Humanitext Reader

ポリュビオス · 歴史 §9.9.1-9.9.11

ハンニバルの采配とローマ人の冷静な包囲維持

608 / 1311 箇所 · ギリシア語

要旨

ハンニバルの果敢な軍事行動と、それに対処して冷静にカプアの包囲を維持し続けたローマ人の卓越性を称賛し、指導者の手本として提示する。また、タレントゥムにおけるボミルカスの支援の失敗について言及する。

§9.9.1τὸ δὲ παραπλήσιον ἄν τις εἴποι καὶ περὶ τῶν κατʼ Ἀννίβαν.
同様のことは、ハンニバルに関する事柄についても言うことができるだろう。
§9.9.2καὶ γὰρ τὸ προσβαλόντα τοῖς πολεμίοις πειραθῆναι διὰ τῶν ἐκ μέρους ἀγώνων λύειν τὴν πολιορκίαν, §9.9.3καὶ τὸ ταύτης ἀποπεσόντα τῆς προσβολῆς ἐπʼ αὐτὴν ὁρμῆσαι τὴν Ῥώμην, κἄπειτα μὴ καθικόμενον τῆς προθέσεως διὰ τὰς ἐκ ταὐτομάτου περιπετείας αὖθις ἐξ ὑποστροφῆς συντρῖψαι μὲν τοὺς ἑπομένους, ἐφεδρεῦσαι δὲ τῷ κατὰ λόγον, εἰ συνέβη γενέσθαι κίνημα περὶ τοὺς τὴν Καπύην πολιορκοῦντας, §9.9.4τὸ δὲ τελευταῖον μὴ λήξαντα τῆς προθέσεως εἰς τὴν τῶν ἐχθρῶν βλάβην ἀποσκῆψαι, μόνον οὐ δʼ ἀναστάτους ποιῆσαι Ῥηγίνους, §9.9.5τίς οὐκ ἂν ἐπισημήναιτο καὶ θαυμάσαι τὸν προειρημένον ἐπὶ τούτοις ἡγεμόνα;
すなわち、敵を攻撃して部分的な戦闘を通じて包囲を解こうと試みたこと、また、この攻撃に失敗するとローマそのものへと進撃し、その後、不測の事態のために目的を達成できなかったものの、再び反転して追撃してきた者たちを打ち砕き、もしカプアを包囲している者たちの間に動揺が生じた場合には、道理に従って待機したこと、そして最後には、目的を諦めることなく敵に打撃を与えることに方向を転じ、レギオンの人々を滅ぼさんばかりにしたこと、 ――これらのことについて、誰が前述の指導者を称賛し、驚嘆せずにいられようか。
§9.9.6καὶ μὴν Ῥωμαίους Λακεδαιμονίων ἀμείνους ἄν τις ἐν τούτῳ τῷ καιρῷ κρίνειεν.
そして実に、この時期においては、ローマ人の方がラケダイモーン人よりも優れていたと判定できるだろう。
§9.9.7Λακεδαιμόνιοι μὲν γὰρ τῇ πρώτῃ προσαγγελίᾳ συνεκχυθέντες τὴν μὲν Σπάρτην ἔσωσαν, τὴν δὲ Μαντίνειαν τὸ καθʼ αὑτοὺς μέρος ἀπέβαλον·
というのも、ラケダイモーン人は最初の報せに狼狽し、スパルタは救ったものの、マンティネイアを彼らに関する限りにおいては失ってしまったからである。
§9.9.8Ῥωμαῖοι δὲ καὶ τὴν πατρίδα διεφύλαξαν καὶ τὴν πολιορκίαν οὐκ ἔλυσαν, ἀλλʼ ἔμειναν ἀσαλεύτως καὶ βεβαίως ἐπὶ τῶν ὑποκειμένων καὶ τὸ λοιπὸν ἤδη τεθαρρηκότως προσέκειντο τοῖς Καπυανοῖς.
これに対してローマ人は、祖国をも守り抜き、包囲も解くことなく、直面する任務に揺らぐことなく確固として留まり、その後はすでに自信を持ってカプア人への攻勢を続けたのである。
§9.9.9ταῦτα μὲν οὖν οὐχ οὕτως τοῦ Ῥωμαίων ἢ Καρχηδονίων ἐγκωμίου χάριν εἴρηταί μοι — τούτους μὲν γὰρ ἤδη πολλάκις ἐπεσημηνάμην — τὸ δὲ πλεῖον τῶν ἡγουμένων παρʼ ἀμφοτέροις καὶ τῶν μετὰ ταῦτα μελλόντων χειρίζειν παρʼ ἑκάστοις τὰς κοινὰς πράξεις,
さて、これらのことが私によって語られたのは、ローマ人やカルタゴ人の賞賛のためというよりは――彼らについてはすでに何度も言及してきたが――、むしろ両国における指導者たち、および将来それぞれの国で公務を執り行うことになる人々のためである。
§9.9.10ἵνα τῶν μὲν ἀναμιμνησκόμενοι, τὰ δʼ ὑπὸ τὴν ὄψιν λαμβάνοντες ζηλωταὶ γίνωνται παράβολον ἔχειν τι καὶ κινδυνῶδες, τοὐναντίον ἀσφαλῆ μὲν τὴν τόλμαν, θαυμασίαν δὲ τὴν ἐπίνοιαν, ἀείμνηστον δὲ καὶ καλὴν ἔχει τὴν προαίρεσιν καὶ κατορθωθέντα καὶ διαψευσθέντα παραπλησίως, ἐὰν μόνον σὺν νῷ γένηται τὰ πραττόμενα.
それは、彼らが一方を思い起こし、他方を目の当たりにすることによって、冒険的で危険な要素をいくらか伴うにしても、それとは逆に、大胆さは安全であり、計画は驚嘆すべきものであり、ただ、なされる事柄が思慮を伴って行われるならば、成功しようとも失敗しようとも、その志が同様に不朽で美しいものであるような、そのような生き方を模倣する者となるためである。
Ἄτελλα, §9.9.10aπόλις Ὀπικῶν Ἰταλίας μεταξὺ Καπύης καὶ Νεαπόλεως.
Ἄτελλα, アテッラ:カプアとネアポリスの間にあるイタリアのオピカ人の都市。
τὸ ἐθνικὸν Ἀτελλανός, ὡς Πολύβιος ἐνάτῃ ‘Ἀτελλανοὶ παρέδοσαν αὑτούσ’.
住民名はアテッラノス。 ポリュビオスが第9巻で「アテッラ人は自らを(ローマに)引き渡した」と述べている通りである。
§9.9.11τῶν γὰρ Ῥωμαίων πολιορκούντων Τάραντα Βομίλκας ὁ τῶν Καρχηδονίων ναύαρχος εἰς τὸ συμμαχήσειν μετὰ δυνάμεως πλείστης καὶ μηδὲν δυνηθεὶς ἐπικουρῆσαι τοῖς ἔνδον διὰ τὸ τοὺς Ῥωμαίους ἀσφαλῶς θέσθαι τὰ περὶ τὴν στρατοπεδείαν, ἔλαθεν ἀναλώσας τὴν χορηγίαν.
というのも、ローマ人がタレントゥムを包囲していた際、カルタゴの海軍将軍ボミルカスは、きわめて多くの軍勢とともに救援するために赴いたものの、ローマ人が陣地を堅固に設営していたために城内の人々に何ら助力することができず、いつの間にか物資を使い果たしてしまった。
καὶ μετὰ παρακλήσεως πρότερον ἀφικέσθαι ἐκβιασθεὶς καὶ ὑποσχέσεων μεγάλων, ὕστερον μεθʼ ἱκετηρίας τῶν ἔνδον ἀποπλεῦσαι ἀπηναγκάσθη.
そして、以前は懇願と大きな約束のもとで到着することを強いられていたにもかかわらず、後には城内の人々の嘆願を背に退却することを余儀なくされた。

語釈・文法注

  1. §9.9.2τὸ δὲ παραπλήσιον ... τὸ προσβαλόντα — §9.9.2から§9.9.4における一連の冠詞付き対格不定詞句(τὸ πειραθῆναι, τὸ ὁρμῆσαι, τὸ ἀποσκῆψαι)は、§9.9.5の動詞 ἐπισημήναιτο および θαυμάσαι の直接の対象(あるいはその根拠となる行為)として機能している。文脈上、ハンニバルの多面的な戦術的機動の具体例を提示している。
  2. §9.9.10ζηλωταὶ γίνωνται παράβολον ἔχειν τι καὶ κινδυνῶδες — 不定詞 ἔχειν は、形容詞の性質を帯びた目的語を従え、ζηλωταὶ γίνωνται(〜を模倣する者となる)の補語的に、あるいは「〜のような性質を持つことを切望する」という意味で用いられている。続く対照的な形容詞群(ἀσφαλῆ, θαυμασίαν, ἀείμνηστον)は、この不定詞が示す内容(あるいはその目的語)を修飾・展開している。
  3. §9.9.11ἔλαθεν ἀναλώσας — 逃れ小辞 λανθάνω の過去形 ἔλαθεν と、アオリスト分詞 ἀναλώσας による慣用表現。主語が「気づかれずに/いつの間にか〜してしまった」ことを意味する。ここでは、ボミルカスの軍勢が何ら有効な支援を行えないまま、いつの間にか物資を浪費してしまった状況を皮肉的に表している。

この箇所を引用する

ポリュビオス, 歴史 §9.9.1-9.9.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:9.9.1-9.9.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。