§X"ὅτι ὁ Πύρρος ὁ βασιλεὺς τῆς Ἠπείρου, νικήσας τοὺς Ῥωμαίους καὶ ἀναλαβεῖν χρῄζων τὴν στρατιὰν ἐκ μάχης εὐτόνου, καὶ Ῥωμαίους ἐλπίζων ἐς διαλύσεις τότε μάλιστα ἐνδώσειν, ἔπεμπεν ἐς Ῥώμην Κινέαν τὸν Θεσσαλόν, δόξαν ἐπὶ λόγοις ἔχοντα μιμεῖσθαι τὴν Δημοσθένους ἀρετήν.
エペイロスの王ピュロスが、ローマ人に勝利したものの、激しい戦闘から軍を立て直すことを必要とし、またローマ人がその時こそ和平交渉に最も応じやすくなるだろうと期待して、弁論においてデモステネスの卓越性を模倣しているとの評判を持つテッサリア人シネアスをローマへと派遣したこと。
καὶ παρελθὼν ὁ Κινέας ἐς τὸ βουλευτήριον ἄλλα τε πολλὰ περὶ τοῦ βασιλέως ἐσεμνολόγει, καὶ τὴν ἐπὶ τῷ ἀγῶνι μετριοπάθειαν κατελογίζετο, μήτʼ ἐπὶ τὴν πόλιν εὐθὺς ἐλάσαντος μήτʼ ἐπὶ τὸ ἡσσημένον στρατόπεδον·
そしてシネアスは元老院に入ると、王について他の多くの賛辞を厳かに述べ、また直前の戦闘における王の節度ある態度、すなわち、すぐにローマ市へと進軍することも、敗北した軍営へと進軍することもなかったことを考慮に入れるよう説いた。
ἐδίδου δʼ αὐτοῖς εἰρήνην καὶ φιλίαν καὶ συμμαχίαν πρὸς Πύρρον, εἰ Ταραντίνους μὲν ἐς ταῦτα συμπεριλάβοιεν, τοὺς δʼ ἄλλους Ἕλληνας τοὺς ἐν Ἰταλίᾳ κατοικοῦντας ἐλευθέρους καὶ αὐτονόμους ἐῷεν, Λευκανοῖς δὲ καὶ Σαυνίταις καὶ Δαυνίοις καὶ Βρεττίοις ἀποδοῖεν ὅσα αὐτῶν ἔχουσι πολέμῳ λαβόντες.
そして、もし彼らがタレントゥム人をこれらの取り決めに含め、イタリアに住む他のギリシア人たちを自由かつ自治のままにしておき、ルカニア人、サムニウム人、ダウニア人、およびブルッティ人に、戦争によって奪って所有している彼らの土地をすべて返還するならば、ピュロスとの平和と友好、および同盟を彼らに与えると提案した。
καὶ γιγνομένων ἔφη τούτων Πύρρον ἀποδώσειν αὐτοῖς τοὺς αἰχμαλώτους ἄνευ λύτρων.
さらに、これらが実行されるならば、ピュロスは捕虜たちを身代金なしで彼らに返還するだろうと彼は言った。
οἱ δʼ ἐνεδοίαζον ἐπὶ πλεῖστον, τῇ τε δόξῃ τοῦ Πύρρου καὶ τῷ συμβεβηκότι πάθει καταπλαγέντες, ἕως Ἄππιος Κλαύδιος, ὁ Καῖκος ἐπίκλησιν, ἤδη τετυφλωμένος, ἐς τὸ βουλευτήριον τοῖς παισὶν αὑτὸν ἀγαγεῖν κελεύσας,
ἠχθόμην,
εἶπεν,
ὅτι μὴ βλέπω·
ローマ人たちは、ピュロスの名声と被った惨害に圧倒されて、大いに躊躇していた。 しかし、カイクスとあだ名され、すでに盲目となっていたアッピウス・クラウディウスが、息子たちに命じて自分を元老院へと連れて行かせ、次のように言った。 「私は、目が見えないことを嘆いていた。
νῦν δʼ ὅτι ἀκούω.
だが今は、耳が聞こえることを嘆いている。
τὰ γὰρ τοιαῦτα ὑμῶν βουλεύματα ἠξίουν μήθʼ ὁρᾶν μήτʼ ἀκούειν, οἳ διʼ ἓν ἀτύχημα ἀθρόως οὕτως ἑαυτῶν ἐκλέλησθε, καὶ τὸν τοῦτο δράσαντα αὐτόν τε καὶ τοὺς ἐπαγαγομένους αὐτὸν βουλεύεσθε φίλους ἀντὶ πολεμίων θέσθαι, καὶ τὰ τῶν προγόνων κτήματα Λευκανοῖς καὶ Βρεττίοις δοῦναι.
なぜなら、たった一度の不運のためにこれほど一斉に自分自身を見失い、この惨害をもたらした張本人および彼を引き入れた者たちを、敵の代わりに友とすることを熟議し、先祖伝来の領土をルカニア人とブルッティ人に与えようとしている、あなた方のそのような決議を、私は見ることも聞くこともしたくなかったからだ。
τί τοῦτʼ ἐστὶν ἢ Ῥωμαίους ἐπὶ Μακεδόσι γενέσθαι;
これが、ローマ人がマケドニア人の支配下に置かれること以外の何であろうか。
καὶ ταῦτά τινες εἰρήνην ἀντὶ δουλείας τολμῶσιν ὀνομάζειν.
しかも、ある者たちはこれを隷属の代わりに平和と呼ぶ大胆さを持っているのだ。
ἄλλα τε πολλὰ ὅμοια τούτοις ὁ Ἄππιος εἰπὼν καὶ ἐρεθίσας, ἐσηγήσατο Πύρρον, εἰ δέοιτο τῆς Ῥωμαίων φιλίας καὶ συμμαχίας, ἐξ Ἰταλίας ἀπελθόντα πρεσβεύειν, παρόντα δὲ μήτε φίλον ἡγεῖσθαι μήτε σύμμαχον μήτε Ῥωμαίοις δικαστὴν ἢ διαιτητήν.
」アッピウスはこれに類する他の多くのことを語って彼らを鼓舞し、ピュロスがもしローマ人との友好と同盟を望むなら、イタリアから立ち去った上で使節を送るべきであり、留まっている限りは、彼を友とも同盟者ともみなさず、またローマ人に対する裁判官や仲裁人とも認めないよう提案した。
καὶ ἡ βουλὴ ταῦθʼ ἅπερ καὶ Ἄππιος εἶπεν ἀπεκρίνατο Κινέᾳ.
そして元老院は、まさにアッピウスが語った通りの内容をシネアスに回答した。
Λαιουίνῳ δʼ ἄλλα δύο τέλη καταλέγοντες ἐκήρυξαν οὕτως, εἴ τις ἀντὶ τῶν ἀπολωλότων αὑτὸν ἐπιδίδωσιν, ἐς τὴν στρατιὰν ἀπογράφεσθαι.
さらに、ラエウィヌスのために新たに二つの軍団を徴募して、次のように告示した。 「失われた兵員に代わって、志願する者は誰でも軍に登録せよ。
καὶ ὁ Κινέας ἔτι παρών, καὶ θεώμενος αὐτοὺς ὠθουμένους ἐς τὰς ἀπογραφάς, λέγεται πρὸς τὸν Πύρρον ἐπανελθὼν εἰπεῖν ὅτι πρὸς ὕδραν ἐστὶν αὐτοῖς ὁ πόλεμος.
」そしてシネアスは、なおも滞在中に彼らが登録のために押し寄せているのを目撃し、ピュロスのもとに戻って「彼らとの戦争はヒュドラとの戦いのようなものです」と言ったと伝えられている。
οἱ δὲ οὐ Κινέαν ἀλλὰ Πύρρον αὐτὸν εἰπεῖν τοῦτο τὸ ἔπος, ἰδόντα τὴν στρατιὰν τῶν Ῥωμαίων τῆς προτέρας πλείονα·
しかし、ローマ軍の規模が前よりも大きくなっているのを見て、この言葉を言ったのはシネアスではなくピュロス自身であったとする人々もいる。
καὶ γὰρ ὁ ἕτερος ὕπατος τῷ Λαιουίνῳ Κορουγκάνιος ἧκεν ἐκ Τυρρηνίας μεθʼ ἧς εἶχε παρασκευῆς.
というのも、もう一人の執政官でラエウィヌスの同僚であるコルンカニウスが、率いていた全軍とともにエトルリアから到着したからである。
λέγεται δὲ καὶ τἆλλα περὶ τῆς Ῥώμης πυνθανομένῳ Πύρρῳ Κινέας εἰπεῖν ὅτι πόλις ἐστὶ στρατηγῶν ὅλη, καὶ τοῦ Πύρρου θαυμάσαντος μεταλαβὼν φάναι,
βασιλέων μᾶλλον ἢ στρατηγῶν.
また、ローマに関する他の事柄を尋ねるピュロスに対し、シネアスは「都市全体が将軍たちで満ちています」と言い、ピュロスが驚くと、言葉を改めて「むしろ王たちの都市です」と言ったと伝えられている。
Πύρρος δʼ, ὡς οὐδὲν εἰρηναῖόν οἱ παρὰ τῆς βουλῆς ἀπήντησεν, ἐπὶ τὴν Ῥώμην ἠπείγετο, πάντα δῃῶν.
ピュロスは、元老院からいかなる平和的な回答も得られなかったため、すべてを略奪しながらローマへと急いだ。
καὶ φθάνει μὲν ἐς πόλιν Ἀναγνίαν, βαρεῖαν δʼ ἔχων ἤδη τὴν στρατιὰν ὑπὸ λείας καὶ πλήθους αἰχμαλώτων, ἀναθέμενος μάχην ἀνέστρεφεν ἐπὶ Καμπανίας, ἡγουμένων τῶν ἐλεφάντων, καὶ τὴν στρατιὰν ἐς χειμασίαν κατὰ πόλεις διῄρει.
そしてアナグニア市まで進出したが、略奪品や多数の捕虜のために軍がすでに重荷を抱えていたため、戦闘を避けてカンパニアへと引き返し、ゾウを先頭にして、都市ごとに軍を冬営のために分散させた。
Ῥωμαίων δὲ πρέσβεις αὐτὸν ἠξίουν λῦσαι τῇ πόλει τοὺς αἰχμαλώτους, ἢ ἀντιλαβεῖν ὅσους ἔχουσι Ταραντίνων καὶ τῶν ἄλλων συμμάχων αὐτοῦ.
一方、ローマ人の使節たちが彼のところに来て、国家のために捕虜を釈放するか、あるいは彼らが捕らえているタレントゥム人やその他の同盟者たちの捕虜と同数で交換するよう要求した。
ὁ δὲ σπενδομένοις μὲν ἔφη, καθάπερ προεῖπε Κινέας, χαριεῖσθαι τοὺς αἰχμαλώτους, πολεμοῦσι δʼ οὐ δώσειν ἐφʼ ἑαυτὸν ἄνδρας τοιούτους καὶ τοσούτους.
しかし彼は、シネアスがすでに伝えた通り、和平を結ぶ者たちには捕虜を無償で贈るが、戦争を続ける者たちには、自分たちに対して立ち向かうことになるこれほど有能で多数の戦力を与えるつもりはないと答えた。
ἐξένιζε δʼ αὐτοὺς βασιλικῶς, καὶ τὸν τῆς πρεσβείας ἡγούμενον Φαβρίκιον πυνθανόμενος ἐν τῇ πόλει μέγα δύνασθαι καὶ δεινῶς πένεσθαι καθωμίλει, λέγων, εἰ πράξειεν αὐτῷ τὰς διαλύσεις, ὑποστράτηγον καὶ κοινωνὸν τῶν παρόντων ἀγαθῶν ἀπάξειν ἐς Ἤπειρον.
そして彼は使節たちを王にふさわしく歓待し、使節団の長であるファブリキウスが都市において大きな影響力を持ちながらも、ひどく貧しい生活を送っていることを知ると、彼に親しく語りかけ、もし和平を実現させてくれるならば、副将として富を分かち合い、エペイロスへと連れて行くだろうと語った。
χρήματά τε αὐτὸν λαβεῖν ἐντεῦθεν ἤδη παρεκάλει, πρόφασιν ὡς δώσοντα τοῖς τὴν εἰρήνην ἐργασαμένοις.
また、和平を成立させた者たちに贈るためという口実で、今すぐそこから資金を受け取るよう勧めた。
ἐπιγελάσας δʼ ὁ Φαβρίκιος περὶ μὲν τῶν κοινῶν οὐδʼ ἀπεκρίνατο,
τὴν δʼ ἐμήν,
ἔφη,
παρρησίαν οὔτε τῶν σῶν φίλων οὐδεὶς οὔτε αὐτὸς οἴσεις σύ, ὦ βασιλεῦ·
ファブリキウスは微笑を浮かべ、公の事柄については何も答えず、こう言った。 「王よ、私のこの率直さには、あなたの友人たちの誰も、またあなた自身も耐えられないだろう。
καὶ τὴν πενίαν τὴν ἐμαυτοῦ μακαρίζω μᾶλλον ἢ τὸν τῶν τυράννων πλοῦτον ὁμοῦ καὶ φόβον.
私は自分の貧しさを、僭主たちの富と恐怖を同時に抱えることよりも、むしろ幸いであると思っている。
οἱ δὲ οὐχ οὕτω φασὶν αὐτόν, ἀλλʼ ὅτι μου τῆς φύσεως Ἠπειρῶται μεταλαβόντες ἐμὲ σοῦ προθήσουσιν.
」しかし、人々は彼がこのように言ったのではなく、次のように言ったと伝えている。 「エペイロス人たちが私の本性を知れば、あなたのことよりも私を重んじるようになるだろう。
ὁποτέρως δʼ οὖν ἀπεκρίνατο, θαυμάσας αὐτὸν τοῦ φρονήματος ὁ Πύρρος ἑτέραν ὁδὸν ἐς τὰς διαλλαγὰς ἐπενόει, καὶ τοὺς αἰχμαλώτους ἐς τῶν Κρονίων τὴν ἑορτὴν ἔπεμπεν ἄνευ φυλάκων, ἐφʼ ᾧ, δεχομένης μὲν τῆς πόλεως ἃ ὁ Πύρρος προτείνει, μένειν καὶ τῆς αἰχμαλωσίας ἀπολελύσθαι, μὴ δεχομένης δὲ ἑορτάσαντας ἐπανήκειν ἐς αὐτόν.
」いずれの答え方であったにせよ、ピュロスは彼の気高い精神に驚嘆し、和解のための別の方法を考案した。 彼は、もしローマ市がピュロスの提案を受け入れるならばそのまま留まって捕虜から解放され、受け入れないならば祭りが終わった後に自分の元に戻るという条件で、クロニア祭の期間中、捕虜たちを守衛なしでローマへと送った。
τούτους ἡ βουλή, πάνυ παρακαλοῦντας καὶ ἐνάγοντας ἐς τὰς διαλύσεις, ἐκέλευσεν ἑορτάσαντας Πύρρῳ παραδοῦναι σφᾶς αὐτοὺς ἐν ἡμέρᾳ ῥητῇ, καὶ θάνατον ἐπέταξε τοῖς ἀπολειφθεῖσι τῆς ἡμέρας.
元老院は、彼らが和平交渉を大いに懇願し迫ったにもかかわらず、祭りが終わった後に指定された日にピュロスのもとへ出頭して自らを明け渡すよう命じ、その日に遅れた者には死刑を課した。
οἱ δὲ καὶ αὐτὴν ἅπαντες ἐφύλαξαν, καὶ Πύρρῳ πολεμητέα πάντως αὖθις ἐδόκει. "
そして彼らは全員、その期日を厳格に守り、ピュロスには再び全面的に戦争を行うしかないと思われた。