§9.39.1ἃ τίς οὐκ ἂν πυθόμενος ὑπίδοιτο μὲν τὴν Ῥωμαίων ἔφοδον, μισήσαι δὲ τὴν Αἰτωλῶν ἀπόνοιαν, ὅτι τοιαύτας ἐθάρρησαν ποιήσασθαι συνθήκας;
これを聞いて、誰がローマ人の侵攻を警戒せず、このような条約をあえて結んだアイトリア人の無謀さを憎まないでおれようか。
§9.39.2ἤδη παρῄρηνται μὲν Ἀκαρνάνων Οἰνιάδας καὶ Νᾶσον· κατέσχον δὲ πρῴην τὴν τῶν ταλαιπώρων Ἀντικυρέων πόλιν, ἐξανδραποδισάμενοι μετὰ Ῥωμαίων αὐτήν.
彼らはすでにアカルナニア人からオイニアダイとナソスを奪い去っており、先日も、ローマ人とともにその住民を奴隷化した上で、哀れなアンティキュラ人たちの都市を占領した。
§9.39.3καὶ τὰ μὲν τέκνα καὶ τὰς γυναῖκας ἀπάγουσι Ῥωμαῖοι, πεισόμενα δῆλον [ὅτι] ἅπερ εἰκός ἐστι πάσχειν τοῖς ὑπὸ τὰς τῶν ἀλλοφύλων πεσοῦσιν ἐξουσίας· τὰ δʼ ἐδάφη κληρονομοῦσι τῶν ἠτυχηκότων Αἰτωλοί.
そして、子供たちや女たちはローマ人が連れ去るが、彼らが異民族の支配下に落ちた者たちにふさわしい悲惨な目に遭うことは明らかであり、一方でその不幸な人々が遺した土地はアイトリア人が相続するのである。
§9.39.4καλόν γε ταύτης τῆς συμμαχίας μετασχεῖν κατὰ προαίρεσιν, ἄλλως τε καὶ Λακεδαιμονίους ὑπάρχοντας,
このような同盟にみずから望んで加わるということは、実に素晴らしいことだ! とりわけ、ラケダイモン人でありながら。
§9.39.5οἵ γε Θηβαίους τοὺς κατʼ ἀνάγκην ἡσυχίαν ἄγειν βουλευσαμένους μόνους τῶν Ἑλλήνων κατὰ τὴν τῶν Περσῶν ἔφοδον ἐψηφίσαντο δεκατεύσειν τοῖς θεοῖς κρατήσαντες τῷ πολέμῳ τῶν βαρβάρων.
彼らこそは、ペルシア人の侵攻に際して、ギリシア人の中で唯一、やむを得ず静観することを選択したテーバイ人たちを、野蛮人との戦争に勝利した暁には、その10分の1を神々に捧げる(籍没する)と決議した者たちなのである。
καλὸν μὲν οὖν, §9.39.6ὦ ἄνδρες Λακεδαιμόνιοι, καὶ πρέπον ὑμῖν ἐστι τὸ μνησθέντας μὲν τῶν προγόνων, εὐλαβηθέντας δὲ τὴν Ῥωμαίων ἔφοδον, ὑπιδομένους δὲ τὴν Αἰτωλῶν κακοπραγμοσύνην, τὸ δὲ μέγιστον τῶν ἐξ Ἀντιγόνου γεγονότων μνησθέντας, ἔτι καὶ νῦν μισοπονηρῆσαι, καὶ τὴν μὲν Αἰτωλῶν ἀποστραφῆναι φιλίαν, Ἀχαιοῖς δὲ καὶ Μακεδόσι κοινωνῆσαι τῶν αὐτῶν ἐλπίδων.
したがって、ラケダイモン人の諸君よ、先祖たちのことを思い出し、ローマ人の侵攻を警戒し、アイトリア人の悪行を疑い、そして何よりも、アンティゴノスから受けた多大な恩恵を思い出し、今からでも悪を憎んで、アイトリア人との友情を拒絶し、アカイア人やマケドニア人と志を同じくすることは、諸君にとって立派であり、ふさわしいことなのである。
§9.39.7εἰ δʼ ἄρα πρὸς τοῦτό τινες ἀντιπράττουσι τῶν πλεῖον δυναμένων παρʼ ὑμῖν, πρός γε τὴν ἡσυχίαν ὁρμήσατε, καὶ μὴ μετάσχητε τῆς τούτων ἀδικίας.
しかし、もし仮に、諸君の間で実権を持つ者たちのなかに、これに反対する者がいるならば、せめて静観を保つことに努め、彼らの不義に加担しないようにしなさい。
’
」