§9.11a.1ὅτι οἱ Ῥωμαῖοι πρεσβευτὰς ἐξαπέστειλαν πρὸς Πτολεμαῖον, βουλόμενοι σίτῳ χορηγηθῆναι διὰ τὸ μεγάλην εἶναι παρʼ αὐτοῖς σπάνιν,
ローマ人が、自国内で重大な不足が生じていたため、穀物の供給を受けることを求めて、プトレマイオスのもとへ使節を派遣したということ。
§9.11a.2ὡς ἂν τοῦ μὲν κατὰ τὴν Ἰταλίαν ὑπὸ τῶν στρατοπέδων ἅπαντος ἐφθαρμένου μέχρι τῶν τῆς Ῥώμης πυλῶν, ἔξωθεν δὲ μὴ γενομένης ἐπικουρίας, ἅτε κατὰ πάντα τὰ μέρη τῆς οἰκουμένης πολέμων ἐνεστώτων καὶ στρατοπέδων παρακαθημένων, πλὴν τῶν κατʼ Αἴγυπτον τόπων.
というのも、イタリアにおけるすべてのものが、ローマの城門に至るまで軍隊によって荒廃させられており、またエジプトの地方を除いて、世界のあらゆる地域で戦争が勃発し軍隊が駐屯していたため、外部からの援助も得られなかったからである。
§9.11a.3εἰς γὰρ τοσοῦτον κατὰ τὴν Ῥώμην προεβεβήκει τὰ τῆς ἐνδείας ὥστε τὸν Σικελικὸν μέδιμνον πεντεκαίδεκα δραχμῶν ὑπάρχειν.
実に、ローマにおける困窮の度合いは、シチリアのメディムノスが15ドラクマの価格になるほどにまで達していたのである。
§9.11a.4ἀλλʼ ὅμως τοιαύτης οὔσης τῆς περιστάσεως οὐκ ἠμέλουν τῶν πολεμικῶν.
しかしそれにもかかわらず、状況がこのように差し迫っていたにもかかわらず、彼らは戦争の備えを怠ることはなかった。
—
—