§9.14.1τῶν δὲ προειρημένων τὰ μὲν ἐκ τριβῆς, τὰ δʼ ἐξ ἱστορίας, τὰ δὲ κατʼ ἐμπειρίαν μεθοδικὴν θεωρεῖται.
前述の事柄のうち、あるものは実地経験から、あるものは情報調査から、またあるものは体系的な知識によって得られる。
§9.14.2κάλλιστον μὲν οὖν τὸ γινώσκειν αὐτὸν καὶ τὰς ὁδοὺς καὶ τὸν τόπον, ἐφʼ ὃν δεῖ παραγενέσθαι, καὶ τὴν φύσιν τοῦ τόπου, πρὸς δὲ τούτοις, διʼ ὧν μέλλει καὶ μεθʼ ὧν πράττειν.
それゆえ、最も望ましいのは、指揮官自身が、行軍の経路も、到達すべき場所も、その場所の性質も、さらにこれらに加えて、いかなる手段によって、いかなる人々とともに実行するのかを熟知していることである。
§9.14.3δεύτερον δʼ ἱστορεῖν ἐπιμελῶς καὶ μὴ πιστεύειν τοῖς τυχοῦσι·
第二に、入念に調査し、行き当たりの人々の言うことを信用しないことである。
τὴν δὲ τῶν καθηγουμένων πίστιν ἐπί τι τῶν τοιούτων ἐν τοῖς ἑπομένοις ἀεὶ δεῖ κεῖσθαι.
そして、案内人たちが与える保証は、このような事柄においては常に、後に従う者たちの管理下に置かれていなければならない。
§9.14.4ταῦτα μὲν οὖν καὶ τὰ τούτοις παραπλήσια δυνατὸν ἴσως καὶ διʼ αὐτῆς τῆς στρατιωτικῆς τριβῆς περιγίνεσθαι τοῖς ἡγουμένοις, τὰ μὲν ἐξ αὐτουργίας, τὰ δʼ ἐξ ἱστορίας·
これらやこれらに類する事柄は、指揮官たちにとって、軍務の実地経験それ自体によっても、あるものは自らの実行から、あるものは調査によって、おそらく身につけることが可能である。
§9.14.5τὰ δʼ ἐκ τῆς ἐμπειρίας προσδεῖται μαθήσεως καὶ θεωρημάτων, καὶ μάλιστα τῶν ἐξ ἀστρολογίας καὶ γεωμετρίας, ὧν τὸ μὲν ἔργον οὐ μέγα πρός γε ταύτην τὴν χρείαν, τὸ δὲ χρῆμα μέγα καὶ μεγάλα συνεργεῖν δυνάμενον πρὸς τὰς προειρημένας ἐπιβολάς.
しかし、体系的な知識から生じる事柄は、さらに学習や理論的考察を必要とし、とりわけ天文学や幾何学に由来するものを必要とする。 これらの学問の作業自体は、この必要性に対してそれほど大きくはないものの、その有用性は多大であり、前述の企てに対して大いに貢献することができる。
§9.14.6ἀναγκαιότατον δʼ αὐτοῦ τὸ περὶ τὰς νυκτερινὰς θεωρίας καὶ τὰς ἡμερινάς.
そのうち最も不可欠なのは、夜間と昼間の長さの観測に関するものである。
εἰ μὲν γὰρ ἴσας εἶναι συνέβαινεν ἀεὶ ταύτας, οὐδʼ ἧστινος ἂν ἀσχολίας τὸ πρᾶγμα προσεδεῖτο, κοινὴ δʼ ἂν ἦν ἁπάντων ἡ γνῶσις·
もしこれらが常に等しいものであるならば、この事柄は何ら苦労を要せず、その知識はすべての人に共通のものとなっていただろう。
§9.14.7ἐπεὶ δʼ οὐ μόνον ἔχει τὰ προειρημένα πρὸς ἄλληλα διαφοράν, ἀλλὰ καὶ πρὸς αὑτά, δῆλον ὡς ἀνάγκη γινώσκειν τὰς αὐξήσεις καὶ μειώσεις ἑκατέρων.
しかし、前述の昼夜は、互いに対して異なるだけでなく、それ自体の中でも変化するものであるから、それら両方の増減を知ることが必要であることは明らかである。
§9.14.8πῶς γὰρ ἄν τις εὐστοχήσειε πορείας καὶ διανύσματος ἡμερησίου, πῶς δὲ νυκτερινοῦ, μὴ κατανοήσας τὰς τῶν προειρημένων διαφοράς;
というのも、前述の差異を理解せずして、どうして人が昼の行軍やその距離、また夜のそれを的確に見極めることができるだろうか。
§9.14.9καὶ μὴν οὐδὲν πρὸς τὸν δέοντα καιρὸν ἐξικέσθαι δυνατὸν ἄνευ τῆς τούτων ἐμπειρίας, ἀλλὰ ποτὲ μὲν ὑστερεῖν, ποτὲ δὲ προτερεῖν ἀνάγκη.
さらに、これらについての知識なしには、必要とされる好機にちょうど到着することはまったく不可能であり、ある時は遅れ、またある時は早まりすぎることが避けられない。
§9.14.10μεῖζον δὲ τὸ προτερεῖν ἐν μόνοις τούτοις ἁμάρτημα τοῦ καθυστερεῖν·
そして、これらの軍事行動においてのみは、早すぎる到着は遅すぎる到着よりも大きな過ちである。
§9.14.11ὁ μὲν γὰρ ὑπεράρας τὸν ὡρισμένον καιρὸν αὐτῆς ἀποτυγχάνει τῆς ἐλπίδος — τὸ γὰρ γεγονὸς ἐξ ἀποστήματος ἐπιγνοὺς αὖθις ἀπολύεται μετʼ ἀσφαλείας — ὁ δὲ προλαβὼν τὸν καιρόν, §9.14.12ἐγγίσας καὶ γνωρισθεὶς οὐ μόνον ἀποτυγχάνει τῆς ἐπιβολῆς, ἀλλὰ καὶ κινδυνεύει τοῖς ὅλοις.
なぜなら、定められた好機を逃した者は、望みそのものには失敗するものの、起こった事態を離れた場所から察知して、再び安全に撤退することができるが、好機に先んじて到着してしまった者は、接近して発見されてしまい、企てに失敗するだけでなく、全体を危機にさらすことになるからである。