Humanitext Reader

波利比奥斯 · 历史 §9.8.1-9.8.13

伊巴密浓达的奇袭与将领的命运

第 607 段,共 1311 段 · 希腊语

内容简介

作者以伊巴密浓达对斯巴达和曼提奈亚实施的两次勇敢奇袭因命运作弄而落空为例,阐述了优秀将领的筹划如何受制于运气,以此引出对迦太基和罗马人军事卓越性的评述。

§9.8.1δοκεῖ δέ μοι δικαίως ἄν τις ἐπισημήνασθαι κατὰ τοῦτον τὸν καιρὸν τάς τε Καρχηδονίων καὶ Ῥωμαίων ἀρετὰς καὶ φιλοτιμίας ἐν τῷ πολεμεῖν.
在我看来,任何人都可以理所当然地在此时指出迦太基人和罗马人在战争中的卓越能力与竞争心。
§9.8.2καθάπερ γὰρ Ἐπαμινώνδαν τὸν Θηβαῖον θαυμάζουσι πάντες, διότι παραγενόμενος εἰς Τεγέαν μετὰ τῶν συμμάχων καὶ θεωρήσας τοὺς Λακεδαιμονίους αὐτούς τε πανδημεὶ παραγεγονότας εἰς Μαντίνειαν καὶ τοὺς συμμάχους εἰς ταύτην ἡθροικότας τὴν πόλιν, ὡς παραταξομένους τοῖς Θηβαίοις, §9.8.3δειπνοποιήσασθαι τοῖς αὑτοῦ καθʼ ὥραν παραγγείλας ἐξῆγε τὴν δύναμιν ἄρτι τῆς νυκτὸς ἐπιγινομένης, ὡς τῆς παρατάξεως χάριν σπεύδων εὐκαίρους τινὰς προκαταλαβέσθαι τόπους, §9.8.4τοιαύτην δὲ τοῖς πολλοῖς δόξαν ἐνεργασάμενος προῆγε, ποιούμενος τὴν πορείαν ἐπʼ αὐτὴν τὴν Λακεδαίμονα, §9.8.5προσμίξας δὲ περὶ τρίτην ὥραν τῇ πόλει παραδόξως καὶ καταλαβὼν τὴν Σπάρτην ἔρημον τῶν βοηθησόντων, μέχρι μὲν ἀγορᾶς ἐβιάσατο καὶ κατέσχε τῆς πόλεως τοὺς ἐπὶ τὸν ποταμὸν ἐστραμμένους τόπους.
因为正如人人都会赞美忒拜人伊巴密浓达那样,因为他与盟友一同抵达特格亚后,看到拉刻代蒙人自己已全军动员前往曼提奈亚,而盟友们也已聚集在城中,准备与忒拜人对阵,他命令部下按时进晚餐,并在夜幕刚刚降临时率军出发,假装是为了在会战中抢占有利地形而急行军,在给众人留下这一印象后,他继续前进,将行军路线直接指向拉刻代蒙本身,他在大约第三时出其不意地接近该城,发现斯巴达空无救援之兵,便一路强攻至广场,并占领了该城朝向河流的区域。
§9.8.6γενομένης δὲ περιπετείας, καί τινος αὐτομόλου τὴν νύκτα διαπεσόντος εἰς τὴν Μαντίνειαν καὶ διασαφήσαντος Ἀγησιλάῳ τῷ βασιλεῖ τὸ συμβαῖνον, καὶ τῶν βοηθούντων παραγενομένων εἰς τὸν τῆς καταλήψεως καιρόν, §9.8.7ταύτης μὲν τῆς ἐλπίδος ἀπεσφάλη, μετὰ δὲ ταῦτα περὶ τὸν Εὐρώταν ἀριστοποιησάμενος καὶ προσαναλαβὼν τὴν δύναμιν ἐκ τῆς κακοπαθείας, ὥρμα πάλιν ἐξ ὑποστροφῆς τὴν αὐτὴν ὁδόν, §9.8.8συλλογιζόμενος ὅτι συμβήσεται τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων παραβεβοηθηκότων εἰς τὴν Σπάρτην ἔρημον πάλιν καταλείπεσθαι τὴν Μαντίνειαν·
然而,事态发生了急剧逆转,一名逃兵在夜间逃往曼提奈亚,向国王阿格西劳斯说明了正在发生的情况,而且援军也恰在斯巴达即将失陷的时刻赶到,他这一希望落了空。 此后,他在欧罗塔斯河畔让军队吃过午饭,并从疲劳中恢复过来,便再次转身沿原路急行军,因为他料到,由于拉刻代蒙人及其盟友已赶往斯巴达救援,曼提奈亚必将再次陷入空虚。
ὃ καὶ συνέβη γενέσθαι.
而这确实发生了。
§9.8.9διὸ παρακαλέσας τοὺς Θηβαίους καὶ χρησάμενος ἐνεργῷ τῇ νυκτοπορείᾳ παρῆν καὶ προσέμισγε τῇ Μαντινείᾳ περὶ μέσον ἡμέρας, ἐρήμῳ τελέως ὑπαρχούσῃ τῶν βοηθησόντων.
因此,他鼓励忒拜人,并利用高效的夜间行军,于正午时分抵达并逼近曼提奈亚,而此时城内确实完全没有防卫力量。
§9.8.10οἱ δʼ Ἀθηναῖοι κατὰ τὸν καιρὸν τοῦτον σπουδάζοντες μετασχεῖν τοῦ πρὸς τοὺς Θηβαίους ἀγῶνος τοῖς Λακεδαιμονίοις κατὰ τὴν συμμαχίαν παρῆσαν.
与此同时,雅典人急于参与对抗忒拜人的战斗,已根据同盟协定前来协助拉刻代蒙人。
§9.8.11ἤδη δὲ τῆς Θηβαίων πρωτοπορείας συναπτούσης πρὸς τὸ τοῦ Ποσειδῶνος ἱερόν, ὃ κεῖται πρὸ τῆς πόλεως ἐν ἑπτὰ σταδίοις, ὥσπερ ἐπίτηδες συνεκύρησεν ἅμα καὶ τοὺς Ἀθηναίους ἐπιφαίνεσθαι κατὰ τὸν τῆς Μαντινείας ὑπερκείμενον λόφον· §9.8.12εἰς οὓς ἐμβλέψαντες οἱ καταλελειμμένοι τῶν Μαντινέων μόλις ἐθάρρησαν ἐπιβῆναι τοῦ τείχους καὶ κωλῦσαι τὴν τῶν Θηβαίων ἔφοδον.
就在忒拜军的先锋部队已经逼近位于城前七斯塔迪翁处的波塞冬神庙时,仿佛是刻意安排一般,雅典人也同时在俯瞰曼提奈亚的山丘上现身;留在城内的曼提奈亚人望见他们,才终于鼓起勇气登上城墙,阻止了忒拜人的进攻。
§9.8.13διόπερ εἰκότως οἱ συγγραφεῖς ἐπιμέμφονται τοῖς προειρημένοις ἔργοις, φάσκοντες τῷ μὲν ἡγεμόνι πεπρᾶχθαι πᾶν ὅσον ἀγαθῷ στρατηγῷ, καὶ τῶν μὲν ὑπεναντίων κρείττω, τῆς δὲ τύχης ἥττω γεγονέναι τὸν Ἐπαμινώνδαν.
因此,史学家们对上述事件提出指责是理所当然的,他们声称,作为领袖,伊巴密浓达已经做了一个优秀将领所能做的一切,他虽胜过了对手,却输给了命运。

词汇与语法注释

  1. §9.8.1δικαίως ἄν τις ἐπισημήνασθαι — 不定式 ἐπισημήνασθαι 连同助词 ἄν 构成具有潜在语气(“或可合理地指出”)的不定式短语,作为非人称动词 δοκεῖ 的主语或补足语。
  2. §9.8.5ἔρημον τῶν βοηθησόντων — 形容词 ἔρημον(“缺乏……”、“空无……”)支配属格。βοηθησόντων 是动词 βοηθέω 的将来主动分词属格复数形式,作名词性使用,意为“(将来)会来救援的人”。
  3. §9.8.8συμβήσεται ... ἔρημον πάλιν καταλείπεσθαι τὴν Μαντίνειαν — 作为一个非人称动词的将来时 συμβήσεται(“将会发生……”)以带对格的不定式短语(曼提奈亚将再次陷入空虚)作为其实际主语。中间插入的属格绝对独立结构则表示原因或条件。
  4. §9.8.13τῷ μὲν ἡγεμόνι πεπρᾶχθαι — 与格 τῷ ἡγεμόνι 与完成时被动不定式 πεπρᾶχθαι 连用,表示行为的主体(“被领袖所做”),即施事与格。

引用这一段

波利比奥斯, 历史 §9.8.1-9.8.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:9.8.1-9.8.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。