§9.24.1παραπλήσια δέ μοι δοκεῖ τούτοις καὶ τὰ κατʼ Ἀννίβαν γεγονέναι·
そして、ハンニバルに関する出来事も、これらと非常によく似たものであると私には思われる。
§9.24.2καὶ γὰρ περιστάσεσι παραδόξοις καὶ ποικίλαις ἐχρήσατο καὶ φίλοις τοῖς ἔγγιστα μεγάλας ἐσχηκόσι διαφοράς, ὥστε καὶ λίαν ἐκ τῶν κατʼ Ἰταλίαν πράξεων δυσθεώρητον εἶναι τὴν τοῦ προειρημένου φύσιν.
というのも、彼は予期せぬ多様な状況に遭遇し、また最も身近な友人たちも大きな違いを持っていたため、イタリアでの行動から上述の人物の本性を見極めることは非常に困難であるからだ。
§9.24.3τὰς μὲν οὖν τῶν περιστάσεων ὑποβολὰς εὐχερὲς καὶ διὰ τῶν προειρημένων καὶ διὰ τῶν μετὰ ταῦτα ῥηθησομένων καταμαθεῖν, τὰς δὲ τῶν φίλων οὐκ ἄξιον παραλιπεῖν, ἄλλως τε καὶ διὰ μιᾶς γνώμης ἱκανὴν τοῦ πράγματος ἔμφασιν ἐξὸν λαβεῖν.
それゆえ、状況が与えた影響については、すでに述べられたことや、これから語られることからも容易に理解できるが、友人たちについては見過ごすべきではない。 特に、一つの提案によってこの事柄を十分に説明することが可能であるからには。
§9.24.4καθʼ ὃν γὰρ καιρὸν Ἀννίβας ἐξ Ἰβηρίας τὴν εἰς Ἰταλίαν πορείαν ἐπενόει στέλλεσθαι μετὰ τῶν δυνάμεων, μεγίστης προφαινομένης δυσχρηστίας περὶ τὰς τροφὰς καὶ τὴν ἑτοιμότητα τῶν ἐπιτηδείων τοῖς στρατοπέδοις, ἅτε καὶ κατὰ τὸ μῆκος ἀνήνυτον ἔχειν τι δοκούσης τῆς ὁδοῦ καὶ κατὰ τὸ πλῆθος καὶ τὴν ἀγριότητα τῶν μεταξὺ κατοικούντων βαρβάρων,
というのも、ハンニバルがイベリアから軍勢を率いてイタリアへの行軍を開始しようと企てていた時、食糧や軍隊のための物資の準備について、最大級の困難が予想されていた。 道中が非常に長く、終わりがないかのように思われ、また、その間に住む野蛮人の数や獰猛さの点でも同様であったからである。
§9.24.5τότε δοκεῖ καὶ πλεονάκις ἐν τῷ συνεδρίῳ περὶ τούτου τοῦ μέρους ἐμπιπτούσης ἀπορίας εἷς τῶν φίλων Ἀννίβας ὁ Μονομάχος ἐπικαλούμενος ἀποφήνασθαι γνώμην διότι μία τις ὁδὸς αὑτῷ προφαίνεται. διʼ ἧς ἐστιν εἰς Ἰταλίαν ἐλθεῖν ἐφικτόν.
その時、会議においてこの問題に関して行き詰まりが何度も生じる中、友人たちの一人で「モノマコス」とあだ名されるハンニバルが、自分にはイタリアに到達可能な道が一つ見えている、という意見を述べたと言われている。
§9.24.6τοῦ δʼ Ἀννίβου λέγειν κελεύσαντος, διδάξαι δεῖν ἔφη τὰς δυνάμεις ἀνθρωποφαγεῖν καὶ τούτῳ ποιῆσαι συνήθεις.
ハンニバルが彼に発言を促したところ、彼は軍勢に食人を教え、これに慣れさせるべきだと言った。
§9.24.7Ἀννίβας δὲ πρὸς μὲν τὸ τόλμημα καὶ τὸ πρακτικὸν τῆς ἐπινοίας οὐδὲν ἀντειπεῖν ἐδυνήθη, τοῦ δὲ πράγματος λαβεῖν ἔννοιαν οὔθʼ αὑτὸν οὔτε τοὺς φίλους ἐδύνατο πεῖσαι.
ハンニバルは、その着想の大胆さと実行可能性に対しては何も反論できなかったが、そのような行為を受け入れるよう、自分自身をも友人たちをも納得させることはできなかった。
§9.24.8τούτου δὲ τἀνδρὸς εἶναί φασιν ἔργα καὶ τὰ κατὰ τὴν Ἰταλίαν εἰς Ἀννίβαν ἀναφερόμενα περὶ τῆς ὠμότητος, οὐχ ἧττον δὲ καὶ τῶν περιστάσεων.
そして、イタリアにおいてハンニバルに帰せられている残虐行為は、この人物の仕業であり、同時にまた状況のせいでもあると言われている。