Humanitext Reader

波利比奥斯 · 历史 §9.39.1-9.39.7

谴责埃托利亚条约与呼吁保持中立

第 640 段,共 1311 段 · 希腊语

内容简介

演说者强烈谴责埃托利亚人同罗马人缔结的侵略性条约,并敦促拉凯达伊蒙人铭记先祖的荣耀与对安提柯的恩情,拒绝与埃托利亚人结盟而转向亚该亚人和马其顿人,若不能如此则至少保持中立。

§9.39.1ἃ τίς οὐκ ἂν πυθόμενος ὑπίδοιτο μὲν τὴν Ῥωμαίων ἔφοδον, μισήσαι δὲ τὴν Αἰτωλῶν ἀπόνοιαν, ὅτι τοιαύτας ἐθάρρησαν ποιήσασθαι συνθήκας;
任何人在听闻这些事情之后,怎能不警惕罗马人的入侵,并憎恨埃托利亚人的疯狂,因为他们竟然胆敢缔结这样的条约?
§9.39.2ἤδη παρῄρηνται μὲν Ἀκαρνάνων Οἰνιάδας καὶ Νᾶσον· κατέσχον δὲ πρῴην τὴν τῶν ταλαιπώρων Ἀντικυρέων πόλιν, ἐξανδραποδισάμενοι μετὰ Ῥωμαίων αὐτήν.
他们已经夺取了阿卡纳尼亚人的奥伊尼亚代和纳索斯;日前又与罗马人一同奴役了其居民,占领了不幸的安提基拉人的城市。
§9.39.3καὶ τὰ μὲν τέκνα καὶ τὰς γυναῖκας ἀπάγουσι Ῥωμαῖοι, πεισόμενα δῆλον [ὅτι] ἅπερ εἰκός ἐστι πάσχειν τοῖς ὑπὸ τὰς τῶν ἀλλοφύλων πεσοῦσιν ἐξουσίας· τὰ δʼ ἐδάφη κληρονομοῦσι τῶν ἠτυχηκότων Αἰτωλοί.
罗马人将儿童和妇女劫掠而去,他们显然将遭受那些落入异族统治之下的人所注定要遭受的境遇;而埃托利亚人则继承了这些不幸者的土地。
§9.39.4καλόν γε ταύτης τῆς συμμαχίας μετασχεῖν κατὰ προαίρεσιν, ἄλλως τε καὶ Λακεδαιμονίους ὑπάρχοντας,
自愿加入这样的同盟,这可真是太高尚了!
§9.39.5οἵ γε Θηβαίους τοὺς κατʼ ἀνάγκην ἡσυχίαν ἄγειν βουλευσαμένους μόνους τῶν Ἑλλήνων κατὰ τὴν τῶν Περσῶν ἔφοδον ἐψηφίσαντο δεκατεύσειν τοῖς θεοῖς κρατήσαντες τῷ πολέμῳ τῶν βαρβάρων.
尤其是对于作为拉凯达伊蒙人的人来说—— 正是他们,在波斯人入侵时,投票决定要在战争中战胜蛮族之后,将底比斯人(唯独他们出于无奈而决定保持沉默的希腊人)的十分之一财产充公献给神明。
καλὸν μὲν οὖν, §9.39.6ὦ ἄνδρες Λακεδαιμόνιοι, καὶ πρέπον ὑμῖν ἐστι τὸ μνησθέντας μὲν τῶν προγόνων, εὐλαβηθέντας δὲ τὴν Ῥωμαίων ἔφοδον, ὑπιδομένους δὲ τὴν Αἰτωλῶν κακοπραγμοσύνην, τὸ δὲ μέγιστον τῶν ἐξ Ἀντιγόνου γεγονότων μνησθέντας, ἔτι καὶ νῦν μισοπονηρῆσαι, καὶ τὴν μὲν Αἰτωλῶν ἀποστραφῆναι φιλίαν, Ἀχαιοῖς δὲ καὶ Μακεδόσι κοινωνῆσαι τῶν αὐτῶν ἐλπίδων.
因此,拉凯达伊蒙人啊,你们应当记住祖先,警惕罗马人的入侵,怀疑埃托利亚人的恶行,而最重要的是记住从安提柯那里获得的恩惠,即便在此时也应当憎恨邪恶,拒绝与埃托利亚人友好,并与亚该亚人和马其顿人共享相同的希望,这才是高尚且对你们相称的。
§9.39.7εἰ δʼ ἄρα πρὸς τοῦτό τινες ἀντιπράττουσι τῶν πλεῖον δυναμένων παρʼ ὑμῖν, πρός γε τὴν ἡσυχίαν ὁρμήσατε, καὶ μὴ μετάσχητε τῆς τούτων ἀδικίας.
但如果,在你们中间握有更大权力的人中,有人反对这一做法,那么至少请保持中立,不要参与到这些人的不义之中。

词汇与语法注释

  1. 9.39.1 — 关系代词的中性复数形式,作为“关系连接(relative connection)”使用,指代上一节中提到的埃托利亚人的全部行为和协定。
  2. 9.39.3πεισόμενα — πάσχω 的将来时分词中性复数形式。由于其修饰和说明的先行词由不同性数的多个词组成(中性的 τὰ τέκνα 和阴性的 τὰς γυναῖκας),根据语法规则,分词选择中性复数形式形式以求一致。
  3. 9.39.4Λακεδαιμονίους ὑπάρχοντας — 不定式 μετασχεῖν 在对格不定式结构中的逻辑主语。分词 ὑπάρχοντας 代替了 εἶναι 的分词 ὄντας,作为表示存在或状态的辅助动词,意为“作为拉凯达伊蒙人”。
  4. 9.39.6τὸ μνησθέντας ... μισοπονηρῆσαι — 作为全句主语的长篇带冠词不定式短语。句子的骨架为“τὸ μισοπονηρῆσαι καὶ ἀποστραφῆναι ... κοινωνῆσαι ... καλὸν καὶ πρέπον ἐστιν”(憎恨、拒绝并共享……是高尚且相称的)。在作为主语的不定式之前,插入了修饰逻辑主语的多个对格复数分词(μνησθέντας, εὐλαβηθέντας, ὑπιδομένους, μνησθέντας)。

引用这一段

波利比奥斯, 历史 §9.39.1-9.39.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:9.39.1-9.39.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。