§9.34.1πάλιν Ἀλεξάνδρῳ διότι μὲν ἀδικεῖσθαι δόξας τὴν Θηβαίων πόλιν ἐκόλασε, τοῦτο πικρῶς ὠνείδισας, §9.34.2ὅτι δὲ τιμωρίαν ἔλαβε παρὰ τῶν Περσῶν ὑπὲρ τῆς εἰς ἅπαντας τοὺς Ἕλληνας ὕβρεως, οὐκ ἐποιήσω μνήμην,
また、アレクサンドロスに対しては、彼が不当な扱いを受けたと考えてテーバイの都市を罰したというこのことを、あなたは激しく非難したが、しかし、全ギリシア人に対する侮辱に対して彼がペルシア人から報復を勝ち取ったことについては、言及しなかった。
§9.34.3οὐδὲ διότι μεγάλων κακῶν κοινῇ πάντας ἡμᾶς ἔλυσε, καταδουλωσάμενος τοὺς βαρβάρους καὶ παρελόμενος αὐτῶν τὰς χορηγίας, αἷς ἐκεῖνοι χρώμενοι κατέφθειραν τοὺς Ἕλληνας, ποτὲ μὲν Ἀθηναίους καὶ τοὺς τούτων προγόνους ἀγωνοθετοῦντες καὶ συμβάλλοντες, ποτὲ δὲ Θηβαίους, καὶ τέλος ὑπήκοον ἐποίησε τὴν Ἀσίαν τοῖς Ἕλλησι.
また、野蛮人を征服し、彼らの資金源を奪い取ることによって、我々全員を共同で大きな災いから救い出したことについても(言及しなかった)。 彼らはその資金を用いて、ある時はアテナイ人とその先祖たちに競争を仕組んで戦わせ、ある時はテーバイ人を(そうさせ)、ギリシア人を破滅させていたが、アレクサンドロスは最終的にアジアをギリシア人の服属下に置いたのである。
§9.34.4περὶ δὲ τῶν διαδεξαμένων πῶς καὶ τολμᾶτε μνημονεύειν;
しかし、後継者たちについては、どうして敢えて言及などできるのか。
ἐκεῖνοι γὰρ κατὰ τὰς τῶν καιρῶν περιστάσεις οἷς μὲν ἀγαθῶν οἷς δὲ κακῶν ἐγίνοντο παραίτιοι πολλάκις·
というのも、彼らは時代の状況に応じて、ある人々には善きことの、他の人々には悪しきことの、しばしば間接的な原因となったからである。
περὶ ὧν τοῖς μὲν ἄλλοις ἴσως ἂν ἐξείη μνησικακεῖν, §9.34.5ὑμῖν δʼ οὐδαμῶς καθήκει τοῦτο ποιεῖν τοῖς ἀγαθοῦ μὲν μηδενὶ μηδενὸς παραιτίοις γεγονόσι, κακῶν δὲ πολλοῖς καὶ πολλάκις.
これらについて、他の人々にとっては、おそらく恨みを抱くことが許されるかもしれないが、誰に対しても何一つの善きことの原因となったことがなく、多くの人々に対して多くの、そして度重なる悪しきことの原因となってきたあなたがたには、そうすることは決してふさわしくない。
§9.34.6ἐπεὶ τίνες οἱ τὸν Ἀντίγονον εἰσὶ τὸν Δημητρίου παρακαλέσαντες ἐπὶ διαιρέσει τοῦ τῶν Ἀχαιῶν ἔθνους;
なぜなら、デメトリオスの子アンティゴノスを呼び寄せ、アカイア人の部族を分割させようとしたのは誰なのか。
§9.34.7τίνες δʼ οἱ πρὸς τὸν Ἀλέξανδρον τὸν Ἠπειρώτην ὅρκους ποιησάμενοι καὶ συνθήκας ἐπʼ ἐξανδραποδισμῷ καὶ μερισμῷ τῆς Ἀκαρνανίας;
また、エペイロスの王アレクサンドロスと誓約と協定を結び、アカルナニアを奴隷化し分割しようとしたのは誰なのか。
§9.34.8οὐχ ὑμεῖς;
あなたがたではないか。
τίνες δὲ κατὰ κοινὸν τοιούτους ἡγεμόνας ἐξέπεμψαν οἵους ὑμεῖς;
また、国を挙げて、あなたがたが派遣したような指揮官たちを送り出した者がほかにいるだろうか。
οἵ γε καὶ τοῖς ἀσύλοις ἱεροῖς ἐτόλμησαν προσάγειν τὰς χεῖρας.
彼らこそは、侵すべからざる聖域にさえ、あえて手を伸ばした者たちである。
§9.34.9ὧν Τίμαιος μὲν τό τʼ ἐπὶ Ταινάρῳ τοῦ Ποσειδῶνος καὶ τὸ τῆς ἐν Λούσοις ἱερὸν Ἀρτέμιδος ἐσύλησε, §9.34.10Φάρυκος δὲ καὶ Πολύκριτος, ὁ μὲν τὸ τῆς Ἥρας ἐν Ἄργει τέμενος, ὁ δὲ τὸ τοῦ Ποσειδῶνος ἐν Μαντινείᾳ διήρπασε.
彼らのうち、ティマイオスはタイナロンにあるポセイドンの神殿と、ルソイにあるアルテミスの聖域を略奪し、パリュコスとポリュクリトスについては、一方はアルゴスにあるヘラの神域を、他方はマンティネイアにあるポセイドンの神域を略奪した。
§9.34.11τί δαὶ Λάτταβος καὶ Νικόστρατος;
では、ラッタボスとニコストラトスについてはどうか。
οὐ τὴν τῶν Παμβοιωτίων πανήγυριν εἰρήνης οὔσης παρεσπόνδησαν, Σκυθῶν ἔργα καὶ Γαλατῶν ἐπιτελοῦντες;
彼らは、平和のただ中にあったにもかかわらず、パンボイオティア祭の祝祭に対して協定を破ったではないか。 スキタイ人やガラティア人にふさわしい野蛮な行為を働きながら。
ὧν οὐδὲν πέπρακται τοῖς διαδεξαμένοις.
これらのようなことは、後継者たちの誰一人として行ってはいない。