§9.32.1γον.
言。
μετὰ δὲ ταῦτα Λυκίσκος ὁ τῶν Ἀκαρνάνων πρεσβευτὴς εἰσελθὼν τὸ μὲν πρῶτον ἐπέσχε, θεωρῶν τοὺς πολλοὺς ἐν αὑτοῖς διαλαλοῦντας ὑπὲρ τῶν προειρημένων,
在此之后,阿卡纳尼亚人的使节吕基斯科斯步入会场,起初他停顿了一下,因为他看到大多数人正在交头接耳地讨论刚才的发言。
§9.32.2ἐπεὶ δέ ποτε καθησύχασαν, οὕτως πως ἤρξατο τοῦ λέγειν" §9.32.31Ἡμεῖς, ἄνδρες Λακεδαιμόνιοι, παρεγενόμεθα μὲν ὑπὸ τοῦ κοινοῦ τῶν Ἀκαρνάνων ἀπεσταλμένοι πρὸς ὑμᾶς, μετέχοντες δὲ σχεδὸν ἀεί ποτε Μακεδόσι τῶν αὐτῶν ἐλπίδων καὶ τὴν πρεσβείαν ταύτην κοινὴν ὑπολαμβάνομεν ἡμῖν ὑπάρχειν καὶ Μακεδόσιν.
但当人们终于安静下来时,他便大约如此这般地开始说道: “拉凯戴蒙的人们,我们是由阿卡纳尼亚同盟派遣到你们这里来的,由于我们几乎在所有时候都与马其顿人同呼吸共命运,因此我们认为这次出使对我们和马其顿人来说也是共同的。
§9.32.4ὥσπερ δὲ καὶ κατὰ τοὺς κινδύνους διὰ τὴν ὑπεροχὴν καὶ τὸ μέγεθος τῆς Μακεδόνων δυνάμεως ἐμπεριέχεσθαι συμβαίνει τὴν ἡμετέραν ἀσφάλειαν ἐν ταῖς ἐκείνων ἀρεταῖς, οὕτως καὶ κατὰ τοὺς πρεσβευτικοὺς ἀγῶνας ἐμπεριέχεται τὸ τῶν Ἀκαρνάνων συμφέρον ἐν τοῖς Μακεδόνων δικαίοις.
正如在面临危险时,由于马其顿力量的优越和庞大,我们的安全恰好包含在他们的英勇之中一样,在外交斗争中,阿卡纳尼亚人的利益也同样包含在马其顿人的正当权利之中。
§9.32.5διόπερ οὐ δεῖ θαυμάζειν ὑμᾶς, ἐὰν τὸν πλείω λόγον ὑπὲρ Φιλίππου ποιώμεθα καὶ Μακεδόνων.
因此,如果我们把更多的篇幅用于为菲利普和马其顿人辩护,你们不应当感到惊讶。
§9.32.6Χλαινέας τοιγαροῦν, καταστρέφων τὴν δημηγορίαν, ἀπότομόν τινα συγκεφαλαίωσιν ἐποιήσατο τῶν ὑπαρχόντων πρὸς ὑμᾶς δικαίων.
诚然,莱尼亚斯在结束他的演说时,对针对你们所存在的权利做了一个相当偏狭的总结。
§9.32.7ἔφη γάρ, εἰ μὲν ἐπιγέγονέ τι μετὰ τὸ θέσθαι τὴν συμμαχίαν ὑμᾶς τὴν πρὸς τούτους ἤτοι βλαβερὸν καὶ δυσχερὲς ὑπʼ Αἰτωλῶν ἢ καὶ νὴ Δία φιλάνθρωπον ὑπὸ Μακεδόνων, εἰκότως ἂν καὶ τὸ νῦν διαβούλιον ἐξ ἀκεραίου σκέψεως τυγχάνειν· §9.32.8εἰ δὲ μηδενὸς ἐπιγεγονότος τοιούτου τὰ κατʼ Ἀντίγονον προφερόμενοι τὰ πρότερον ὑφʼ ὑμῶν δεδοκιμασμένα πεπείσμεθα νῦν ἡμεῖς ἀνασκευάσειν ὅρκους καὶ συνθήκας, εὐηθεστάτους πάντων ἡμᾶς ὑπάρχειν.
因为他说,如果在你们与他们结盟之后,发生过任何由艾托利亚人造成的有害且令人不快的事,或者——天哪——由马其顿人带来的好意,那么现在的审议理所当然应该属于重新考量的事项;但在没有发生任何此类事情的情况下,如果我们相信,通过重提安提柯的事迹,我们现在就能废除先前已由你们认可的誓言和条约,那么我们就是所有人中最愚蠢的。
§9.32.9ἐγὼ δʼ, εἰ μὲν μηδὲν ἐπιγέγονε κατὰ τὸν τούτου λόγον, μένει δὲ τὰ πράγματα τοιαῦτα τοῖς Ἕλλησιν οἷα πρότερον ἦν, ὅτε πρὸς αὐτοὺς Αἰτωλοὺς ἐποιεῖσθε τὴν συμμαχίαν, ὁμολογῶ πάντων εὐηθέστατος ὑπάρχειν καὶ ματαίους μέλλειν διατίθεσθαι λόγους· §9.32.10εἰ δὲ τὴν ἐναντίαν ἔσχηκε διάθεσιν, ὡς ἐγὼ σαφῶς δείξω προϊόντος τοῦ λόγου, καὶ λίαν ἐμὲ μὲν οἴομαι φανήσεσθαί τι λέγειν ὑμῖν τῶν συμφερόντων, Χλαινέαν δʼ ἀγνοεῖν.
但对我而言,如果确实如他所说,什么都没有发生过,而且希腊人的局势仍然与你们当初同艾托利亚人结盟时一模一样,那么我承认我是所有人中最愚蠢的,而且我将发表一场徒劳的演说;但如果局势已经呈现出相反的状态(正如我在接下来的发言中将清楚表明的那样),那么我认为,我将被证明是非常在为你们的利益着想,而莱尼亚斯则是对此一无所知。
§9.32.11παραγινόμεθα μὲν οὖν ὑπὲρ αὐτοῦ τούτου πεπεισμένοι δεῖν ἡμᾶς ποιεῖσθαι τοὺς λόγους, ὑπὲρ τοῦ δεῖξαι διότι καὶ πρέπον ὑμῖν ἐστι καὶ συμφέρον, εἰ μὲν δυνατόν, ἀκούσαντας τῆς ἐπιφερομένης τοῖς Ἕλλησι περιστάσεως καλόν τι βουλεύσασθαι καὶ πρέπον ἑαυτοῖς, μετασχόντας ἡμῖν τῶν ἐλπίδων· §9.32.12εἰ δὲ
因此,我们来到这里,正是坚信我们必须就这一点发表言论,以向你们表明,如果可能的话,在听闻正逼近希腊人的危机之后,通过与我们共享希望,做出一个高尚且配得上你们自身的决定,对你们而言既是体面的又是得利的;或者如果