§8.31.1ἤδη δὲ τοῦ μὲν Ἀννίβου παρεμβεβληκότος τὴν δύναμιν εἰς τὴν ἀγοράν, τῶν δὲ Ῥωμαίων ἀποκεχωρηκότων εἰς τὴν ἄκραν διὰ τὸ προκατεσχῆσθαι φρουρᾷ ταύτην ὑπʼ αὐτῶν, ὄντος δὲ φωτὸς εἰλικρινοῦς, ὁ μὲν Ἀννίβας ἐκήρυττε τοὺς Ταραντίνους ἄνευ τῶν ὅπλων ἁθροίζεσθαι πάντας εἰς τὴν ἀγοράν,
すでにハンニバルが軍勢を広場に進出させており、ローマ人たちは砦が彼ら自身によってあらかじめ守備隊で確保されていたためにそこへと撤退しており、完全に夜が明けた時、ハンニバルはタレントゥム人全員に対し、武器を持たずに広場に集まるよう布告させた。
§8.31.2οἱ δὲ νεανίσκοι περιπορευόμενοι τὴν πόλιν ἐβόων ἐπὶ τὴν ἐλευθερίαν, καὶ παρεκάλουν θαρρεῖν, ὡς ὑπὲρ ἐκείνων παρόντας τοὺς Καρχηδονίους.
一方、青年たちは市内を巡り歩きながら、自由を叫び、カルタゴ人は彼らのために来ているのだと言って、安心するようにと促した。
§8.31.3ὅσοι μὲν οὖν τῶν Ταραντίνων προκατείχοντο τῇ πρὸς τοὺς Ῥωμαίους εὐνοίᾳ, γνόντες ἀπεχώρουν εἰς τὴν ἄκραν·
そこで、タレントゥム人のうち、ローマ人への好意をあらかじめ抱いていた者たちは、事態を悟って砦へと退いた。
οἱ δὲ λοιποὶ κατὰ τὸ κήρυγμα συνηθροίζοντο χωρὶς τῶν ὅπλων, πρὸς οὓς Ἀννίβας φιλανθρώπους διελέχθη λόγους.
しかし残りの者たちは、布告に従って武器を持たずに集まり、彼らに対してハンニバルは友好的な言葉を語りかけた。
§8.31.4τῶν δὲ Ταραντίνων ὁμοθυμαδὸν ἐπισημηναμένων ἕκαστα τῶν λεγομένων διὰ τὸ παράδοξον τῆς ἐλπίδος, τότε μὲν διαφῆκε τοὺς πολλούς, συντάξας ἕκαστον εἰς τὴν ἰδίαν οἰκίαν ἐπανελθόντας μετὰ σπουδῆς ἐπὶ τὴν θύραν ἐπιγράψαι ΤΑΡΑΝΤΙΝΟΥ.
タレントゥム人たちが、予期せぬ希望のゆえに、語られたことのそれぞれを一斉に歓呼して受け入れたので、その時ハンニバルは群衆を解散させた。 そして、各自が急いで自分の家に帰り、ドアに「タレントゥム人の(家)」と書き記すように命じた。
§8.31.5τῷ δʼ ἐπὶ τὴν Ῥωμαϊκὴν κατάλυσιν ἐπιγράψαντι ταὐτὸ τοῦτο θάνατον ὥρισε τὴν ζημίαν.
しかし、ローマ人の宿舎にこれと全く同じことを書き記した者に対しては、罰として死刑を定めた。
§8.31.6αὐτὸς δὲ διελὼν τοὺς ἐπιτηδειοτάτους τῶν ἐπὶ τῶν πραγμάτων ἐφῆκε διαρπάζειν τὰς τῶν Ῥωμαίων οἰκίας, σύνθημα δοὺς πολεμίας νομίζειν τὰς ἀνεπιγράφους, τοὺς δὲ λοιποὺς συνέχων ἐν τάξει τούτοις ἐφέδρους.
そして彼自身は、実務に最も適した者たちを選び出してローマ人の家々を掠奪することを許し、何も書かれていない家を敵のものとみなすよう合図を与え、残りの者たちは隊列を整えて彼らの支援に当たらせた。