Humanitext Reader

波利比奥斯 · 历史 §9.9.1-9.9.11

汉尼巴尔的战术与罗马人对卡普阿的坚守

第 608 段,共 1311 段 · 希腊语

内容简介

作者赞扬了汉尼巴尔果敢的军事行动,以及罗马人在坚守卡普阿包围战中所展现出的卓越毅力,并将其作为未来领导者的历史典范。此外,还提到了波米尔卡在塔兰托救援行动中的失败。

§9.9.1τὸ δὲ παραπλήσιον ἄν τις εἴποι καὶ περὶ τῶν κατʼ Ἀννίβαν.
同样的话,人们也可以对有关汉尼巴尔的事迹来说。
§9.9.2καὶ γὰρ τὸ προσβαλόντα τοῖς πολεμίοις πειραθῆναι διὰ τῶν ἐκ μέρους ἀγώνων λύειν τὴν πολιορκίαν, §9.9.3καὶ τὸ ταύτης ἀποπεσόντα τῆς προσβολῆς ἐπʼ αὐτὴν ὁρμῆσαι τὴν Ῥώμην, κἄπειτα μὴ καθικόμενον τῆς προθέσεως διὰ τὰς ἐκ ταὐτομάτου περιπετείας αὖθις ἐξ ὑποστροφῆς συντρῖψαι μὲν τοὺς ἑπομένους, ἐφεδρεῦσαι δὲ τῷ κατὰ λόγον, εἰ συνέβη γενέσθαι κίνημα περὶ τοὺς τὴν Καπύην πολιορκοῦντας, §9.9.4τὸ δὲ τελευταῖον μὴ λήξαντα τῆς προθέσεως εἰς τὴν τῶν ἐχθρῶν βλάβην ἀποσκῆψαι, μόνον οὐ δʼ ἀναστάτους ποιῆσαι Ῥηγίνους,
也就是说,他试图通过进攻敌人、进行局部交战来解除包围,并且在此次进攻失败后直奔罗马本身,随后虽然由于意外变故未能达到目的,却再次转身击碎追击者,并合理地进行伺机待命,以防包围卡普阿的人发生任何动荡,以及最后他没有放弃意图,而是转而打击敌人,几乎让雷吉乌姆人遭遇灭顶之灾。
§9.9.5τίς οὐκ ἂν ἐπισημήναιτο καὶ θαυμάσαι τὸν προειρημένον ἐπὶ τούτοις ἡγεμόνα;
面对这些,谁能不赞赏并钦佩上述这位领袖呢?
§9.9.6καὶ μὴν Ῥωμαίους Λακεδαιμονίων ἀμείνους ἄν τις ἐν τούτῳ τῷ καιρῷ κρίνειεν.
确实,在此时期,人们可以判定罗马人比拉刻代蒙人更为优秀。
§9.9.7Λακεδαιμόνιοι μὲν γὰρ τῇ πρώτῃ προσαγγελίᾳ συνεκχυθέντες τὴν μὲν Σπάρτην ἔσωσαν, τὴν δὲ Μαντίνειαν τὸ καθʼ αὑτοὺς μέρος ἀπέβαλον· §9.9.8Ῥωμαῖοι δὲ καὶ τὴν πατρίδα διεφύλαξαν καὶ τὴν πολιορκίαν οὐκ ἔλυσαν, ἀλλʼ ἔμειναν ἀσαλεύτως καὶ βεβαίως ἐπὶ τῶν ὑποκειμένων καὶ τὸ λοιπὸν ἤδη τεθαρρηκότως προσέκειντο τοῖς Καπυανοῖς.
因为拉刻代蒙人一听到最初的消息便惊慌失措,虽然保全了斯巴达,却在自身职责范围内丢掉了曼提奈亚;而罗马人则既保全了祖国,也没有解除包围,反而动摇不得、坚定地坚守在既定任务上,并且此后已经满怀信心地向卡普阿人施加压力。
§9.9.9ταῦτα μὲν οὖν οὐχ οὕτως τοῦ Ῥωμαίων ἢ Καρχηδονίων ἐγκωμίου χάριν εἴρηταί μοι — τούτους μὲν γὰρ ἤδη πολλάκις ἐπεσημηνάμην — τὸ δὲ πλεῖον τῶν ἡγουμένων παρʼ ἀμφοτέροις καὶ τῶν μετὰ ταῦτα μελλόντων χειρίζειν παρʼ ἑκάστοις τὰς κοινὰς πράξεις, §9.9.10ἵνα τῶν μὲν ἀναμιμνησκόμενοι, τὰ δʼ ὑπὸ τὴν ὄψιν λαμβάνοντες ζηλωταὶ γίνωνται παράβολον ἔχειν τι καὶ κινδυνῶδες, τοὐναντίον ἀσφαλῆ μὲν τὴν τόλμαν, θαυμασίαν δὲ τὴν ἐπίνοιαν, ἀείμνηστον δὲ καὶ καλὴν ἔχει τὴν προαίρεσιν καὶ κατορθωθέντα καὶ διαψευσθέντα παραπλησίως, ἐὰν μόνον σὺν νῷ γένηται τὰ πραττόμενα.
因此,我叙述这些事并不是为了赞美罗马人或迦太基人——因为我已经多次称赞过他们——而更多地是为了两国的领导者,以及今后将在各自国家主持公共事务的人,以便他们能通过回忆一方,并将另一方置于眼前,从而乐于效法那些虽带有某种冒险和危险性,但相反却使大胆变得安全、使谋划令人赞叹,且只要所做之事出于理智,则无论成功或失败,其追求都同样永载史册且美好无比的志向。
Ἄτελλα, §9.9.10aπόλις Ὀπικῶν Ἰταλίας μεταξὺ Καπύης καὶ Νεαπόλεως.
Ἄτελλα, 阿特拉:位于卡普阿和那不勒斯之间的意大利奥皮基人的城市。
τὸ ἐθνικὸν Ἀτελλανός, ὡς Πολύβιος ἐνάτῃ ‘Ἀτελλανοὶ παρέδοσαν αὑτούσ’.
其族群名称为阿特拉诺斯,正如波利比乌斯在第九卷中所说:“阿特拉人自投降了。
§9.9.11τῶν γὰρ Ῥωμαίων πολιορκούντων Τάραντα Βομίλκας ὁ τῶν Καρχηδονίων ναύαρχος εἰς τὸ συμμαχήσειν μετὰ δυνάμεως πλείστης καὶ μηδὲν δυνηθεὶς ἐπικουρῆσαι τοῖς ἔνδον διὰ τὸ τοὺς Ῥωμαίους ἀσφαλῶς θέσθαι τὰ περὶ τὴν στρατοπεδείαν, ἔλαθεν ἀναλώσας τὴν χορηγίαν.
” 因为当罗马人包围塔兰托时,迦太基海军将领波米尔卡率领庞大兵力前来协助,却因罗马人已稳固地设好营地而无法向城内提供任何援助,不知不觉中便耗尽了补给。
καὶ μετὰ παρακλήσεως πρότερον ἀφικέσθαι ἐκβιασθεὶς καὶ ὑποσχέσεων μεγάλων, ὕστερον μεθʼ ἱκετηρίας τῶν ἔνδον ἀποπλεῦσαι ἀπηναγκάσθη.
他先前虽在恳求和巨大承诺下被迫前来,后来却在城内人的哀求中被迫起航离去。

词汇与语法注释

  1. §9.9.2τὸ δὲ παραπλήσιον ... τὸ προσβαλόντα — §9.9.2至§9.9.4中的一系列冠词伴随宾格不定式短语(τὸ πειραθῆναι, τὸ ὁρμῆσαι, τὸ ἀποσκῆψαι)作为§9.9.5中动词 ἐπισημήναιτο 和 θαυμάσαι 的直接宾语(或其依据的行为)。它们展示了汉尼巴尔多元化战术机动的具体实例。
  2. §9.9.10ζηλωταὶ γίνωνται παράβολον ἔχειν τι καὶ κινδυνῶδες — 不定式 ἔχειν 带有具形容词属性的宾语,补足语式地用于 ζηλωταὶ γίνωνται(成为……的效法者)之后,表示“渴望具有/采取……”。随后对比鲜明的形容词(ἀσφαλῆ, θαυμασίαν, ἀείμνηστον)修饰并详述了这一企图的性质。
  3. §9.9.11ἔλαθεν ἀναλώσας — 由动词 λανθάνω 的过去时(ἔλαθεν)与不定过去时分词(ἀναλώσας)构成的惯用句式,意为“在无人察觉的情况下/不知不觉中消耗了”。此处讽刺地表现了波米尔卡在未能提供任何有效援助的情况下,不知不觉中便耗尽了补给物资的窘境。

引用这一段

波利比奥斯, 历史 §9.9.1-9.9.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:9.9.1-9.9.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。