§9.22.1ὅτι τῶν ἑκατέροις, Ῥωμαίοις φημὶ καὶ Καρχηδονίοις, προσπιπτόντων καὶ συμβαινόντων εἷς ἦν ἀνὴρ αἴτιος καὶ μία ψυχή, λέγω δὲ τὴν Ἀννίβου.
両者、すなわちローマ人とカルタゴ人に降りかかり生じた事柄の原因は、ただ一人の男、一つの魂であり、私はハンニバルのそれを言っているということ。
§9.22.2τά τε γὰρ κατὰ τὴν Ἰταλίαν ὁμολογουμένως οὗτος ἦν ὁ χειρίζων, τά τε κατὰ τὴν Ἰβηρίαν διὰ τοῦ πρεσβυτέρου τῶν ἀδελφῶν Ἀσδρούβου, μετὰ δὲ ταῦτα διὰ τοῦ [πρεσβύτου] Μάγωνος·
なぜなら、イタリアにおける事柄は誰もが認めるようにこの者が切り盛りしており、イベリアにおける事柄は兄弟のうちの年長者であるアスドルバスを通じて、またその後はマゴを通じて切り盛りしていたからである。
§9.22.3οἱ γὰρ τοὺς τῶν Ῥωμαίων στρατηγοὺς ἀμφοτέρους ἀποκτείναντες [ἅμα] κατὰ τὴν Ἰβηρίαν ἦσαν οὗτοι.
イベリアにおいてローマの二人の将軍を殺害したのは、まさに彼らであったのだ。
§9.22.4καὶ μὴν τὰ κατὰ τὴν Σικελίαν ἔπραττε τὰς μὲν ἀρχὰς διὰ τῶν περὶ τὸν Ἱπποκράτην, ὕστερον δὲ διὰ Μυττόνου τοῦ Λίβυος.
さらにまた、シキリアにおける事柄も、初めはヒッポクラテスの一派を通じて、のちにはリビア人ムットネスを通じて、彼が執り行っていた。
§9.22.5ὁμοίως δὲ καὶ κατὰ τὴν Ἑλλάδα καὶ τὴν Ἰλλυρίδα·
ギリシアおよびイルリアにおいても同様であった。
καὶ τὸν ἀπὸ τούτων τῶν τόπων φόβον ἀνατεινόμενος ἐξέπληττε καὶ περιέσπα Ῥωμαίους διὰ τῆς πρὸς Φίλιππον κοινοπραγίας.
そして彼はフィリッポスとの共同行動を通じて、これらの地域からの脅威を突きつけることでローマ人を畏怖させ、また翻弄した。
§9.22.6οὕτως μέγα τι φύεται χρῆμα καὶ θαυμάσιον ἀνὴρ καὶ ψυχὴ δεόντως ἁρμοσθεῖσα κατὰ τὴν ἐξ ἀρχῆς σύστασιν πρὸς ὅ,τι ἂν ὁρμήσῃ τῶν ἀνθρωπίνων ἔργων.
このように、最初の構成において、人間の営みのうち向かういかなるものに対してもふさわしく適合させられた一人の男、一つの魂というものは、実に偉大で驚くべき存在として成長する。
§9.22.7ἐπεὶ δʼ ἡ τῶν πραγμάτων διάθεσις εἰς ἐπίστασιν ἡμᾶς ἦχε περὶ τῆς Ἀννίβου φύσεως, ἀπαιτεῖν ὁ καιρὸς δοκεῖ μοι τὰς μάλιστα διαπορουμένας ἰδιότητας ὑπὲρ αὐτοῦ δηλῶσαι.
しかし、事態の推移がハンニバルの本性について私たちに考察を促したので、彼について最も議論のある特徴を明らかにすることを、この時機が私に求めているように思われる。
§9.22.8τινὲς μὲν γὰρ ὠμὸν αὐτὸν οἴονται γεγονέναι καθʼ ὑπερβολήν, τινὲς δὲ φιλάργυρον.
なぜなら、ある人々は彼が過度に冷酷であったと考え、他の人々は貪欲であったと考えているからである。
τὸ δʼ ἀληθὲς εἰπεῖν ὑπὲρ αὐτοῦ καὶ τῶν ἐν πράγμασιν ἀναστρεφομένων οὐ ῥᾴδιον.
しかし、彼や、国事に携わる人々について真実を語ることは容易ではない。
§9.22.9ἔνιοι μὲν γὰρ ἐλέγχεσθαί φασι τὰς φύσεις ὑπὸ τῶν περιστάσεων, καὶ τοὺς μὲν ἐν ταῖς ἐξουσίαις καταφανεῖς γίνεσθαι, κἂν ὅλως τὸν πρὸ τοῦ χρόνον ἀναστέλλωνται, τοὺς δὲ πάλιν ἐν ταῖς ἀτυχίαις.
というのも、ある人々は、人間の本性は状況によって試されるものであり、ある人々はそれ以前の時期には完全に本性を抑えていたとしても、権力を手にした時に正体が明らかになり、別の人々は逆に不運の時に明らかになると主張しているからである。
§9.22.10ἐμοὶ δʼ ἔμπαλιν οὐχ ὑγιὲς εἶναι δοκεῖ τὸ λεγόμενον·
だが、私には逆に、その主張は正しくないと思われる。
οὐ γὰρ ὀλίγα μοι φαίνονται, τὰ δὲ πλεῖστα, ποτὲ μὲν διὰ τὰς τῶν φίλων παραθέσεις, ποτὲ δὲ διὰ τὰς τῶν πραγμάτων ποικιλίας, ἄνθρωποι παρὰ τὴν αὑτῶν προαίρεσιν ἀναγκάζεσθαι καὶ λέγειν καὶ πράττειν.
なぜなら、人々が自らの選択に反して、ある時は友人の進言によって、またある時は事態の多様さによって、語ることも行うことも強制されるのは、稀なことではなく、むしろ大半の場合であるように私には思われるからである。