Humanitext Reader

波利比奥斯 · 历史 §8.31.1-8.31.6

汉尼拔的演说与对罗马人房屋的掠夺

第 591 段,共 1311 段 · 希腊语

内容简介

汉尼拔将塔兰托市民召集到广场并发表了友好的演说,命令他们在自家的门上写上标记以确保安全,同时放任士兵掠夺未作标记的罗马人房屋。

§8.31.1ἤδη δὲ τοῦ μὲν Ἀννίβου παρεμβεβληκότος τὴν δύναμιν εἰς τὴν ἀγοράν, τῶν δὲ Ῥωμαίων ἀποκεχωρηκότων εἰς τὴν ἄκραν διὰ τὸ προκατεσχῆσθαι φρουρᾷ ταύτην ὑπʼ αὐτῶν, ὄντος δὲ φωτὸς εἰλικρινοῦς, ὁ μὲν Ἀννίβας ἐκήρυττε τοὺς Ταραντίνους ἄνευ τῶν ὅπλων ἁθροίζεσθαι πάντας εἰς τὴν ἀγοράν,
此时,汉尼拔已将他的军队开进广场,而罗马人因该要塞此前已被他们派兵占领而退入其中。 在天色大亮时,汉尼拔便发出宣告,要求所有塔兰托人不带武器在广场集合。
§8.31.2οἱ δὲ νεανίσκοι περιπορευόμενοι τὴν πόλιν ἐβόων ἐπὶ τὴν ἐλευθερίαν, καὶ παρεκάλουν θαρρεῖν, ὡς ὑπὲρ ἐκείνων παρόντας τοὺς Καρχηδονίους.
而那些青年人在城内四处巡游,高呼自由,并劝勉大家要放心,称迦太基人是为他们而来的。
§8.31.3ὅσοι μὲν οὖν τῶν Ταραντίνων προκατείχοντο τῇ πρὸς τοὺς Ῥωμαίους εὐνοίᾳ, γνόντες ἀπεχώρουν εἰς τὴν ἄκραν· οἱ δὲ λοιποὶ κατὰ τὸ κήρυγμα συνηθροίζοντο χωρὶς τῶν ὅπλων, πρὸς οὓς Ἀννίβας φιλανθρώπους διελέχθη λόγους.
因此,凡是预先对罗马人怀有好意的塔兰托人,一明白情况便退避到要塞中;其余的人则根据宣告,不带武器聚集起来,汉尼拔对他们发表了友好的讲话。
§8.31.4τῶν δὲ Ταραντίνων ὁμοθυμαδὸν ἐπισημηναμένων ἕκαστα τῶν λεγομένων διὰ τὸ παράδοξον τῆς ἐλπίδος, τότε μὲν διαφῆκε τοὺς πολλούς, συντάξας ἕκαστον εἰς τὴν ἰδίαν οἰκίαν ἐπανελθόντας μετὰ σπουδῆς ἐπὶ τὴν θύραν ἐπιγράψαι ΤΑΡΑΝΤΙΝΟΥ.
由于这出乎意料的希望,塔兰托人一致赞同他所说的每一句话。 这时他便解散了众人,命令他们各自急忙返回自己的家中,并在门上写上“塔兰托人”。
§8.31.5τῷ δʼ ἐπὶ τὴν Ῥωμαϊκὴν κατάλυσιν ἐπιγράψαντι ταὐτὸ τοῦτο θάνατον ὥρισε τὴν ζημίαν.
但若有人在罗马人的住所上写上这同样的内容,他便规定死刑为其惩罚。
§8.31.6αὐτὸς δὲ διελὼν τοὺς ἐπιτηδειοτάτους τῶν ἐπὶ τῶν πραγμάτων ἐφῆκε διαρπάζειν τὰς τῶν Ῥωμαίων οἰκίας, σύνθημα δοὺς πολεμίας νομίζειν τὰς ἀνεπιγράφους, τοὺς δὲ λοιποὺς συνέχων ἐν τάξει τούτοις ἐφέδρους.
他自己则选出最适合执行此任务的人,放任他们去掠夺罗马人的房屋,并发出暗号,将未写字样的房屋视为敌产,而让其余的人保持队列,作为这些人的后援。

词汇与语法注释

  1. 8.31.1διὰ τὸ προκατεσχῆσθαι φρουρᾷ ταύτην ὑπʼ αὐτῶν — 完成时被动不定式 `προκατεσχῆσθαι`(源自 `προκατέχω`)的宾格主语是指示代词 `ταύτην`(指代前文的 `τὴν ἄκραν`“要塞”),而 `ὑπʼ αὐτῶν`(“被他们”,即罗马人)表示动作发出者。
  2. 8.31.2ὡς ὑπὲρ ἐκείνων παρόντας τοὺς Καρχηδονίους — 连词 `ὡς` 后接宾格主语 `τοὺς Καρχηδονίους` 与宾格分词 `παρόντας`(源自 `πάρειμι`),表示青年们所声称的主观理由(“声称迦太基人是为他们而来的”)。
  3. 8.31.4ἕκαστον εἰς τὴν ἰδίαν οἰκίαν ἐπανελθόντας — 意念一致(constructio ad sensum)的例子。虽然 `ἕκαστον`(“每个人”)在语法上是单数,但分词 `ἐπανελθόντας` 却使用了复数形式,因为其在意义上指代的是构成整体群众(`τοὺς πολλούς`)的各个成员。
  4. 8.31.5τὴν Ῥωμαϊκὴν κατάλυσιν — 名词 `κατάλυσις`(通常意为“解体”或“毁灭”)在此处根据上下文指罗马人的“住所”、“宿舍”或“营地”。

引用这一段

波利比奥斯, 历史 §8.31.1-8.31.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:8.31.1-8.31.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。