§9.19.1καὶ μὴν Νικίας ὁ τῶν Ἀθηναίων στρατηγός, δυνάμενος σῴζειν τὸ περὶ τὰς Συρακούσας στράτευμα, καὶ λαβὼν τῆς νυκτὸς τὸν ἁρμόζοντα καιρὸν εἰς τὸ λαθεῖν τοὺς πολεμίους, ἀποχωρήσας εἰς ἀσφαλές, κἄπειτα τῆς σελήνης ἐκλειπούσης δεισιδαιμονήσας, ὥς τι δεινὸν προσημαινούσης, ἐπέσχε τὴν ἀναζυγήν.
また実際、アテナイの将軍ニキアスは、シラクサ周辺の軍勢を救うことができたのであり、敵の目を逃れるために夜間の適切な時期を捉えて安全な場所へと退却することもできたのであるが、その後に月食が起こると、何か不吉な前兆であると迷信的に恐れ、出発を延期してしまった。
§9.19.2καὶ παρὰ τοῦτο συνέβη κατὰ τὴν ἐπιοῦσαν αὐτοῦ νύκτα ποιησαμένου τὴν ἀναζυγήν, προαισθομένων τῶν πολεμίων, καὶ τὸ στρατόπεδον καὶ τοὺς ἡγεμόνας ὑποχειρίους γενέσθαι τοῖς Συρακοσίοις.
そしてこのことのために、彼がその翌晩に出発した際には、敵に事前に察知され、軍勢も将軍たちもシラクサ人の手に落ちるという結果になったのである。
§9.19.3καίτοι γε παρὰ τῶν ἐμπείρων ἱστορήσας μόνον περὶ τούτων δυνατὸς ἦν οὐχ οἷον παραλιπεῖν διὰ τὰ τοιαῦτα τοὺς ἰδίους καιρούς, ἀλλὰ καὶ συνεργοῖς χρήσασθαι διὰ τὴν τῶν ὑπεναντίων ἄγνοιαν·
しかしながら、こうした事柄について専門家から単に聞き及んでさえいれば、彼はこのような出来事のせいで自らの好機を失うことがなかったばかりか、敵の無知を利用してそれを味方にすることさえできたはずなのである。
§9.19.4ἡ γὰρ τῶν πέλας ἀπειρία μέγιστον ἐφόδιον γίνεται τοῖς ἐμπείροις πρὸς κατόρθωσιν.
なぜなら、隣人の無知は、経験のある者たちにとって、成功を収めるための最大の資糧となるからである。
§9.19.5ἐκ μὲν οὖν ἀστρολογίας μέχρι τῶν προειρημένων πολυπραγμονητέον.
さて、天文学については上述の限度まで研究すれば十分である。
περὶ δὲ τῆς τῶν κλιμάκων συμμετρίας τοιοῦτός τίς ἐστιν ὁ τρόπος τῆς θεωρίας.
一方、梯子の比率については、その計算法は次のようなものである。
§9.19.6ἐὰν μὲν γὰρ διά τινος τῶν συμπραττόντων δοθῇ τὸ τοῦ τείχους ὕψος, πρόδηλος ἡ τῶν κλιμάκων γίνεται συμμετρία·
すなわち、もし協力者の一人を通じて城壁の高さが与えられるならば、梯子の必要な比率は自ずと明らかになる。
οἵων γὰρ ἂν δέκα τινῶν εἶναι συμβαίνῃ τὸ τοῦ τείχους ὕψος, τοιούτων δώδεκα δεήσει τὰς κλίμακας δαψιλῶν ὑπάρχειν.
というのも、城壁の高さが仮に10単位であるとすれば、梯子はたっぷり12単位の長さがあることが必要となるからである。
§9.19.7τὴν δʼ ἀπόβασιν τῆς κλίμακος πρὸς τὴν τῶν ἀναβαινόντων συμμετρίαν ἡμίσειαν εἶναι δεήσει τῆς κλίμακος, ἵνα μήτε πλεῖον ἀφιστάμεναι διὰ τὸ πλῆθος τῶν ἐπιβαινόντων εὐσύντριπτοι γίνωνται μήτε πάλιν ὀρθότεραι προσερειδόμεναι λίαν ἀκροσφαλεῖς ὦσι τοῖς προσβαίνουσιν.
そして、登る者たちの安定のために、梯子の下端から壁までの距離は梯子の長さの半分にすることが必要である。 それは、登る者が多いために梯子が遠く離されすぎて折れやすくなることもなく、また逆に急角度に立てかけられて登る者にとって極めて不安定になることもないようにするためである。
§9.19.8ἐὰν δὲ μὴ δυνατὸν ᾖ μετρῆσαι μηδʼ ἐγγίσαι τῷ τείχει, ληπτέον ἐξ ἀποστάσεως παντὸς ὕψους τὸ μέγεθος τῶν πρὸς ὀρθὰς ἐφεστώτων τοῖς ὑποκειμένοις ἐπιπέδοις.
もし測定することも城壁に近づくことも不可能であるならば、基準となる平面に対して垂直に立っているあらゆる高さの規模を、離れた場所から測定しなければならない。
§9.19.9ὅ τε τρόπος τῆς λήψεως καὶ δυνατὸς καὶ ῥᾴδιος τοῖς βουλομένοις πολυπραγμονεῖν τὰ παρὰ τῶν μαθηματικῶν.
その測定方法も、数学者たちの説を研究しようと志す人々にとっては、実行可能であり容易なものである。