§9.6.1οὗ γενομένου καὶ προσπεσόντος εἰς τὴν Ῥώμην, εἰς ὁλοσχερῆ συνέβη ταραχὴν καὶ φόβον ἐμπεσεῖν τοὺς κατὰ τὴν πόλιν,
これが起こり、ローマに報せが届くと、市内の人々は全面的な混乱と恐怖に陥る事態となった。
§9.6.2ἅτε τοῦ πράγματος αἰφνιδίου μὲν ὄντος καὶ τελέως ἀνελπίστου διὰ τὸ μηδέποτε τὸν Ἀννίβαν ἐπὶ τοσοῦτον ἀπηρκέναι τῆς πόλεως, ὑποτρεχούσης δέ τινος ἅμα καὶ τοιαύτης ἐννοίας ὡς οὐχ οἷόν τε τοὺς ἐναντίους ἐπὶ τοσοῦτον ἐγγίσαι καὶ καταθαρρῆσαι μὴ οὐ τῶν περὶ Καπύην στρατοπέδων ἀπολωλότων.
それは、この事態が突発的で全く予期せぬものであり、ハンニバルがこれまで一度もこれほど都市の近くまで軍を進めたことがなかったためでもあったが、同時に、カプア周辺の軍団が滅びていない限り、敵がこれほど接近して大胆に振る舞うことはあり得ないという、次のような考えが心に起きたためでもあった。
§9.6.3διόπερ οἱ μὲν ἄνδρες τὰ τείχη προκατελάμβανον καὶ τοὺς πρὸ τῆς πόλεως εὐκαίρους τόπους, αἱ δὲ γυναῖκες περιπορευόμεναι τοὺς ναοὺς ἱκέτευον τοὺς θεούς, πλύνουσαι ταῖς κόμαις τὰ τῶν ἱερῶν ἐδάφη·
それゆえ、男たちはあらかじめ城壁や市前の要所を占拠し、女たちは神殿を巡って神々に哀願し、自らの髪で神聖な床を拭き清めた。
§9.6.4τοῦτο γὰρ αὐταῖς ἔθος ἐστὶ ποιεῖν, ὅταν τις ὁλοσχερὴς τὴν πατρίδα καταλαμβάνῃ κίνδυνος.
というのも、国家に全面的な危機が降りかかるときには、彼女たちにはそうする習慣があるからである。
§9.6.5ἄρτι δὲ τῶν περὶ τὸν Ἀννίβαν κατεστρατοπεδευκότων καὶ διανοουμένων τῇ μετὰ ταῦθʼ ἡμέρᾳ καταπειράζειν αὐτῆς τῆς πόλεως, γίνεται παράδοξόν τι καὶ τυχικὸν σύμπτωμα πρὸς σωτηρίαν τοῖς Ῥωμαίοις.
ハンニバルらがちょうど陣を構え、翌日には都市そのものを攻撃しようと企てていたまさにその時、ローマ人にとって救いとなる、思いがけない偶然の出来事が起こった。
§9.6.6οἱ γὰρ περὶ τὸν Γνάιον καὶ Πόπλιον τοῦ μὲν ἑνὸς στρατοπέδου πρότερον πεποιημένοι τὴν καταγραφὴν ἐνόρκους εἶχον τοὺς στρατιώτας εἰς ἐκείνην τὴν ἡμέραν ἥξειν ἐν τοῖς ὅπλοις εἰς τὴν Ῥώμην, τοῦ δʼ ἑτέρου τότε τὰς καταγραφὰς ἐποιοῦντο καὶ δοκιμασίας.
というのも、グナエウスとプブリウス(の両執政官)は、一方の軍団については以前に徴兵を済ませて、兵士たちにまさにその日に武装してローマに集結するよう誓約させており、他方の軍団については、その時ちょうど徴兵と審査を行っているところだったからである。
§9.6.7ἐξ οὗ συνέβη πλῆθος ἀνδρῶν αὐτομάτως ἁθροισθῆναι πρὸς τὸν δέοντα καιρὸν εἰς τὴν Ῥώμην.
その結果、多くの男たちが、必要なまさにその時に、ひとりでにローマに集まることになった。
οὓς ἐξαγαγόντες εὐθαρσῶς οἱ στρατηγοὶ καὶ παρεμβαλόντες πρὸ τῆς πόλεως ἐπέσχον τὴν ὁρμὴν τῶν περὶ τὸν Ἀννίβαν.
将軍たちは彼らを勇敢にも率い出して市前に陣を構え、ハンニバルらの進撃を阻止した。
§9.6.8οἱ γὰρ Καρχηδόνιοι τὸ μὲν πρῶτον ὥρμησαν, οὐχ ὅλως ἀπελπίζοντες αἱρήσειν κατὰ κράτος αὐτὴν τὴν Ῥώμην·
カルタゴ人たちは、最初はローマそのものを武力によって攻略することを決して諦めずに進撃した。
συνθεασάμενοι δὲ τοὺς ὑπεναντίους παρατεταγμένους καὶ ταχέως διά τινος αἰχμαλώτου πυθόμενοι τὸ γεγονός, τῆς μὲν ἐπὶ τὴν πόλιν ἐπιβολῆς ἀπέστησαν, τὴν δὲ χώραν ἐδῄουν ἐπιπορευόμενοι καὶ τὰς οἰκίας ἐνεπίμπρασαν.
しかし、敵が布陣しているのを目の当たりにし、また捕虜の一人から事情を素早く聞き知ると、都市への攻撃計画は断念し、周辺の土地を巡って略奪し、家々に火を放った。
§9.6.9τὰς μὲν οὖν ἀρχὰς ἀναρίθμητον περιελασάμενοι λείας πλῆθος ἥθροισαν εἰς τὴν παρεμβολήν, ὡς ἂν εἰς ἄγραν ἥκοντες τοιαύτην
こうして、彼らはまず初めに無数の略奪品を駆り集めて陣営に集めた。 それは、まるでそのような獲物の地にやってきたかのようであった。