§9.32.1γον.
た。
μετὰ δὲ ταῦτα Λυκίσκος ὁ τῶν Ἀκαρνάνων πρεσβευτὴς εἰσελθὼν τὸ μὲν πρῶτον ἐπέσχε, θεωρῶν τοὺς πολλοὺς ἐν αὑτοῖς διαλαλοῦντας ὑπὲρ τῶν προειρημένων,
その後、アカルナニア人の使節リュキスコスが入場したが、群衆の多くが先ほどの演説について互いに話し合っているのを見て、最初は(発言を)差し控えていた。
§9.32.2ἐπεὶ δέ ποτε καθησύχασαν, οὕτως πως ἤρξατο τοῦ λέγειν"
しかし、やがて人々が静まると、彼は大体次のように語り始めた。
§9.32.31Ἡμεῖς, ἄνδρες Λακεδαιμόνιοι, παρεγενόμεθα μὲν ὑπὸ τοῦ κοινοῦ τῶν Ἀκαρνάνων ἀπεσταλμένοι πρὸς ὑμᾶς, μετέχοντες δὲ σχεδὸν ἀεί ποτε Μακεδόσι τῶν αὐτῶν ἐλπίδων καὶ τὴν πρεσβείαν ταύτην κοινὴν ὑπολαμβάνομεν ἡμῖν ὑπάρχειν καὶ Μακεδόσιν.
「ラケダイモンの方々、われわれはアカルナニア連邦から派遣されてあなたがたのもとに参りましたが、ほぼ常にマケドニア人と希望を同じくしており、この使節団もまた、われわれとマケドニア人にとって共通のものであると考えております。
§9.32.4ὥσπερ δὲ καὶ κατὰ τοὺς κινδύνους διὰ τὴν ὑπεροχὴν καὶ τὸ μέγεθος τῆς Μακεδόνων δυνάμεως ἐμπεριέχεσθαι συμβαίνει τὴν ἡμετέραν ἀσφάλειαν ἐν ταῖς ἐκείνων ἀρεταῖς, οὕτως καὶ κατὰ τοὺς πρεσβευτικοὺς ἀγῶνας ἐμπεριέχεται τὸ τῶν Ἀκαρνάνων συμφέρον ἐν τοῖς Μακεδόνων δικαίοις.
そして、危険に際しては、マケドニアの軍事力の卓越性と強大さゆえに、われわれの安全が彼らの勇気の中に包摂されているのと同様に、外交上の争いにおいても、アカルナニア人の利益はマケドニア人の正当な権利の中に包摂されているのです。
§9.32.5διόπερ οὐ δεῖ θαυμάζειν ὑμᾶς, ἐὰν τὸν πλείω λόγον ὑπὲρ Φιλίππου ποιώμεθα καὶ Μακεδόνων.
それゆえ、われわれがフィリッポスおよびマケドニア人のために多くの言葉を割いたとしても、あなたがたは驚くべきではありません。
§9.32.6Χλαινέας τοιγαροῦν, καταστρέφων τὴν δημηγορίαν, ἀπότομόν τινα συγκεφαλαίωσιν ἐποιήσατο τῶν ὑπαρχόντων πρὸς ὑμᾶς δικαίων.
さて、クライネアスは演説を締めくくるにあたり、あなたがたに対して存在する(彼らの)権利について、極端な要約を行いました。
§9.32.7ἔφη γάρ, εἰ μὲν ἐπιγέγονέ τι μετὰ τὸ θέσθαι τὴν συμμαχίαν ὑμᾶς τὴν πρὸς τούτους ἤτοι βλαβερὸν καὶ δυσχερὲς ὑπʼ Αἰτωλῶν ἢ καὶ νὴ Δία φιλάνθρωπον ὑπὸ Μακεδόνων, εἰκότως ἂν καὶ τὸ νῦν διαβούλιον ἐξ ἀκεραίου σκέψεως τυγχάνειν· §9.32.8εἰ δὲ μηδενὸς ἐπιγεγονότος τοιούτου τὰ κατʼ Ἀντίγονον προφερόμενοι τὰ πρότερον ὑφʼ ὑμῶν δεδοκιμασμένα πεπείσμεθα νῦν ἡμεῖς ἀνασκευάσειν ὅρκους καὶ συνθήκας, εὐηθεστάτους πάντων ἡμᾶς ὑπάρχειν.
というのも、彼が言うには、あなたがたが彼ら(アイトリア人)と同盟を結んだのちに、アイトリア人によって何か有害で不快なことが引き起こされたか、あるいは、なるほどマケドニア人によって何か親切なことがなされたのであれば、現在の審議もまた新たな検討に値するであろうが、もしそのようなことが何一つ生じていないのに、アンティゴノスに関する事柄を持ち出すことで、かつてあなたがたが承認した事柄に基づいて、今われわれが誓約や条約を覆すことができると信じているのだとすれば、われわれは誰よりも愚かである、ということです。
§9.32.9ἐγὼ δʼ, εἰ μὲν μηδὲν ἐπιγέγονε κατὰ τὸν τούτου λόγον, μένει δὲ τὰ πράγματα τοιαῦτα τοῖς Ἕλλησιν οἷα πρότερον ἦν, ὅτε πρὸς αὐτοὺς Αἰτωλοὺς ἐποιεῖσθε τὴν συμμαχίαν, ὁμολογῶ πάντων εὐηθέστατος ὑπάρχειν καὶ ματαίους μέλλειν διατίθεσθαι λόγους·
しかし私は言いたい、もし彼の言うように何事も生じておらず、あなたがたがまさにそのアイトリア人と同盟を結んだ当時と、ギリシア人たちの状況が全く同じままであるなら、私も自分が誰よりも愚かであり、無駄な演説を行おうとしていることを認めましょう。
§9.32.10εἰ δὲ τὴν ἐναντίαν ἔσχηκε διάθεσιν, ὡς ἐγὼ σαφῶς δείξω προϊόντος τοῦ λόγου, καὶ λίαν ἐμὲ μὲν οἴομαι φανήσεσθαί τι λέγειν ὑμῖν τῶν συμφερόντων, Χλαινέαν δʼ ἀγνοεῖν.
しかし、もし(状況が)それとは反対の様相を呈しているならば、それは私が話をすすめるにつれて明確に示す通りですが、私は自分があなたがたの利益になることを極めて十分に語っているように見え、逆にクライネアスは何も分かっていないように見えるであろうと思っています。
§9.32.11παραγινόμεθα μὲν οὖν ὑπὲρ αὐτοῦ τούτου πεπεισμένοι δεῖν ἡμᾶς ποιεῖσθαι τοὺς λόγους, ὑπὲρ τοῦ δεῖξαι διότι καὶ πρέπον ὑμῖν ἐστι καὶ συμφέρον, εἰ μὲν δυνατόν, ἀκούσαντας τῆς ἐπιφερομένης τοῖς Ἕλλησι περιστάσεως καλόν τι βουλεύσασθαι καὶ πρέπον ἑαυτοῖς, μετασχόντας ἡμῖν τῶν ἐλπίδων·
それゆえ、われわれがここに参りましたのは、まさにこのことについて弁論を行うべきだと確信しているからであり、ギリシア人たちに差し迫っている危局について耳を傾けたうえで、可能であれば、われわれと希望を共にして、美しくかつ自らにふさわしい決定を下すことが、あなたがたにとって適切であり有益であることを示すためなのです。
§9.32.12εἰ δὲ
あるいは、もし