§X"ὅτι ὁ Πύρρος ὁ βασιλεὺς τῆς Ἠπείρου, νικήσας τοὺς Ῥωμαίους καὶ ἀναλαβεῖν χρῄζων τὴν στρατιὰν ἐκ μάχης εὐτόνου, καὶ Ῥωμαίους ἐλπίζων ἐς διαλύσεις τότε μάλιστα ἐνδώσειν, ἔπεμπεν ἐς Ῥώμην Κινέαν τὸν Θεσσαλόν, δόξαν ἐπὶ λόγοις ἔχοντα μιμεῖσθαι τὴν Δημοσθένους ἀρετήν.
伊庇鲁斯国王皮洛士击败了罗马人,由于需要从一场激烈的战斗中休整军队,并希望罗马人此时最容易向和谈妥协,于是派遣塞萨利人基内亚斯前往罗马,此人因辩才出众、能模仿德摩斯梯尼的卓越才华而享有盛誉。
καὶ παρελθὼν ὁ Κινέας ἐς τὸ βουλευτήριον ἄλλα τε πολλὰ περὶ τοῦ βασιλέως ἐσεμνολόγει, καὶ τὴν ἐπὶ τῷ ἀγῶνι μετριοπάθειαν κατελογίζετο, μήτʼ ἐπὶ τὴν πόλιν εὐθὺς ἐλάσαντος μήτʼ ἐπὶ τὸ ἡσσημένον στρατόπεδον· ἐδίδου δʼ αὐτοῖς εἰρήνην καὶ φιλίαν καὶ συμμαχίαν πρὸς Πύρρον, εἰ Ταραντίνους μὲν ἐς ταῦτα συμπεριλάβοιεν, τοὺς δʼ ἄλλους Ἕλληνας τοὺς ἐν Ἰταλίᾳ κατοικοῦντας ἐλευθέρους καὶ αὐτονόμους ἐῷεν, Λευκανοῖς δὲ καὶ Σαυνίταις καὶ Δαυνίοις καὶ Βρεττίοις ἀποδοῖεν ὅσα αὐτῶν ἔχουσι πολέμῳ λαβόντες.
基内亚斯进入元老院后,庄重地颂扬了国王的其他许多事迹,并把他在战斗后的节制归功于他,因为他既没有立即进军罗马城,也没有进军战败的军营;如果他们把塔兰托人也包括在这些条款中,并让居住在意大利的其他希腊人保持自由和自治,并将因战争夺得并占有的所有土地归还给卢卡尼亚人、萨姆奈特人、达乌尼亚人和布鲁蒂人,他就向他们提供与皮洛士的和平、友好和结盟。
καὶ γιγνομένων ἔφη τούτων Πύρρον ἀποδώσειν αὐτοῖς τοὺς αἰχμαλώτους ἄνευ λύτρων.
他还说,如果这些得以实现,皮洛士将无偿释放他们的俘虏。
οἱ δʼ ἐνεδοίαζον ἐπὶ πλεῖστον, τῇ τε δόξῃ τοῦ Πύρρου καὶ τῷ συμβεβηκότι πάθει καταπλαγέντες, ἕως Ἄππιος Κλαύδιος, ὁ Καῖκος ἐπίκλησιν, ἤδη τετυφλωμένος, ἐς τὸ βουλευτήριον τοῖς παισὶν αὑτὸν ἀγαγεῖν κελεύσας,
ἠχθόμην,
εἶπεν,
ὅτι μὴ βλέπω· νῦν δʼ ὅτι ἀκούω.
罗马人因被皮洛士的名声和所遭受的灾难所震慑,犹豫了很久,直到绰号凯库斯、当时已经失明的阿庇乌斯·克劳狄乌斯,命令他的儿子们将自己带到元老院,说道:“我以前因看不见而感到痛苦;而现在,却因能听见而感到痛苦。
τὰ γὰρ τοιαῦτα ὑμῶν βουλεύματα ἠξίουν μήθʼ ὁρᾶν μήτʼ ἀκούειν, οἳ διʼ ἓν ἀτύχημα ἀθρόως οὕτως ἑαυτῶν ἐκλέλησθε, καὶ τὸν τοῦτο δράσαντα αὐτόν τε καὶ τοὺς ἐπαγαγομένους αὐτὸν βουλεύεσθε φίλους ἀντὶ πολεμίων θέσθαι, καὶ τὰ τῶν προγόνων κτήματα Λευκανοῖς καὶ Βρεττίοις δοῦναι.
因为我既不想看到也不想听到你们这样的决议,你们因一次不幸就如此彻底地一并忘乎所以,竟商议要把造成这一切的罪魁祸首以及引狼入室者当成朋友而不是敌人,并要把祖先留下的财产送给卢卡尼亚人和布鲁蒂人。
τί τοῦτʼ ἐστὶν ἢ Ῥωμαίους ἐπὶ Μακεδόσι γενέσθαι;
这除了让罗马人落入马其顿人的摆布之下,还能是什么?
καὶ ταῦτά τινες εἰρήνην ἀντὶ δουλείας τολμῶσιν ὀνομάζειν.
而有些人竟然厚颜无耻地称这为和平,而不是奴役!
ἄλλα τε πολλὰ ὅμοια τούτοις ὁ Ἄππιος εἰπὼν καὶ ἐρεθίσας, ἐσηγήσατο Πύρρον, εἰ δέοιτο τῆς Ῥωμαίων φιλίας καὶ συμμαχίας, ἐξ Ἰταλίας ἀπελθόντα πρεσβεύειν, παρόντα δὲ μήτε φίλον ἡγεῖσθαι μήτε σύμμαχον μήτε Ῥωμαίοις δικαστὴν ἢ διαιτητήν.
”阿庇乌斯说了许多其他类似的话并激发起他们的斗志,随后提议:如果皮洛士想要罗马人的友好和结盟,就应当在离开意大利之后再派使者前来;而只要他还在,就既不把他当成朋友,也不当成盟友,更不承认他是罗马人的法官或仲裁者。
καὶ ἡ βουλὴ ταῦθʼ ἅπερ καὶ Ἄππιος εἶπεν ἀπεκρίνατο Κινέᾳ.
元老院便将阿庇乌斯所说的这些话作为给基内亚斯的答复。
Λαιουίνῳ δʼ ἄλλα δύο τέλη καταλέγοντες ἐκήρυξαν οὕτως, εἴ τις ἀντὶ τῶν ἀπολωλότων αὑτὸν ἐπιδίδωσιν, ἐς τὴν στρατιὰν ἀπογράφεσθαι.
此外,他们又为莱维努斯征集了两个军团,并作出了如下宣告:如果有人愿意代替死难者而自荐,就应当登记入军。
καὶ ὁ Κινέας ἔτι παρών, καὶ θεώμενος αὐτοὺς ὠθουμένους ἐς τὰς ἀπογραφάς, λέγεται πρὸς τὸν Πύρρον ἐπανελθὼν εἰπεῖν ὅτι πρὸς ὕδραν ἐστὶν αὐτοῖς ὁ πόλεμος.
基内亚斯当时还在场,看到人们争先恐后地去登记,据说他在回到皮洛士那里后说,他们与罗马人的战争就像是与九头蛇作战。
οἱ δὲ οὐ Κινέαν ἀλλὰ Πύρρον αὐτὸν εἰπεῖν τοῦτο τὸ ἔπος, ἰδόντα τὴν στρατιὰν τῶν Ῥωμαίων τῆς προτέρας πλείονα· καὶ γὰρ ὁ ἕτερος ὕπατος τῷ Λαιουίνῳ Κορουγκάνιος ἧκεν ἐκ Τυρρηνίας μεθʼ ἧς εἶχε παρασκευῆς.
而其他人则说,说这话的不是基内亚斯,而是皮洛士本人,因为他看到罗马人的军队比之前更庞大了;确实,另一位执政官科伦卡尼乌斯也带着他的全部人马从伊特鲁里亚赶来,与莱维努斯会合。
λέγεται δὲ καὶ τἆλλα περὶ τῆς Ῥώμης πυνθανομένῳ Πύρρῳ Κινέας εἰπεῖν ὅτι πόλις ἐστὶ στρατηγῶν ὅλη, καὶ τοῦ Πύρρου θαυμάσαντος μεταλαβὼν φάναι,
βασιλέων μᾶλλον ἢ στρατηγῶν.
还据说,当皮洛士询问有关罗马的其他事情时,基内亚斯对他说,整个城市都是由将军组成的,而当皮洛士表示惊异时,他便改口说:“更确切地说是国王们组成的”。
Πύρρος δʼ, ὡς οὐδὲν εἰρηναῖόν οἱ παρὰ τῆς βουλῆς ἀπήντησεν, ἐπὶ τὴν Ῥώμην ἠπείγετο, πάντα δῃῶν.
皮洛士见元老院没有给予他任何和平的答复,便向罗马疾驰而去,一路上大肆劫掠。
καὶ φθάνει μὲν ἐς πόλιν Ἀναγνίαν, βαρεῖαν δʼ ἔχων ἤδη τὴν στρατιὰν ὑπὸ λείας καὶ πλήθους αἰχμαλώτων, ἀναθέμενος μάχην ἀνέστρεφεν ἐπὶ Καμπανίας, ἡγουμένων τῶν ἐλεφάντων, καὶ τὴν στρατιὰν ἐς χειμασίαν κατὰ πόλεις διῄρει.
他最远到达了阿纳尼亚城,但由于军队因战利品和大量俘虏而变得沉重,他便推迟了交战,折返回坎帕尼亚,由战象开路,并将军队分散到各城市进行冬营。
Ῥωμαίων δὲ πρέσβεις αὐτὸν ἠξίουν λῦσαι τῇ πόλει τοὺς αἰχμαλώτους, ἢ ἀντιλαβεῖν ὅσους ἔχουσι Ταραντίνων καὶ τῶν ἄλλων συμμάχων αὐτοῦ.
罗马人的使者要求他为国家释放俘虏,或者用他们所扣押的塔兰托人及其他盟友的同等数量俘虏来进行交换。
ὁ δὲ σπενδομένοις μὲν ἔφη, καθάπερ προεῖπε Κινέας, χαριεῖσθαι τοὺς αἰχμαλώτους, πολεμοῦσι δʼ οὐ δώσειν ἐφʼ ἑαυτὸν ἄνδρας τοιούτους καὶ τοσούτους.
但他表示,正如基内亚斯此前所说,对于缔结和平的人,他会慷慨地释放俘虏,但对于继续交战的人,他绝不会将如此多且优秀的兵力交还给他们来对付自己。
ἐξένιζε δʼ αὐτοὺς βασιλικῶς, καὶ τὸν τῆς πρεσβείας ἡγούμενον Φαβρίκιον πυνθανόμενος ἐν τῇ πόλει μέγα δύνασθαι καὶ δεινῶς πένεσθαι καθωμίλει, λέγων, εἰ πράξειεν αὐτῷ τὰς διαλύσεις, ὑποστράτηγον καὶ κοινωνὸν τῶν παρόντων ἀγαθῶν ἀπάξειν ἐς Ἤπειρον.
他以皇家礼仪款待他们,在得知使团领袖法布里基乌斯在城中极有威望却极其贫困后,便与他亲切交谈,表示如果他能促成和约,自己将带他去伊庇鲁斯担任副将,并共享当下的财富。
χρήματά τε αὐτὸν λαβεῖν ἐντεῦθεν ἤδη παρεκάλει, πρόφασιν ὡς δώσοντα τοῖς τὴν εἰρήνην ἐργασαμένοις.
他还劝他当场收下银钱,借口是把这些钱送给那些为和平奔走的人。
ἐπιγελάσας δʼ ὁ Φαβρίκιος περὶ μὲν τῶν κοινῶν οὐδʼ ἀπεκρίνατο,
τὴν δʼ ἐμήν,
ἔφη,
παρρησίαν οὔτε τῶν σῶν φίλων οὐδεὶς οὔτε αὐτὸς οἴσεις σύ, ὦ βασιλεῦ· καὶ τὴν πενίαν τὴν ἐμαυτοῦ μακαρίζω μᾶλλον ἢ τὸν τῶν τυράννων πλοῦτον ὁμοῦ καὶ φόβον.
法布里基乌斯付之一笑,没有就公事作任何回答,而是说:“国王啊,无论是你的任何朋友,还是你本人,都无法忍受我的直言不讳;比起僭主们的财富和同时伴随的恐惧,我更庆幸自己的贫穷。
οἱ δὲ οὐχ οὕτω φασὶν αὐτόν, ἀλλʼ ὅτι μου τῆς φύσεως Ἠπειρῶται μεταλαβόντες ἐμὲ σοῦ προθήσουσιν.
”但也有人说他不是这样说的,而是说:“如果伊庇鲁斯人了解了我的品性,他们会推崇我胜过推崇你。
ὁποτέρως δʼ οὖν ἀπεκρίνατο, θαυμάσας αὐτὸν τοῦ φρονήματος ὁ Πύρρος ἑτέραν ὁδὸν ἐς τὰς διαλλαγὰς ἐπενόει, καὶ τοὺς αἰχμαλώτους ἐς τῶν Κρονίων τὴν ἑορτὴν ἔπεμπεν ἄνευ φυλάκων, ἐφʼ ᾧ, δεχομένης μὲν τῆς πόλεως ἃ ὁ Πύρρος προτείνει, μένειν καὶ τῆς αἰχμαλωσίας ἀπολελύσθαι, μὴ δεχομένης δὲ ἑορτάσαντας ἐπανήκειν ἐς αὐτόν.
” 不管他是用哪种方式回答的,皮洛士都对他的高尚气节叹服不已,于是想出了另一种达致和解的方法:他在克罗尼亚节期间,在没有守卫看管的情况下将俘虏送回罗马,条件是:如果罗马城接受了皮洛士提出的条件,他们就可以留下并免除俘虏身份;如果无法接受,他们应当在度过节日后回到他身边。
τούτους ἡ βουλή, πάνυ παρακαλοῦντας καὶ ἐνάγοντας ἐς τὰς διαλύσεις, ἐκέλευσεν ἑορτάσαντας Πύρρῳ παραδοῦναι σφᾶς αὐτοὺς ἐν ἡμέρᾳ ῥητῇ, καὶ θάνατον ἐπέταξε τοῖς ἀπολειφθεῖσι τῆς ἡμέρας.
尽管俘虏们极力哀求并极力促成和议,但元老院仍命令他们在度过节日后,在指定的日期向皮洛士投案自首,并对逾期未归者处以死刑。
οἱ δὲ καὶ αὐτὴν ἅπαντες ἐφύλαξαν, καὶ Πύρρῳ πολεμητέα πάντως αὖθις ἐδόκει. "
而所有人也确实都严格遵守了这一期限,这让皮洛士觉得,自己无论如何都必须再次开战了。