Humanitext Reader

波利比奥斯 · 历史 §9.14.1-9.14.12

指挥官所需掌握的天文学与科学知识

第 614 段,共 1311 段 · 希腊语

内容简介

文章阐述了指挥官所需具备的实际经验、信息调查以及包括天文学和几何学在内的系统性知识的重要性,指出掌握昼夜长短的变化对于精确控制军事行动的时机至关重要。

§9.14.1τῶν δὲ προειρημένων τὰ μὲν ἐκ τριβῆς, τὰ δʼ ἐξ ἱστορίας, τὰ δὲ κατʼ ἐμπειρίαν μεθοδικὴν θεωρεῖται.
在前述的要素中,有些是通过实际经验,有些是通过调查,而有些是通过系统性知识来考察的。
§9.14.2κάλλιστον μὲν οὖν τὸ γινώσκειν αὐτὸν καὶ τὰς ὁδοὺς καὶ τὸν τόπον, ἐφʼ ὃν δεῖ παραγενέσθαι, καὶ τὴν φύσιν τοῦ τόπου, πρὸς δὲ τούτοις, διʼ ὧν μέλλει καὶ μεθʼ ὧν πράττειν.
因此,最理想的是指挥官本人熟知行军路线、必须到达的地点、以及该地点的性质,此外,还需知道他将通过何种手段、与哪些人一起行动。
§9.14.3δεύτερον δʼ ἱστορεῖν ἐπιμελῶς καὶ μὴ πιστεύειν τοῖς τυχοῦσι· τὴν δὲ τῶν καθηγουμένων πίστιν ἐπί τι τῶν τοιούτων ἐν τοῖς ἑπομένοις ἀεὶ δεῖ κεῖσθαι.
第二,应当入念调查,而不可轻信偶然遇到的人;在诸如此类的事情中,向导所提供的保证,必须始终置于随行人员的掌控之下。
§9.14.4ταῦτα μὲν οὖν καὶ τὰ τούτοις παραπλήσια δυνατὸν ἴσως καὶ διʼ αὐτῆς τῆς στρατιωτικῆς τριβῆς περιγίνεσθαι τοῖς ἡγουμένοις, τὰ μὲν ἐξ αὐτουργίας, τὰ δʼ ἐξ ἱστορίας·
这些及类似的事情,指挥官们或许仅凭军事经验本身,部分通过亲身实践,部分通过调查,就能够掌握。
§9.14.5τὰ δʼ ἐκ τῆς ἐμπειρίας προσδεῖται μαθήσεως καὶ θεωρημάτων, καὶ μάλιστα τῶν ἐξ ἀστρολογίας καὶ γεωμετρίας, ὧν τὸ μὲν ἔργον οὐ μέγα πρός γε ταύτην τὴν χρείαν, τὸ δὲ χρῆμα μέγα καὶ μεγάλα συνεργεῖν δυνάμενον πρὸς τὰς προειρημένας ἐπιβολάς.
然而,那些源自系统性经验的事物,则需要进一步的学习和理论探讨,尤其是来自天文学和几何学的内容。 尽管这些学科在满足这一特定需求时的实际操作并不繁重,但其价值巨大,且能对前述企图提供极大的助力。
§9.14.6ἀναγκαιότατον δʼ αὐτοῦ τὸ περὶ τὰς νυκτερινὰς θεωρίας καὶ τὰς ἡμερινάς.
其中最不可或缺的是关于昼夜长短的观测。
εἰ μὲν γὰρ ἴσας εἶναι συνέβαινεν ἀεὶ ταύτας, οὐδʼ ἧστινος ἂν ἀσχολίας τὸ πρᾶγμα προσεδεῖτο, κοινὴ δʼ ἂν ἦν ἁπάντων ἡ γνῶσις·
因为,如果它们总是等长的,这件事情就无须任何劳神,而这门知识也会成为所有人的常识。
§9.14.7ἐπεὶ δʼ οὐ μόνον ἔχει τὰ προειρημένα πρὸς ἄλληλα διαφοράν, ἀλλὰ καὶ πρὸς αὑτά, δῆλον ὡς ἀνάγκη γινώσκειν τὰς αὐξήσεις καὶ μειώσεις ἑκατέρων.
但是,由于前述的昼夜不仅彼此存在差异,而且它们自身也在发生变化,显而易见,人们必须掌握两者各自的增减规律。
§9.14.8πῶς γὰρ ἄν τις εὐστοχήσειε πορείας καὶ διανύσματος ἡμερησίου, πῶς δὲ νυκτερινοῦ, μὴ κατανοήσας τὰς τῶν προειρημένων διαφοράς;
因为,如果不理解前述的这些差异,一个人又怎能准确把握白天的行军及距离,又怎能把握夜间的行军及距离呢?
§9.14.9καὶ μὴν οὐδὲν πρὸς τὸν δέοντα καιρὸν ἐξικέσθαι δυνατὸν ἄνευ τῆς τούτων ἐμπειρίας, ἀλλὰ ποτὲ μὲν ὑστερεῖν, ποτὲ δὲ προτερεῖν ἀνάγκη.
况且,没有对此类事物的系统了解,便绝无可能在恰当的时机抵达,而势必时而迟到,时而早到。
§9.14.10μεῖζον δὲ τὸ προτερεῖν ἐν μόνοις τούτοις ἁμάρτημα τοῦ καθυστερεῖν·
唯独在这些行动中,早到是比迟到更为严重的失误。
§9.14.11ὁ μὲν γὰρ ὑπεράρας τὸν ὡρισμένον καιρὸν αὐτῆς ἀποτυγχάνει τῆς ἐλπίδος — τὸ γὰρ γεγονὸς ἐξ ἀποστήματος ἐπιγνοὺς αὖθις ἀπολύεται μετʼ ἀσφαλείας — ὁ δὲ προλαβὼν τὸν καιρόν, §9.14.12ἐγγίσας καὶ γνωρισθεὶς οὐ μόνον ἀποτυγχάνει τῆς ἐπιβολῆς, ἀλλὰ καὶ κινδυνεύει τοῖς ὅλοις.
因为,错过了规定时机的人,虽然失去了机会本身,但他由于在远处察觉到了发生的事态,便能安全地撤离;然而,那些提早到达的人,却因接近并被发现,不仅会导致企图失败,而且会使整个大局陷入险境。

词汇与语法注释

  1. 9.14.2αὐτὸν — 不定式 τὸ γινώσκειν 的宾格逻辑主语,用作人称代词,强调“指挥官本人”。
  2. 9.14.3τὴν δὲ τῶν καθηγουμένων πίστιν... ἐν τοῖς ἑπομένοις ἀεὶ δεῖ κεῖσθαι — 此处的 πίστις 指向导(καθηγούμενοι)所提供的“保证或担保”。整句意为该担保必须始终置于随军人员(τοῖς ἑπομένοις)的控制或掌管之中。
  3. 9.14.5ὧν τὸ μὲν ἔργον οὐ μέγα ... τὸ δὲ χρῆμα μέγα — 关系代词 ὧν 指代天文学和几何学。通过对比 ἔργον(学习和应用这些理论的具体工作)与 χρῆμα(其带来的效用和实利),说明了这两门学科在军事应用上的高性价比。
  4. 9.14.6εἰ μὲν γὰρ ἴσας εἶναι συνέβαινεν... οὐδʼ ἂν ... προσεδεῖτο — 使用直陈式过去时态的虚拟条件句(与现在事实相反的假设)。因为昼夜实际上不等长,所以此句从反面论证了深入研究和观测的必要性。
  5. 9.14.11ὁ δὲ προλαβὼν τὸν καιρόν — 标示对比后半部分的主格分词短语。在没有直接谓语动词的情况下,它通过下一节(§9.14.12)的分词 ἐγγίσας 和 γνωρισθείς,最终连接到主要动词 ἀποτυγχάνει 和 κινδυνεύει,构成了一个破格句法(anacoluthon)。

引用这一段

波利比奥斯, 历史 §9.14.1-9.14.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:9.14.1-9.14.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。