Humanitext Reader

波利比奥斯 · 历史 §9.19.1-9.19.9

尼基阿斯的月食迷信与攻城梯计算

第 619 段,共 1311 段 · 希腊语

内容简介

叙述了雅典将军尼基阿斯因迷信月食而推迟撤退导致全军覆没的教训,以此强调天文学知识的重要性,并详细解释了根据城墙高度计算攻城梯最佳比例的数学方法。

§9.19.1καὶ μὴν Νικίας ὁ τῶν Ἀθηναίων στρατηγός, δυνάμενος σῴζειν τὸ περὶ τὰς Συρακούσας στράτευμα, καὶ λαβὼν τῆς νυκτὸς τὸν ἁρμόζοντα καιρὸν εἰς τὸ λαθεῖν τοὺς πολεμίους, ἀποχωρήσας εἰς ἀσφαλές, κἄπειτα τῆς σελήνης ἐκλειπούσης δεισιδαιμονήσας, ὥς τι δεινὸν προσημαινούσης, ἐπέσχε τὴν ἀναζυγήν.
事实上,雅典人的将军尼基阿斯本可以挽救叙拉古附近的军队,并且已经抓住了夜间的适当时机,通过撤退到安全地带避开敌人的注意;然而,随后由于月食发生,他迷信地认为这预示着某种灾难,便推迟了撤退。
§9.19.2καὶ παρὰ τοῦτο συνέβη κατὰ τὴν ἐπιοῦσαν αὐτοῦ νύκτα ποιησαμένου τὴν ἀναζυγήν, προαισθομένων τῶν πολεμίων, καὶ τὸ στρατόπεδον καὶ τοὺς ἡγεμόνας ὑποχειρίους γενέσθαι τοῖς Συρακοσίοις.
正是因为这一点,当他在第二天晚上进行撤退时,敌人已经预先察觉,结果导致军队和将领们都落入了叙拉古人的手中。
§9.19.3καίτοι γε παρὰ τῶν ἐμπείρων ἱστορήσας μόνον περὶ τούτων δυνατὸς ἦν οὐχ οἷον παραλιπεῖν διὰ τὰ τοιαῦτα τοὺς ἰδίους καιρούς, ἀλλὰ καὶ συνεργοῖς χρήσασθαι διὰ τὴν τῶν ὑπεναντίων ἄγνοιαν·
然而,只要向有经验的人稍微请教一下这些事情,他不仅不会因为此类事件而失去自己的好时机,反而还能利用对手的无知来使之成为自己的助力。
§9.19.4ἡ γὰρ τῶν πέλας ἀπειρία μέγιστον ἐφόδιον γίνεται τοῖς ἐμπείροις πρὸς κατόρθωσιν.
因为邻人的无知,对于有经验的人来说,是取得成功的最大资粮。
§9.19.5ἐκ μὲν οὖν ἀστρολογίας μέχρι τῶν προειρημένων πολυπραγμονητέον.
那么,关于天文学,研究到上述程度即可。
περὶ δὲ τῆς τῶν κλιμάκων συμμετρίας τοιοῦτός τίς ἐστιν ὁ τρόπος τῆς θεωρίας.
至于梯子的比例,其计算方法大致如下。
§9.19.6ἐὰν μὲν γὰρ διά τινος τῶν συμπραττόντων δοθῇ τὸ τοῦ τείχους ὕψος, πρόδηλος ἡ τῶν κλιμάκων γίνεται συμμετρία· οἵων γὰρ ἂν δέκα τινῶν εἶναι συμβαίνῃ τὸ τοῦ τείχους ὕψος, τοιούτων δώδεκα δεήσει τὰς κλίμακας δαψιλῶν ὑπάρχειν.
因为如果通过某位内应得知了城墙的高度,梯子的合适比例就显而易见了:无论城墙的高度恰好是多少个10单位,梯子都需要足足有12个那样的单位。
§9.19.7τὴν δʼ ἀπόβασιν τῆς κλίμακος πρὸς τὴν τῶν ἀναβαινόντων συμμετρίαν ἡμίσειαν εἶναι δεήσει τῆς κλίμακος, ἵνα μήτε πλεῖον ἀφιστάμεναι διὰ τὸ πλῆθος τῶν ἐπιβαινόντων εὐσύντριπτοι γίνωνται μήτε πάλιν ὀρθότεραι προσερειδόμεναι λίαν ἀκροσφαλεῖς ὦσι τοῖς προσβαίνουσιν.
此外,为了使登梯者保持平衡,梯子底端离墙的距离必须是梯子长度的一半,这样既不会因为距离过远而在承受众多登梯者的重量时容易折断,也不会因为立得过直而让攀登者感到极其不稳。
§9.19.8ἐὰν δὲ μὴ δυνατὸν ᾖ μετρῆσαι μηδʼ ἐγγίσαι τῷ τείχει, ληπτέον ἐξ ἀποστάσεως παντὸς ὕψους τὸ μέγεθος τῶν πρὸς ὀρθὰς ἐφεστώτων τοῖς ὑποκειμένοις ἐπιπέδοις.
如果既不可能实际测量,也无法接近城墙,则必须从远处测定任何垂直立于基准平面之上的高度的尺寸。
§9.19.9ὅ τε τρόπος τῆς λήψεως καὶ δυνατὸς καὶ ῥᾴδιος τοῖς βουλομένοις πολυπραγμονεῖν τὰ παρὰ τῶν μαθηματικῶν.
这种测定方法对于那些愿意研究数学家学说的人来说,既是可行的也是简易的。

词汇与语法注释

  1. 9.19.1ἀποχωρήσας — 这里的不定过去时分词 ἀποχωρήσας 应当理解为表示手段或条件(“通过撤退”或“如果撤退”),用以修饰 δυνάμενος σῴζειν(本可以挽救)的可能性,而不是已经发生的历史事实,因为尼基阿斯实际上推迟并未能完成撤退。
  2. 9.19.2αὐτοῦ νύκτα ποιησαμένου τὴν ἀναζυγήν — 独立属格结构(αὐτοῦ... ποιησαμένου τὴν ἀναζυγήν)。代词 αὐτοῦ 作为分词 ποιησαμένου 的逻辑主语,在此处产生了语序倒装(hyperbaton),插入在 κατὰ τὴν ἐπιοῦσαν 和 νύκτα 之间。意为“当他在第二天晚上进行撤退时”。
  3. 9.19.3οὐχ οἷον — 带有不定式 παραλιπεῖν 的习惯表达 οὐχ οἷον 在此表示“不仅不”、“远非”,与后面的 ἀλλὰ καί(甚至也)相呼应,表示“他不仅不会失去自己的时机,反而甚至能……”。
  4. 9.19.6οἵων γὰρ ἂν δέκα τινῶν εἶναι συμβαίνῃ... τοιούτων δώδεκα — 关系代词 οἵων 与指示代词 τοιούτων 配对的关联结构,构成带有 ἄν + 虚拟语气(συμβαίνῃ)的一般条件关系从句。它表达了10比12的比例关系(“无论城墙高度恰好是多少个10单位,梯子都需要足足12个那样的单位”)。
  5. 9.19.7τὴν δʼ ἀπόβασιν — 术语 ἀπόβασις 字面意思是“下车”或“登陆”,但在安置梯子的技术语境中,它指的是梯子底端到墙面的水平距离(即投影长度)。
  6. 9.19.8των προς ορθας εφεστωτων τοις υποκειμενοις επιπεδοις — 几何学表达。属格的完成时主动分词 των εφεστωτων(源自 εφιστημι)修饰 υψους,并带有介词短语 προς ορθας(成直角、垂直地)。τοις υποκειμενοις επιπεδοις 是与格,受分词前缀 επι- 支配,意为“垂直立于基准平面之上的事物”。

引用这一段

波利比奥斯, 历史 §9.19.1-9.19.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:9.19.1-9.19.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。