Humanitext Reader

ポリュビオス · 歴史 §9.8.1-9.8.13

エパメイノンダスの奇襲と名将の運命

607 / 1311 箇所 · ギリシア語

要旨

エパメイノンダスがスパルタとマンティネイアに仕掛けた勇敢な奇襲の失敗例を引き合いに出しながら、優れた将軍の策謀が運命によって阻まれる様子を描写し、ローマとカルタゴの卓越した戦いぶりへの称賛の前提とする。

§9.8.1δοκεῖ δέ μοι δικαίως ἄν τις ἐπισημήνασθαι κατὰ τοῦτον τὸν καιρὸν τάς τε Καρχηδονίων καὶ Ῥωμαίων ἀρετὰς καὶ φιλοτιμίας ἐν τῷ πολεμεῖν.
そして私には、この時期におけるカルタゴ人とローマ人の戦争における卓越性と競争心を、誰であれ正当に指摘し得るように思われる。
§9.8.2καθάπερ γὰρ Ἐπαμινώνδαν τὸν Θηβαῖον θαυμάζουσι πάντες, διότι παραγενόμενος εἰς Τεγέαν μετὰ τῶν συμμάχων καὶ θεωρήσας τοὺς Λακεδαιμονίους αὐτούς τε πανδημεὶ παραγεγονότας εἰς Μαντίνειαν καὶ τοὺς συμμάχους εἰς ταύτην ἡθροικότας τὴν πόλιν, ὡς παραταξομένους τοῖς Θηβαίοις,
というのも、テーバイ人エパメイノンダスを誰もが称賛するのと同様である。
§9.8.3δειπνοποιήσασθαι τοῖς αὑτοῦ καθʼ ὥραν παραγγείλας ἐξῆγε τὴν δύναμιν ἄρτι τῆς νυκτὸς ἐπιγινομένης, ὡς τῆς παρατάξεως χάριν σπεύδων εὐκαίρους τινὰς προκαταλαβέσθαι τόπους, §9.8.4τοιαύτην δὲ τοῖς πολλοῖς δόξαν ἐνεργασάμενος προῆγε, ποιούμενος τὴν πορείαν ἐπʼ αὐτὴν τὴν Λακεδαίμονα, §9.8.5προσμίξας δὲ περὶ τρίτην ὥραν τῇ πόλει παραδόξως καὶ καταλαβὼν τὴν Σπάρτην ἔρημον τῶν βοηθησόντων, μέχρι μὲν ἀγορᾶς ἐβιάσατο καὶ κατέσχε τῆς πόλεως τοὺς ἐπὶ τὸν ποταμὸν ἐστραμμένους τόπους.
なぜなら、彼が同盟軍とともにテゲアに到着し、ラケダイモーン人自身が全軍を挙げてマンティネイアに到着しており、同盟軍もテーバイ軍と対陣するためにこの都市に集結しているのを見て、自らの部下たちに適時に夕食を摂るよう命じた上で、ちょうど夜が始まろうとするときに軍を連れ出したが、それは会戦のためにいくつかの有利な場所をあらかじめ占領しようと急いでいるかのように見せかけてのことであった、そして多くの人々にそのような思い込みを植え付けた上で、ラケダイモーンそのものへと行軍を向けつつ前進した。
§9.8.6γενομένης δὲ περιπετείας, καί τινος αὐτομόλου τὴν νύκτα διαπεσόντος εἰς τὴν Μαντίνειαν καὶ διασαφήσαντος Ἀγησιλάῳ τῷ βασιλεῖ τὸ συμβαῖνον, καὶ τῶν βοηθούντων παραγενομένων εἰς τὸν τῆς καταλήψεως καιρόν, §9.8.7ταύτης μὲν τῆς ἐλπίδος ἀπεσφάλη, μετὰ δὲ ταῦτα περὶ τὸν Εὐρώταν ἀριστοποιησάμενος καὶ προσαναλαβὼν τὴν δύναμιν ἐκ τῆς κακοπαθείας, ὥρμα πάλιν ἐξ ὑποστροφῆς τὴν αὐτὴν ὁδόν,
そして、第三時頃に不意に都市に接近し、スパルタに救援に駆けつける者がおらず空っぽであるのを見出すと、広場まで力ずくで進み、川に面した都市の場所を占領した。しかし、事態の急変が起こり、ある脱走兵が夜のうちにマンティネイアに逃げ込み、王アゲシラオスに起こりつつある事態を明らかにし、また救援に駆けつけた人々がまさに占領されようとする瞬間に到着したため、彼はこの希望からは挫折したが、その後エウロタス川の周辺で食事をとらせ、労苦から軍を回復させると、再び引き返して同じ道を急行した。
§9.8.8συλλογιζόμενος ὅτι συμβήσεται τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων παραβεβοηθηκότων εἰς τὴν Σπάρτην ἔρημον πάλιν καταλείπεσθαι τὴν Μαντίνειαν·
ラケダイモーン人とその同盟軍がスパルタを救援しに急行した結果、マンティネイアが再び空っぽのまま残されることになるだろうと計算したからである。
ὃ καὶ συνέβη γενέσθαι.
そして、まさにそれが起こったのであった。
§9.8.9διὸ παρακαλέσας τοὺς Θηβαίους καὶ χρησάμενος ἐνεργῷ τῇ νυκτοπορείᾳ παρῆν καὶ προσέμισγε τῇ Μαντινείᾳ περὶ μέσον ἡμέρας, ἐρήμῳ τελέως ὑπαρχούσῃ τῶν βοηθησόντων.
それゆえ、彼はテーバイ人を鼓舞し、精力的な夜間行軍を行って、救援に来るべき者の全くいない状態になっていたマンティネイアに正午頃に到着し、接近した。
§9.8.10οἱ δʼ Ἀθηναῖοι κατὰ τὸν καιρὸν τοῦτον σπουδάζοντες μετασχεῖν τοῦ πρὸς τοὺς Θηβαίους ἀγῶνος τοῖς Λακεδαιμονίοις κατὰ τὴν συμμαχίαν παρῆσαν.
一方、アテナイ人はこのとき、同盟に従ってラケダイモーン人を助け、テーバイ人との戦いに加わろうと急いで駆けつけていた。
§9.8.11ἤδη δὲ τῆς Θηβαίων πρωτοπορείας συναπτούσης πρὸς τὸ τοῦ Ποσειδῶνος ἱερόν, ὃ κεῖται πρὸ τῆς πόλεως ἐν ἑπτὰ σταδίοις, ὥσπερ ἐπίτηδες συνεκύρησεν ἅμα καὶ τοὺς Ἀθηναίους ἐπιφαίνεσθαι κατὰ τὸν τῆς Μαντινείας ὑπερκείμενον λόφον·
すでにテーバイ軍の先遣隊が、都市の手前七スタディオンのところにあるポセイドン神殿に迫っていたとき、あたかも狙い澄ましたかのように、同時にアテナイ軍もマンティネイアを見下ろす丘に姿を現すということが起こった。
§9.8.12εἰς οὓς ἐμβλέψαντες οἱ καταλελειμμένοι τῶν Μαντινέων μόλις ἐθάρρησαν ἐπιβῆναι τοῦ τείχους καὶ κωλῦσαι τὴν τῶν Θηβαίων ἔφοδον.
残されていたマンティネイア市民たちは彼らを見て、ようやく勇気を得て城壁に登り、テーバイ軍の攻撃を阻むことができた。
§9.8.13διόπερ εἰκότως οἱ συγγραφεῖς ἐπιμέμφονται τοῖς προειρημένοις ἔργοις, φάσκοντες τῷ μὲν ἡγεμόνι πεπρᾶχθαι πᾶν ὅσον ἀγαθῷ στρατηγῷ, καὶ τῶν μὲν ὑπεναντίων κρείττω, τῆς δὲ τύχης ἥττω γεγονέναι τὸν Ἐπαμινώνδαν.
それゆえ、もっともなことに、歴史家たちは前述の出来事に関して不満を述べ、指導者としては優れた将軍にふさわしいすべてのことをなしたが、エパメイノンダスは敵よりも優れていたものの、運命には敗れたのだと主張している。

語釈・文法注

  1. §9.8.1δικαίως ἄν τις ἐπισημήνασθαι — 不定詞 ἐπισημήνασθαι に小辞 ἄν が付されることで、潜在表現(「〜し得るだろう」)のニュアンスを持つ不定詞句となり、非人称動詞 δοκεῖ の主語(または補語)として機能している。
  2. §9.8.5ἔρημον τῶν βοηθησόντων — 形容詞 ἔρημον は「〜を欠いた」という意味で属格を支配する。βοηθησόντων は動詞 βοηθέω の未来能動分詞の属格複数形で、名詞的に用いられ、「(将来において)救援に来るはずの人々」を意味する。
  3. §9.8.8συμβήσεται ... ἔρημον πάλιν καταλείπεσθαι τὴν Μαντίνειαν — 非人称動詞として用いられた未来形 συμβήσεται(「〜という結果になるだろう」)の主語として、対格不定詞句(Mantineia が残されること)が続いている。途中に挿入された絶対属格句(ラケダイモーン人たちが救軍に赴いたため)がその前提条件・原因を表す。
  4. §9.8.13τῷ μὲν ἡγεμόνι πεπρᾶχθαι — 完了受動不定詞 πεπρᾶχθαι に伴う τῷ ἡγεμόνι は、与格が行為者(「指導者によって」)を示す用法である。

この箇所を引用する

ポリュビオス, 歴史 §9.8.1-9.8.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:9.8.1-9.8.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。