§14## Κνήμων Καλλιππίδῃ.
## クネーモーンからカッリッピデースへ。
ἔδει μὲν μηδὲν ἀποκρίνασθαι·
返事をしないでおくべきだった。
ἐπεὶ δὲ εἶ περίεργος καὶ βιάζῃ με ἄκοντά σοι προδιαλέγεσθαι, τοῦτο γοῦν κεκέρδαγκα τὸ διʼ ἀγγέλων σοι λαλεῖν, ἀλλὰ μὴ πρὸς αὐτόν σε.
しかし、お前はしつこく首を突っ込み、嫌がる私に無理やり言葉を交わさせようとするので、せめて使者を通じてお前と言葉を交わし、お前自身と直接対面しないですむという利点だけは得られた。
ἔστω σοι τοίνυν ἡ ἀπὸ Σκυθῶν λεγομένη ἀπόκρισις αὕτη.
ならば、これがお前にとっていわゆる「スキタイ人の返答」となるがよい。
ἐγὼ μαίνομαι καὶ φονῶ καὶ μισῶ τὸ τῶν ἀνθρώπων γένος.
私は狂っており、人殺しを望み、人類を憎んでいる。
ἔνθεν τοι βάλλω τοὺς ἐσφοιτῶντας ἐς τὸ χωρίον καὶ βώλοις καὶ λίθοις.
だからこそ、私の土地に入り込んでくる者たちに土塊や石を投げつけるのだ。
μακάριον δὲ ἥγημαι τὸν Περσέα κατὰ δύο τρόπους ἐκεῖνον, ὅτι τε πτηνὸς ἦν καὶ οὐδενὶ συνήντα, ὑπεράνω τε ἦν τοῦ προσαγορεύειν τινὰ καὶ ἀσπάζεσθαι.
また、あのペルセウスを二つの理由から幸運な男だと思っている。 空を飛ぶことができて誰にも出会わずにすみ、また誰かに挨拶したり声をかけたりする煩わしさの上にあったからだ。
ζηλῶ δὲ αὐτὸν καὶ τοῦ κτήματος ἐκείνου εὖ μάλα, ᾧ τοὺς συναντῶντας ἐποίει λίθους·
そして、彼が出会う者たちを石に変えてしまったあの所有物のゆえに、私は彼を実に深く羨ましく思う。
οὗπερ οὖν εἴ μοί τις εὐμοιρία κατατυχεῖν ἐγένετο, οὐδὲν ἂν ἀφθονώτερον λιθίνων ἀνδριάντων, καὶ σὲ δʼ ἂν εἰργασάμην τοῦτο πρῶτον.
もし幸運にもそれを手に入れることができたなら、石の彫像ほどあり余るものはなかっただろうし、お前を真っ先にそうしてやっただろう。
τί γὰρ παθὼν ῥυθμίζεις με καὶ πρᾶον ἀποφῆναι γλίχῃ οὕτως ἐχθρὰ πᾶσι νοοῦντα;
すべての者に対してこれほど敵意を抱いている私を、一体どういうつもりでお前は矯正しようとし、穏やかに仕立て上げようと切望するのか。
ἔνθεν τοι καὶ τοῦ χωρίου τὸ παρὰ τὴν ὁδὸν ἀργὸν εἴασα καὶ τοῦτό μοι τῆς γῆς χῆρόν ἐστι καρπῶν.
だからこそ、私は道路沿いにある土地の耕作を放棄し、その土地には実りがないままにしてあるのだ。
σὺ δὲ ἕνα σεαυτὸν τῶν ἀναγκαίων ἀποφαίνεις, καὶ σπεύδεις με φίλον ἔχειν μηδὲ ἐμαυτοῦ φίλον ὄντα.
それなのにお前は、自分を押し付ける厚かましい人間の一人であることを露呈し、自分自身の友でもない私を友にしようと躍起になっている。
τί γὰρ καὶ μαθὼν εἰμὶ ἄνθωπος;
そもそも私は何を血迷って人間などというものに生まれてしまったのか。
§15## Καλλιππίδης Κνήμωνι.
## カッリッピデースからクネーモーンへ。
σὺ μὲν τῶν ἀποφράδων διαφέρεις οὐδὲν οὕτως ἄγριος ὢν καὶ μονήρης τὸν τρόπον, δεῖ δέ σε ὅμως καὶ μὴ βουλόμενον ἥμερον ἡμῖν γενέσθαι αἰδοῖ καὶ ταῦτα γειτνιάσεως καὶ θεῶν ὁρίων τιμῇ, οἵπερ οὖν εἰσι κοινοί.
お前はその性格がこれほどまでに野蛮で孤独を好む点で、不吉な日と何ら変わるところがない。 しかしそれでも、お前は嫌でも私たちに対して穏やかにならねばならない。 隣人関係への敬意、そして何よりも、私たちに共通の存在である境界の神々への敬意のゆえに。
θύω τοίνυν τῷ Πανὶ καὶ Φυλασίων τοὺς μάλιστα ἐπιτηδείους ἐς τὴν ἱερουργίαν παρακαλῶ.
そこで、私はパーン神に犠牲を捧げ、ピュラーの住民のうち最も親しい者たちをこの儀式に招いている。
ἐν δὴ τούτοις καὶ σὲ ἀφικέσθαι βουλοίμην ἄν·
その中に、お前にも来てほしいのだ。
σὺ δὲ καὶ ἐμπιὼν καὶ κοινωνήσας σπονδῶν ἔσῃ τι καὶ πραότερος.
お前も酒を飲み、献酒を分かち合えば、いくらか穏やかになるだろうから。
ὁ γάρ τοι Διόνυσος φιλεῖ τὰς μὲν ὀργὰς μαραίνειν τε καὶ κατακοιμίζειν, τὰς δὲ εὐφροσύνας ἐγείρειν·
というのも、ディオニュソス神は怒りを衰えさせ眠らせる一方で、喜びを呼び覚ますことを好まれるからだ。
ἔσται δέ σοι ὁ αὐτὸς οὗτος θεὸς καὶ Παιών, καὶ ἀπολύσει σε τῆς ἀκράτου χολῆς, οἴνῳ σβέσας τὸ τοῦ θυμοῦ ὑπέκκαυμα.
そして、この同じ神がお前にとっても医術の神となり、お前の激しい怒りの火種をワインで消し去ることで、お前を凝り固まった敵意から解放してくれるだろう。
καὶ αὐλητρίδος δὲ ἀκούσας ἴσως, ὦ Κνήμων, καὶ ἐς ᾠδὴν ἐμπεσὼν καὶ ἐς μέλος ὑπολισθὼν ἕξεις τι καὶ γαληνὸν ἐν τῇ ψυχῇ·
おそらく、笛吹き女の演奏を聴き、クネーモーンよ、歌を口ずさみ、旋律に身を委ねることで、お前の魂にもいくらかの平穏が訪れるだろう。
οὐ χεῖρον δʼ ἂν εἴη οἰνωμένον σε καὶ μασχάλην ἆραι.
そして酒に酔って、腕を上げて踊ってみるのも悪くはあるまい。
εἰ δέ που καὶ μεθύων κόρῃ περιπέσοις ἅβραν ἀνακαλούσῃ ἢ τὴν τίτθην ὑπολειφθεῖσαν εὑρεῖν πειρωμένῃ, τάχα πού τι καὶ θερμὸν δράσεις καὶ νεανικὸν ἔργον.
また、もし酔っ払った勢いで、侍女を呼んでいる、あるいははぐれてしまった乳母を探そうとしている娘に出くわしたりすれば、おそらく何か情熱的で、若々しい行動に出るかもしれない。
οὐδὲν ἂν ἀπεοικὸς εἴη καὶ τοιοῦτό τι πραχθῆναι ἐν τῇ τοῦ Πανὸς θυσίᾳ·
パーン神への犠牲の儀式において、そのようなことが行われるのは、まったく不自然なことではない。
καὶ γάρ τοι κἀκεῖνος ἐρωτικὸς εὖ μάλα καὶ οἷος ἐπανίστασθαι παρθένοις.
というのも、あの神もまた極めて情欲が深く、乙女たちを襲うような性質だからだ。
λῦσον δὲ καὶ τὴν ὀφρύν, καὶ τὸ σκυθρωπὸν τοῦτο καὶ σύννεφες χάλασον εὐθυμίᾳ.
さあ、眉の強張りを解き、その不機嫌で曇った表情を、陽気さによって和らげなさい。
φίλου ταῦτα παραίνεσις νοοῦντός σοι ἀγαθά.
これは、お前の幸せを願う友人からの勧告なのだ。
§16## Κνήμων Καλλιππίδῃ.
## クネーモーンからカッリッピデースへ。
ἵνα σοι καὶ λοιδορήσωμαι ταῦτʼ ἀντεπιστέλλω καὶ ἀφῶ τι τῆς ὀργῆς ἐς σέ·
お前を罵倒し、お前に怒りをぶちまけるために、私はこの返事を書いているのだ。
μάλιστα γὰρ ἐδεόμην παρόντος, ἵνα σου καὶ αὐτόχειρ γένωμαι.
お前がその場にいれば、私自身の手でお前に手を下してやれたものを、と心から願うほどだ。
τί γάρ με διαφθεῖραι γλίχῃ, τί δὲ σπεύδεις ἀπολέσαι με ἐς ἑστίασιν καὶ θοίνην παρακαλῶν;
なぜお前は私を破滅させようと切望し、宴会や祝宴に招くことで私を台無しにしようと急ぐのか。
πρῶτον μὲν γὰρ τὸ πολλοὺς ὁρᾶν καὶ συνεῖναι πολλοῖς δεινῶς πέφρικα·
第一に、私は多くの人々を見ること、多くの人々と共にいることに、ひどく恐怖を感じるのだ。
φεύγω δὲ κοινὴν θυσίαν ὡς οἱ δειλοὶ τοὺς πολεμίους·
私は、臆病者が敵から逃げるように、共同の犠牲式から逃げ出すのだ。
ὑφορῶμαι δὲ καὶ τὸν οἶνον ὡς ἐπιβουλεῦσαι καὶ ἐπιθέσθαι γνώμῃ δεινῶς καρτερόν, τοὺς δὲ θεοὺς τούς τε ἄλλους καὶ τὸν Πᾶνα ἀσπάζομαί τε καὶ προσαγορεύω παριὼν μόνον, θύω δὲ οὐδέν, οὐδὲ γὰρ αὐτοὺς ἐνοχλεῖν ἐθέλω.
また私は、ワインをも警戒している。 それが私の理性を陥れ、襲撃する、恐ろしく強力なものだからだ。 そして神々については、他の神々もパーン神も、私はただ通りすがりにお辞儀をして声をかけるだけであり、何も生け贄は捧げない。 神々であっても煩わせたくはないからだ。
σὺ δέ μοι καὶ αὐλητρίδας προσείεις καὶ ᾠδάς, ὦ καταγέλαστε.
それなのに、お前は私に笛吹き女や歌をちらつかせる。 この物笑いの種め。
ἐπὶ μὲν δὴ τούτοις καινῶς οὐχ ἁψαίμην σου·
それらの誘いに対して、私はお前に手出しをする気すらない。
καλὰ δέ σου κἀκεῖνα, ὀρχήσασθαι καὶ ὁμιλῆσαι κόρῃ θερμότατα.
お前のあの提案も実に見事なものだ、踊ったり、娘とこの上なく熱烈に交わったりするなどとはな!
σὺ μέν μοι δοκεῖς κἂν ἐς πῦρ ἅλασθαι κἂν ἐς μαχαίρας κυβιστῆσαι, ἐμοὶ δὲ μήτε θύων εἴης φίλος μήτε ἄλλως.
お前なら、火の中に飛び込んだり、剣の上に宙返りしたりすることもやりかねんように見える。 しかし私にとっては、儀式を執り行うときであれ、他のいかなる場合であれ、お前が友であってくれるな。