§9.41.1προθέμενος δὲ τῆς πόλεως κατὰ δύο πύργους ποιεῖσθαι τὴν προσαγωγὴν κατὰ μὲν τούτους χελώνας κατεσκεύαζε χωστρίδας καὶ κριούς, κατὰ δὲ τὸ μεσοπύργιον στοὰν ἐποίει μεταξὺ τῶν κριῶν παράλληλον τῷ τείχει.
都市の二つの塔に向けて接近を試みることを計画し、彼はこれらに対して整地用の亀甲車と破城槌を製造し、中間城壁に対しては、破城槌の間に、城壁と平行な回廊を作った。
§9.41.2τῆς δὲ προθέσεως συντελουμένης παραπλήσιος ἡ τῶν ἔργων ἐγίνετο πρόσοψις τῇ τοῦ τείχους διαθέσει·
この計画が実行されると、これら攻城施設の外観は、城壁の配置とよく似たものとなった。
§9.41.3τὰ μὲν γὰρ ἐπὶ ταῖς χελώναις κατασκευάσματα πύργων ἐλάμβανε καὶ φαντασίαν καὶ διάθεσιν ἐκ τῆς τῶν γέρρων συνθέσεως, τὸ δὲ μεταξὺ τούτων τείχους, τῶν ἀνωτέρω γέρρων τῆς στοᾶς εἰς ἐπάλξεις τῇ πλοκῇ διῃρημένων.
というのも、亀甲車の上に建てられた構造物は、編み枝を組み合わせることで、塔の外観と配置を備えるようになり、これらの間の部分は城壁の(外観と配置を備えるようになった)からであり、回廊の上部の編み枝は、その編み方によって胸壁のように仕切られていたからである。
§9.41.4διὰ μὲν οὖν τοῦ κάτω μέρους τῶν πύργων οἵ τε προσχωννύντες τὰς ἀνωμαλίας τῶν τόπων ἐπὶ τῇ τῶν ἐσχαρίων ἐφόδῳ τὴν γῆν ἐπέβαλλον ὅ τε κριὸς ἐξωθεῖτο.
それゆえ、塔の下部を通じて、平らな台車の接近のために土地の凹凸を埋める者たちが土を投げ入れ、破城槌が押し出された。
§9.41.5τὸ δὲ δεύτερον ὑδρίας καὶ τὰς πρὸς τοὺς ἐμπυρισμοὺς εἶχε παρασκευὰς καὶ τὰ καταπελτικὰ σὺν τούτοις.
第二の階層は、水瓶や防火用の備えを、そしてこれらとともにカタパルト兵器を備えていた。
§9.41.6ἐπὶ δὲ τοῦ τρίτου πλῆθος ἀνδρῶν ἐφειστήκει τῶν ἀπομαχομένων πρὸς τοὺς κακοποιεῖν ἐπιβαλλομένους τὸν κριόν.
そして第三の階層の上には、破城槌を損なおうと企てる者たちに対して防戦する多数の兵士が配置されていた。
οὗτοι δʼ ἦσαν ἰσοϋψεῖς τοῖς τῆς πόλεως πύργοις.
これらは、都市の塔と同じ高さであった。
§9.41.7ἐκ δὲ τῆς μεταξὺ τῶν πύργων στοᾶς ὀρύγματα διπλᾶ προσήγετο πρὸς τὸ μεσοπύργιον.
そして塔の間の回廊から、二重の塹壕が中間城壁に向かって進められた。
§9.41.8καὶ τρεῖς ἦσαν βελοστάσεις λιθοβόλοις, ὧν ὁ μὲν εἷς ταλαντιαίους, οἱ δὲ δύο τριακονταμναίους ἐξέβαλλον λίθους.
また、石弾投射機のための射撃陣地が三つあり、そのうち一つは一タラントンの石を、他の二つは三十ムナの石を放った。
§9.41.9ἀπὸ δὲ τῆς παρεμβολῆς ὡς πρὸς τὰς χελώνας τὰς χωστρίδας ἐπεποίηντο σύριγγες κατάστεγοι χάριν τοῦ μήτε τοὺς προσιόντας ἐκ τῆς στρατοπεδείας μήτε τοὺς ἀπιόντας ἀπὸ τῶν ἔργων βλάπτεσθαι μηδὲν ὑπὸ τῶν ἐκ τῆς πόλεως βελῶν.
そして、陣営から整地用の亀甲車に向かって、陣営から進む者も、工事現場から退く者も、都市からの投射物によって一切傷つけられないようにするために、屋根付きの通路が作られていた。
§9.41.10ἐν ὀλίγαις δὲ τελέως ἡμέραις συνέβη καὶ τὴν τῶν ἔργων ἐπιτελεσθῆναι συντέλειαν διὰ τὸ τὴν χώραν ἀφθόνους ἔχειν τὰς εἰς τοῦτο τὸ μέρος χορηγίας.
そして、完全にわずかな日数のうちに、これら工事の完成が成し遂げられたが、それは、その土地がこの方面での供給を豊富に有していたからである。
§9.41.11οἱ γὰρ Ἐχιναιεῖς κεῖνται μὲν ἐν τῷ Μηλιεῖ κόλπῳ, τετραμμένοι πρὸς μεσημβρίαν, καταντίπεραν τῆς τῶν Θρονιέων χώρας, καρποῦνται δὲ γῆν πάμφορον.
というのも、エキノス市民はマリア湾に位置し、南に面し、トロニオン人の土地の向かいにあって、あらゆる実りをもたらす土地を享受しているからである。
διʼ ἣν αἰτίαν οὐδὲν ἐνέλειπε τὸν Φίλιππον τῶν πρὸς τὰς ἐπιβολάς.
この理由によって、フィリッポスには計画に必要なものが何一つ欠けることがなかった。
§9.41.12οὐ μὴν ἀλλά, καθάπερ εἶπον, ἐπιτελεσθέντων τῶν ἔργων προσῆγον ἅμα τὰς τῶν ὀρυγμάτων καὶ μηχανημάτων κατασκευάς.
それはともかく、私が言ったように、構造物が完成すると、彼らは塹壕と各種兵器の構造物を同時に近づけた。