと、山と湖を自らの前方とし、軽装歩兵と騎兵を渓谷に潜ませた上で陣を敷いた。
καὶ αὐτὸν ὁ Φλαμίνιος κατιδὼν ἅμα ἕῳ σμικρὸν μέν τι διέτριψε, τὸν στρατὸν ἀναπαύων ἐξ ὁδοιπορίας καὶ χαρακοποιούμενος, μετὰ δὲ τοῦτο ἐξῆγεν εὐθὺς ἐπὶ τὴν μάχην αὔους ὄντας ὑπʼ ἀγρυπνίας καὶ κόπου.
フラミニウスは夜明けに彼の姿を認めると、行軍による疲労から軍を休ませ、陣地を築くためにわずかな時間を費やした。 しかしその後すぐに、不眠と疲労で体力を消耗しきっていた兵たちを、直ちに戦闘へと連れ出した。
τῆς δʼ ἐνέδρας ἐκφανείσης ἐν μέσῳ ληφθεὶς τοῦ τε ὄρους καὶ τῆς λίμνης καὶ τῶν ἐχθρῶν αὐτός τε ἀνῃρέθη καὶ σὺν αὐτῷ δισμύριοι.
そして伏兵が現れると、山と湖と敵とに挟まれたただ中に囚われ、彼自身も戦死し、彼とともに二万名が討ち取られた。
τοὺς δὲ λοιποὺς ἔτι μυρίους, ἔς τινα κώμην ὀχυρὰν συμφυγόντας, Μαάρβαλ ὁ ὑποστράτηγος Ἀννίβου, μεγίστην καὶ ὅδε ἐπὶ στρατηγίᾳ δόξαν ἔχων, οὐ δυνάμενος ἑλεῖν εὐχερῶς, οὐδὲ ἀξιῶν ἀπεγνωκόσι μάχεσθαι, ἔπεισε τὰ ὅπλα ἀποθέσθαι, συνθέμενος ἀπολύσειν ὅπῃ θέλοιεν.
一方、堅固なある村に逃げ込んだ残りの一万名に対して、やはり将帥としての卓越した名声を得ていたハンニバルの副将マハルバルは、彼らを容易に攻略することができず、また絶望している者たちと戦うべきではないと考え、望む場所へ解放するという条件で、彼らを説得して武器を置かせた。
ὡς δὲ ἀπέθεντο, λαβὼν ἦγεν αὐτοὺς πρὸς τὸν Ἀννίβαν γυμνούς.
彼らが武器を置くと、彼は彼らを捕らえ、丸腰のままハンニバルのもとへ連行した。
ὁ δʼ οὐ φάμενος εἶναι κύριον χωρὶς αὑτοῦ ταῦτα συνθέσθαι τὸν Μαάρβαλ, τοὺς μὲν ἐκ τῶν συμμάχων φιλανθρωπευσάμενος ἀπέλυσεν ἐς τὰ ἑαυτῶν, θηρεύων τῇ φιλανθρωπίᾳ τὰς πόλεις, ὅσοι δὲ Ῥωμαίων ἦσαν, εἶχε δήσας.
しかしハンニバルは、マハルバルには自分抜きでこのような協定を結ぶ権限はなかったと言い、同盟国出身の者たちに対しては親切さを示してそれぞれの故郷へと解放し、その親切さによって諸都市の歓心を買おうとしたが、ローマ人であった者たちはすべて捕縛して留め置いた。
τὴν δὲ λείαν τοῖς συστρατεύουσι Κελτοῖς ἀποδόμενος, ἵνα καὶ τούσδε θεραπεύσειε τῷ κέρδει, προύβαινεν ἐς τὸ πρόσθεν, αἰσθομένου μὲν ἤδη τῶν γιγνομένων τοῦ περὶ Πάδον στρατηγοῦ Σερουιλίου, καὶ τετρακισμυρίοις ἐπὶ Τυρρηνίας ἐπειγομένου, Κεντηνίου δὲ ἤδη τοῖς ὀκτακισχιλίοις τὰ στενὰ προειληφότος.
そして、戦利品をともに従軍していたケルト人たちに与え、彼らをも利益によって懐柔しようとした上で、前進した。 このとき、パドス川周辺の将軍であったセルウィリウスはすでに事態に気づき、四万名の兵を率いてティレニアへと急行しており、ケンテニウスはすでに八千名の兵で隘路を先占していた。
§211Ἀννίβας δὲ ἐπειδὴ τήν τε λίμνην εἶδε τὴν Πλειστίνην καὶ τὸ ὄρος τὸ ὑπὲρ αὐτήν, καὶ τὸν Κεντήνιον ἐν μέσῳ κρατοῦντα τῆς διόδου, τοὺς ἡγεμόνας τῶν ὁδῶν ἐξήταζεν εἴ τις εἴη περίοδος.
ハンニバルは、プレイスティネ湖と、その上方にある山、そしてケンテニウスがその通路の真ん中を押さえているのを見ると、迂回路があるかどうかを道案内の者たちに尋ねた。
οὐδεμίαν δὲ φαμένων εἶναι τρίβον, ἀλλʼ ἀπόκρημνα πάντα καὶ φαραγγώδη, διʼ αὐτῶν ὅμως ἔπεμπε τοὺς ψιλοὺς νύκτωρ τὸ ὄρος περιιέναι, καὶ Μαάρβαλ μετʼ αὐτῶν.
彼らが「踏み分け道は一つもなく、すべてが絶壁と渓谷である」と答えたにもかかわらず、ハンニバルは軽装歩兵たちに夜間にそこを通り抜けて山を迂回するよう命じ、マハルバルも彼らに同行させた。
τεκμηράμενος δʼ ὅτε δύναιντο περιελθεῖν, προσέβαλε τῷ Κεντηνίῳ κατὰ μέτωπον.
そして、彼らが迂回を完了しうる時刻を見計らって、ケンテニウスに正面から攻撃を仕掛けた。
καὶ συνεστώτων ἑκατέρων, πάνυ προθύμως ὁ Μαάρβαλ ἐκ κορυφῆς ἄνωθεν ὤφθη τε καὶ ἠλάλαξεν.
両軍が交戦すると、マハルバルが山頂の上から大いに勢いよく姿を現し、鬨の声を上げた。
Ῥωμαίων δʼ εὐθὺς ἦν φυγὴ καὶ φόνος κεκυκλωμένων, καὶ τρισχίλιοι μὲν ἔπεσον ὀκτακόσιοι δʼ ἐλήφθησαν·
ローマ人たちは包囲されて直ちに敗走と殺戮の憂き目に遭い、三千名が戦死し、八百名が捕虜となった。
οἱ δὲ λοιποὶ μόλις διέφυγον.
残りの者たちはかろうじて逃れた。
πυθόμενοι δὲ οἱ ἐν ἄστει, καὶ δείσαντες μὴ εὐθὺς ἐπὶ τὴν πόλιν ὁ Ἀννίβας ἔλθοι, τό τε τεῖχος ἐπλήρουν λίθων καὶ τοὺς γέροντας ὥπλιζον, ὅπλων μὲν ἀποροῦντες, τὰ δὲ λάφυρα ἐκ τῶν ἱερῶν καταφέροντες, ἃ ἐκ πολέμων ἄλλων κόσμος αὐτοῖς περιέκειτο·
首都の者たちはこれを知ると、ハンニバルがただちに自分たちの都市へと進撃してくるのではないかと恐れ、城壁に石を積み上げ、老人たちをも武装させた。 彼らは武器が不足していたため、かつての戦争で得た戦利品であって、神殿に装飾として捧げられていたものを降ろして用いた。
δικτάτορά τε, ὡς ἐν κινδύνῳ, Φάβιον εἵλοντο Μάξιμον.
そして、この国家の危局にあたって、独裁官としてファビウス・マクシムスを選出した。