Humanitext Reader

波利比奥斯 · 历史 §9.6.1-9.6.9

汉尼拔逼近罗马引发的恐慌与防守

第 605 段,共 1311 段 · 希腊语

内容简介

汉尼拔逼近罗马令城中陷入恐慌,但由于两个罗马军团恰好在当天集结,迦太基的直接进攻被遏制,转而洗劫周边地区。

§9.6.1οὗ γενομένου καὶ προσπεσόντος εἰς τὴν Ῥώμην, εἰς ὁλοσχερῆ συνέβη ταραχὴν καὶ φόβον ἐμπεσεῖν τοὺς κατὰ τὴν πόλιν,
此事发生且消息传到罗马后,城中的居民陷入了极大的混乱和恐慌之中。
§9.6.2ἅτε τοῦ πράγματος αἰφνιδίου μὲν ὄντος καὶ τελέως ἀνελπίστου διὰ τὸ μηδέποτε τὸν Ἀννίβαν ἐπὶ τοσοῦτον ἀπηρκέναι τῆς πόλεως, ὑποτρεχούσης δέ τινος ἅμα καὶ τοιαύτης ἐννοίας ὡς οὐχ οἷόν τε τοὺς ἐναντίους ἐπὶ τοσοῦτον ἐγγίσαι καὶ καταθαρρῆσαι μὴ οὐ τῶν περὶ Καπύην στρατοπέδων ἀπολωλότων.
这不仅是因为此事极其突然、完全出乎意料——因为汉尼拔此前从未将兵力推进到如此靠近城市的地方——同时也是因为他们心中升起了一种猜测:若非卡普亚附近的军团已经覆灭,敌人绝不可能逼得如此之近,并且如此胆大妄为。
§9.6.3διόπερ οἱ μὲν ἄνδρες τὰ τείχη προκατελάμβανον καὶ τοὺς πρὸ τῆς πόλεως εὐκαίρους τόπους, αἱ δὲ γυναῖκες περιπορευόμεναι τοὺς ναοὺς ἱκέτευον τοὺς θεούς, πλύνουσαι ταῖς κόμαις τὰ τῶν ἱερῶν ἐδάφη·
因此,男子们预先占领了城墙和城前的有利地势,而妇女们则巡游各处神庙、向神明哀求,用自己的头发擦拭神殿的地板。
§9.6.4τοῦτο γὰρ αὐταῖς ἔθος ἐστὶ ποιεῖν, ὅταν τις ὁλοσχερὴς τὴν πατρίδα καταλαμβάνῃ κίνδυνος.
因为每当国家面临全面危机时,她们便有这样做的习俗。
§9.6.5ἄρτι δὲ τῶν περὶ τὸν Ἀννίβαν κατεστρατοπεδευκότων καὶ διανοουμένων τῇ μετὰ ταῦθʼ ἡμέρᾳ καταπειράζειν αὐτῆς τῆς πόλεως, γίνεται παράδοξόν τι καὶ τυχικὸν σύμπτωμα πρὸς σωτηρίαν τοῖς Ῥωμαίοις.
正当汉尼拔及其军队刚刚安营扎营,并打算在次日对城市本身发起试探性进攻时,发生了一件出人意料且纯属偶然的事件,拯救了罗马人。
§9.6.6οἱ γὰρ περὶ τὸν Γνάιον καὶ Πόπλιον τοῦ μὲν ἑνὸς στρατοπέδου πρότερον πεποιημένοι τὴν καταγραφὴν ἐνόρκους εἶχον τοὺς στρατιώτας εἰς ἐκείνην τὴν ἡμέραν ἥξειν ἐν τοῖς ὅπλοις εἰς τὴν Ῥώμην, τοῦ δʼ ἑτέρου τότε τὰς καταγραφὰς ἐποιοῦντο καὶ δοκιμασίας.
因为格奈乌斯和普布利乌斯此前已完成了其中一个军团的征兵,并让士兵们宣誓在当天武装集结于罗马,而对另一个军团,他们当时正在进行征兵和审查。
§9.6.7ἐξ οὗ συνέβη πλῆθος ἀνδρῶν αὐτομάτως ἁθροισθῆναι πρὸς τὸν δέοντα καιρὸν εἰς τὴν Ῥώμην.
结果,大批男子在最需要的时候自动在罗马集结。
οὓς ἐξαγαγόντες εὐθαρσῶς οἱ στρατηγοὶ καὶ παρεμβαλόντες πρὸ τῆς πόλεως ἐπέσχον τὴν ὁρμὴν τῶν περὶ τὸν Ἀννίβαν.
将领们勇敢地将他们领出城外并部署在城前,遏制了汉尼拔一伙的攻势。
§9.6.8οἱ γὰρ Καρχηδόνιοι τὸ μὲν πρῶτον ὥρμησαν, οὐχ ὅλως ἀπελπίζοντες αἱρήσειν κατὰ κράτος αὐτὴν τὴν Ῥώμην·
迦太基人起初向前推进,完全没有放弃凭借武力夺取罗马城的希望。
συνθεασάμενοι δὲ τοὺς ὑπεναντίους παρατεταγμένους καὶ ταχέως διά τινος αἰχμαλώτου πυθόμενοι τὸ γεγονός, τῆς μὲν ἐπὶ τὴν πόλιν ἐπιβολῆς ἀπέστησαν, τὴν δὲ χώραν ἐδῄουν ἐπιπορευόμενοι καὶ τὰς οἰκίας ἐνεπίμπρασαν.
然而,当他们看到敌人已排好阵势,并很快从一名俘虏口中得知了实情,便放弃了对城市的进攻计划,转而一边行进一边洗劫乡间,并纵火焚烧房屋。
§9.6.9τὰς μὲν οὖν ἀρχὰς ἀναρίθμητον περιελασάμενοι λείας πλῆθος ἥθροισαν εἰς τὴν παρεμβολήν, ὡς ἂν εἰς ἄγραν ἥκοντες τοιαύτην
起初,他们驱赶并收集了无数的战利品到营地里,就好像他们来到了这样一个捕猎场一样。

词汇与语法注释

  1. 9.6.2μηδέποτε τὸν Ἀννίβαν ἐπὶ τοσοῦτον ἀπηρκέναι τῆς πόλεως — ἀπηρκέναι 是 ἀπαίρω(出发、行军)的完成时不定式。此处非指“从未离开该城如此之远”,而是指“从未向该城推进至如此近的距离”。属格 τῆς πόλεως 依附于表示程度或距离的副词短语 ἐπὶ τοσοῦτον,意为“到如此靠近城市的程度”。
  2. 9.6.2μὴ οὐ τῶν περὶ Καπύην στρατοπέδων ἀπολωλότων — 在否定表达(此处为 οὐχ οἷόν τε...)之后的独立分词结构中,双重否定 μὴ οὐ 表示条件性的排除,译为“除非”、“若非”。此处构成了“除非卡普亚附近的军队已经覆灭,(否则敌人绝不可能如此接近)”的假设性判断。

引用这一段

波利比奥斯, 历史 §9.6.1-9.6.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:9.6.1-9.6.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。