§9.7.1εἰς ἣν οὐδεὶς οὐδέποτε πολέμιον ἥξειν ἤλπιζε·
そこへは、かつて誰も敵がやって来るとは思いもしなかった。
μετὰ δὲ ταῦτα τῶν ὑπάτων τολμησάντων ἐν δέκα σταδίοις ἀντιστρατοπεδεῦσαι σφίσι παραβόλως, Ἀννίβας ἅμα μὲν λείας πλῆθος ἡθροικώς, ἅμα δὲ τῆς κατὰ τὴν πόλιν ἐλπίδος ἀποπεπτωκώς, §9.7.2τὸ δὲ μέγιστον, συλλογιζόμενος τὰς ἡμέρας, ἐν αἷς ἤλπιζε κατὰ τὴν ἐξ ἀρχῆς ἐπίνοιαν πυθομένους τοὺς περὶ τὸν Ἄππιον τὸν περὶ τὴν πόλιν κίνδυνον ἤτοι λύσαντας τὴν πολιορκίαν ὁλοσχερῶς παραβοηθήσειν τοῖς ἐπὶ τῇ Ῥώμῃ πράγμασιν ἢ μέρος τι καταλιπόντας τῷ πλείονι βοηθήσειν κατὰ σπουδήν· §9.7.3ὧν ὁπότερον ἂν συμβῇ, δεόντως ἕξειν ὑπειληφὼς ἐκίνει τὴν δύναμιν ἐκ τῆς παρεμβολῆς ὑπὸ τὴν ἑωθινήν.
その後、執政官たちが大胆にも十スタディオンの距離に対陣してきたので、ハンニバルは、一方で多くの略奪品を集め、他方で都市(ローマ)に関する希望を失い、そして最も重要なことには、当初の計画に従って、アッピウスらが都市の危機を知ったなら、包囲を完全に解いてローマの事態を救援に赴くか、あるいは一部を残して大部分で急ぎ支援に向かうだろうと予想していた日数を計算し、そのどちらが起ころうとも自分にとって都合よく運ぶだろうと考えて、夜明け前に陣営から軍を動かした。
§9.7.4οἱ δὲ περὶ τὸν Πόπλιον διασπάσαντες τὰς ἐπὶ τοῦ προειρημένου ποταμοῦ γεφύρας καὶ συναναγκάσαντες αὐτὸν διὰ τοῦ ῥεύματος περαιοῦν τὴν δύναμιν, προσέκειντο τοῖς Καρχηδονίοις περὶ τὴν διάβασιν καὶ πολλὴν παρεῖχον δυσχρηστίαν.
プブリウスらは、前述の川に架かる橋を破壊し、彼に流れを渡って軍を移動させることを強いたが、渡河の際にカルタゴ軍に攻撃を仕掛け、多大な困難を与えた。
§9.7.5ὁλοσχερὲς μὲν οὖν οὐδὲν ἐδύναντο πρᾶξαι διὰ τὸ πλῆθος τῶν ἱππέων καὶ τὴν πρὸς πάντα τόπον εὐχρηστίαν τῶν Νομάδων·
もっとも、騎兵の多さと、ヌミディア兵があらゆる地形に適応して自在に動くため、決定的な打撃を与えることはできなかった。
τῆς δὲ λείας ἱκανόν τι μέρος ἀφελόμενοι καὶ περὶ τριακοσίους καταβαλόντες τῶν πολεμίων τότε μὲν ἀνεχώρησαν πρὸς τὴν παρεμβολήν,
しかし、獲物のかなりの部分を奪い返し、敵を約300人打ち倒して、その時は陣営へと退却した。
§9.7.6μετὰ δὲ ταῦτα νομίσαντες τοὺς Καρχηδονίους διὰ φόβον σπουδῇ ποιεῖσθαι τὴν ὑποχώρησιν, εἵποντο κατόπιν ταῖς παρωρείαις.
しかしその後、カルタゴ軍が恐怖のために急いで退却しているものと考えて、山の麓に沿って背後から追尾した。
§9.7.7Ἀννίβας δὲ τὸ μὲν πρῶτον ἠπείγετο, σπεύδων ἐπὶ τὸ προκείμενον·
ハンニバルは、最初は目の前の目的に向かって急いで行軍していた。
μετὰ δὲ πέμπτην ἡμέραν προσαγγελθέντος αὐτῷ μένειν ἐπὶ τῆς πολιορκίας τοὺς περὶ τὸν Ἄππιον, οὕτως ὑποστὰς καὶ προσδεξάμενος τοὺς ἑπομένους ἐπιτίθεται νυκτὸς ἔτι τῇ στρατοπεδείᾳ, §9.7.8καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, τοὺς δὲ λοιποὺς ἐκ τῆς παρεμβολῆς ἐξέβαλε.
しかし5日後、アッピウスらが(カプアの)包囲を解かずに留まっているという報告を受けると、そこで立ち止まり、追尾してくる者たちを待ち受けて、まだ夜のうちにその陣営に攻撃を仕掛けた、そして彼らの多くを殺害し、残りを陣営から追い払った。
§9.7.9τῆς δʼ ἡμέρας ἐπιγενομένης συνθεωρήσας τοὺς Ῥωμαίους πρός τινα λόφον ἐρυμνὸν ἀποκεχωρηκότας, τοῦ μὲν ἔτι προσκαρτερεῖν τούτοις ἀπέγνω,
夜が明けると、ローマ軍が険しい丘へと退却したのを見て、彼らに対してさらに攻撃を続けることを断念した。
§9.7.10ποιησάμενος δὲ τὴν πορείαν διὰ τῆς Δαυνίας καὶ τῆς Βρεττίας ἐπέστη τοῖς κατὰ τὸ Ῥήγιον τόποις ἀνυπόπτως, ὥστε παρʼ ὀλίγον μὲν καὶ τῆς πόλεως κυριεῦσαι, πάντας δὲ τοὺς ἐπὶ τὴν χώραν ἐκπεπορευμένους ἀποτεμέσθαι καὶ πλείστων γενέσθαι Ῥηγίνων κύριος ἐν ἐκείνῃ τῇ παρουσίᾳ.
そしてダウニアおよびブレッティア地方を通って行軍し、レギウム周辺の地域に不意に現れた。 そのため、今一歩で都市そのものを占領するところであり、田野に出ていた人々全員を遮断し、その遠征中に非常に多くのレギウム市民を捕らえることになった。