Humanitext Reader

波利比奥斯 · 历史 §9.34.1-9.34.11

为亚历山大辩护与对埃托利亚暴行的谴责

第 635 段,共 1311 段 · 希腊语

内容简介

说话者捍卫了亚历山大及其继承者的功绩与行为,并通过列举对方过去掠夺圣所和破坏条约等野蛮行径予以反击。

§9.34.1πάλιν Ἀλεξάνδρῳ διότι μὲν ἀδικεῖσθαι δόξας τὴν Θηβαίων πόλιν ἐκόλασε, τοῦτο πικρῶς ὠνείδισας, §9.34.2ὅτι δὲ τιμωρίαν ἔλαβε παρὰ τῶν Περσῶν ὑπὲρ τῆς εἰς ἅπαντας τοὺς Ἕλληνας ὕβρεως, οὐκ ἐποιήσω μνήμην, §9.34.3οὐδὲ διότι μεγάλων κακῶν κοινῇ πάντας ἡμᾶς ἔλυσε, καταδουλωσάμενος τοὺς βαρβάρους καὶ παρελόμενος αὐτῶν τὰς χορηγίας, αἷς ἐκεῖνοι χρώμενοι κατέφθειραν τοὺς Ἕλληνας, ποτὲ μὲν Ἀθηναίους καὶ τοὺς τούτων προγόνους ἀγωνοθετοῦντες καὶ συμβάλλοντες, ποτὲ δὲ Θηβαίους, καὶ τέλος ὑπήκοον ἐποίησε τὴν Ἀσίαν τοῖς Ἕλλησι.
此外,你严厉地指责亚历山大,因为他自认为受到不公对待而惩罚了底比斯城;但对于他为了希腊全体人遭受的侮辱而向波斯人进行报复这件事,你却只字不提;对于他通过征服蛮族并夺取他们的资源,从而使我们大家共同免于巨大的灾难,你也没有提及——蛮族曾利用这些资源来败坏希腊人,时而挑唆并唆使雅典人及其先祖相互争斗,时而对底比斯人下手,而他最终使亚洲臣服于希腊人。
§9.34.4περὶ δὲ τῶν διαδεξαμένων πῶς καὶ τολμᾶτε μνημονεύειν;
至于他的继承者们,你们怎么还敢提及?
ἐκεῖνοι γὰρ κατὰ τὰς τῶν καιρῶν περιστάσεις οἷς μὲν ἀγαθῶν οἷς δὲ κακῶν ἐγίνοντο παραίτιοι πολλάκις· περὶ ὧν τοῖς μὲν ἄλλοις ἴσως ἂν ἐξείη μνησικακεῖν, §9.34.5ὑμῖν δʼ οὐδαμῶς καθήκει τοῦτο ποιεῖν τοῖς ἀγαθοῦ μὲν μηδενὶ μηδενὸς παραιτίοις γεγονόσι, κακῶν δὲ πολλοῖς καὶ πολλάκις.
因为他们根据时局的变化,时常成为一些人获得福祉或另一些人遭受灾祸的间接原因;关于这些事,或许其他人还算可以怀恨在心,但你们绝不配这样做,因为你们从未给任何人带来过任何好处,却在许多时候给许多人带来了许多灾祸。
§9.34.6ἐπεὶ τίνες οἱ τὸν Ἀντίγονον εἰσὶ τὸν Δημητρίου παρακαλέσαντες ἐπὶ διαιρέσει τοῦ τῶν Ἀχαιῶν ἔθνους;
因为究竟是谁邀请了德米特里之子安提柯来瓜分亚该亚民族?
§9.34.7τίνες δʼ οἱ πρὸς τὸν Ἀλέξανδρον τὸν Ἠπειρώτην ὅρκους ποιησάμενοι καὶ συνθήκας ἐπʼ ἐξανδραποδισμῷ καὶ μερισμῷ τῆς Ἀκαρνανίας;
又是谁与伊庇鲁斯的亚历山大立誓缔约,企图奴役和瓜分阿卡纳尼亚?
§9.34.8οὐχ ὑμεῖς;
难道不是你们吗?
τίνες δὲ κατὰ κοινὸν τοιούτους ἡγεμόνας ἐξέπεμψαν οἵους ὑμεῖς;
又有谁集体派遣过像你们那样(作恶多端)的将领?
οἵ γε καὶ τοῖς ἀσύλοις ἱεροῖς ἐτόλμησαν προσάγειν τὰς χεῖρας.
他们甚至敢于对不可侵犯的圣所下手。
§9.34.9ὧν Τίμαιος μὲν τό τʼ ἐπὶ Ταινάρῳ τοῦ Ποσειδῶνος καὶ τὸ τῆς ἐν Λούσοις ἱερὸν Ἀρτέμιδος ἐσύλησε, §9.34.10Φάρυκος δὲ καὶ Πολύκριτος, ὁ μὲν τὸ τῆς Ἥρας ἐν Ἄργει τέμενος, ὁ δὲ τὸ τοῦ Ποσειδῶνος ἐν Μαντινείᾳ διήρπασε.
在这些人中,提迈乌斯掠夺了泰纳伦的波塞冬神庙和卢索伊的阿耳忒弥斯神庙;法里科斯和波里克里托斯则分别劫掠了阿哥斯的赫拉神域和曼提尼亚的波塞冬神域。
§9.34.11τί δαὶ Λάτταβος καὶ Νικόστρατος;
那么拉塔博斯和尼科斯特拉托斯又如何呢?
οὐ τὴν τῶν Παμβοιωτίων πανήγυριν εἰρήνης οὔσης παρεσπόνδησαν, Σκυθῶν ἔργα καὶ Γαλατῶν ἐπιτελοῦντες;
难道他们没有在和平时期,背叛了泛波奥西亚节的休战协定,干出了如同斯基泰人和加拉太人那样的野蛮勾当?
ὧν οὐδὲν πέπρακται τοῖς διαδεξαμένοις.
而这些恶行中,继承者们一件也没有做过。

词汇与语法注释

  1. §9.34.1Ἀλεξάνδρῳ ... ὠνείδισας — 动词 ὀνειδίζω(指责)的句法结构:其被指责的人使用与格(Ἀλεξάνδρῳ),指责的内容使用宾格(τοῦτο)。在此处,宾格代词 τοῦτο 进一步由表示原因的 διότι 从句做同位语。
  2. §9.34.3ἀγωνοθετοῦντες καὶ συμβάλλοντες — 主格复数分词,与关系从句 αἷς ἐκεῖνοι χρώμενοι... 的主语 ἐκεῖνοι(波斯人)一致。虽然 ἀγωνοθετέω 字面意思是“主持竞技”,但在此处指在希腊各城邦之间挑起冲突的政治干预。它与 συμβάλλω(使冲突、使交战)连用,描绘了波斯人利用资金分化并毁灭希腊人的手段。
  3. §9.34.11τοῖς διαδεξαμένοις — 伴随完成时被动语态动词 πέπρακται 的“施事者与格”(dative of agent)。这是古典语法的典型用法,施事者由与格表示,而非由前置词 ὑπό 加属格表示。

引用这一段

波利比奥斯, 历史 §9.34.1-9.34.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:9.34.1-9.34.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。