§8.29.1γενομένης δὲ τῆς εἰσόδου κατὰ τὴν πρόθεσιν ἀσφαλοῦς καὶ τελέως ἀθορύβου, δόξαντες ἠνύσθαι σφίσι τὸ πλεῖστον τῆς ἐπιβολῆς, λοιπὸν αὐτοὶ μὲν εὐθαρσῶς ἤδη προῆγον ἐπὶ τὴν ἀγορὰν κατὰ τὴν πλατεῖαν τὴν ἀπὸ τῆς Βαθείας ἀναφέρουσαν·
進入が計画通りに安全かつ完全に騒ぎなく行われたので、彼らは企ての大部分が達成されたと考え、その後、自分たち自身は自信に満ちて、バテイアから上っている大通りに沿って今や広場へと進んだ。
§8.29.2τούς γε μὴν ἱππεῖς ἀπέλειπον ἐκτὸς τοῦ τείχους, ὄντας οὐκ ἐλάττους δισχιλίων, θέλοντες ἐφεδρείαν αὑτοῖς ὑπάρχειν ταύτην πρός τε τὰς ἔξωθεν ἐπιφανείας καὶ πρὸς τὰ παράλογα τῶν ἐν ταῖς τοιαύταις ἐπιβολαῖς συμβαινόντων.
しかしながら、騎兵たちについては二千人を下回らない数であったが城壁の外に残しておいた。 これは、外部からの敵の出現や、このような企てにおいて不測の事態が起こった場合に、自分たちのための予備兵力とすることを望んでのことであった。
§8.29.3ἐγγίσαντες δὲ τοῖς περὶ τὴν ἀγορὰν τόποις τὴν μὲν δύναμιν ἐπέστησαν κατὰ πορείαν, αὐτοὶ δὲ καὶ τὸν Φιλήμενον ἐκαραδόκουν, δεδιότες πῶς σφίσι προχωρήσει καὶ τοῦτο τὸ μέρος τῆς ἐπιβολῆς.
広場の周辺の場所に近づくと、彼らは軍勢を行軍の途中で静止させ、彼ら自身はフィレメノスをも待ち受けていた。 企てのこの部分もまた自分たちにとってどのように進展するかを案じていたのである。
§8.29.4ὅτε γὰρ ἀνάψαντες τὸ πῦρ ἔμελλον πρὸς τὰς πύλας ὁρμᾶν, τότε καὶ τὸν Φιλήμενον, ἔχοντα τὸν ὗν ἐν φερέτρῳ καὶ Λίβυας ὡς εἰ χιλίους ἐξαπέστειλαν ἐπὶ τὴν παρακειμένην πύλην, βουλόμενοι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν μὴ ψιλῶς ἐκ μιᾶς ἐλπίδος ἐξηρτῆσθαι τὴν ἐπιβολὴν αὐτῶν, ἀλλʼ ἐκ πλειόνων.
というのも、彼らが火を灯して門へ向かおうとしていたまさにその時に、担架に載せた猪と約千人のリビア人を伴わせてフィレメノスをも隣接する門へと送り出していたからである。 これは、当初の計画に従って、自分たちの企てが単一の希望だけに単純に依存するのではなく、複数の希望に依拠することを望んでのことであった。
§8.29.5ὁ δὲ προειρημένος ἐγγίσας τῷ τείχει κατὰ τὸν ἐθισμὸν ἐπεὶ προσεσύριξε, παρῆν ὁ φύλαξ εὐθέως καταβαίνων πρὸς τὴν ῥινοπύλην.
前述の男が城壁に近づき、いつものように口笛を吹くと、番人がすぐに下りてきてリノピュレのところに現れた。
§8.29.6τοῦ δʼ εἰπόντος ἔξωθεν ἀνοίγειν ταχέως, ὅτι βαρύνονται· φέρουσι γὰρ ὗν ἄγριον·
彼が外から、重いから早く開けてくれ、野生の猪を運んでいるのだから、と言うと、番人は喜んでそれを聞き、急いで門を開けた。
ἀσμένως ἀκούσας ὁ φύλαξ ἀνέῳξε μετὰ σπουδῆς, ἐλπίζων καὶ πρὸς αὑτόν τι διατείνειν τὴν εὐαγρίαν τῶν περὶ τὸν Φιλήμενον διὰ τὸ μερίτην ἀεὶ γίνεσθαι τῶν εἰσφερομένων.
持ち込まれる獲物の分け前が常に自分に与えられていたため、フィレメノスらによる今回の首尾よい狩りの恩恵もまた自分に及ぶだろうと期待したからである。
§8.29.7αὐτὸς μὲν οὖν ὁ προειρημένος τὴν πρώτην ἔχων χώραν τοῦ φορήματος εἰσῆλθε, καὶ σὺν αὐτῷ νομαδικὴν ἔχων διασκευὴν ἕτερος, ὡς εἷς τις ὢν τῶν ἀπὸ τῆς χώρας, μετὰ δὲ τοῦτον ἄλλοι δύο πάλιν οἱ φέροντες ἐκ τῶν ὄπισθεν τὸ θηρίον.
そこで、前述の男自身が担架の先頭の位置を占めて中に入り、彼と一緒に、田舎の出身者の一人であるかのように遊牧民風の身なりをしたもう一人の男が入り、さらに彼らの後から、後ろでその獣を担いでいる別の二人の男が入った。
§8.29.8ἐπεὶ δὲ τέτταρες ὄντες ἐντὸς ἐγένοντο τῆς ῥινοπύλης, τὸν μὲν ἀνοίξαντα θεώμενον ἀκάκως καὶ ψηλαφῶντα τὸν ὗν αὐτοῦ πατάξαντες ἀπέκτειναν, τοὺς δʼ ἑπομένους μὲν αὑτοῖς, προηγουμένους δὲ τῶν ἄλλων, Λίβυας, ὄντας εἰς τριάκοντα, σχολῇ καὶ μεθʼ ἡσυχίας παρῆκαν διὰ τῆς πυλίδος.
彼ら四人がリノピュレの内側に入ると、門を開けて無邪気に猪を眺め、触ってみていたあの番人を彼らは殴り殺し、彼らに従い、かつ他の者たちの先頭に立っていたリビア人たち(およそ三十名)を、静かに、かつ急がずに通用門から通した。
§8.29.9γενομένου δὲ τούτου κατὰ τὸ συνεχὲς οἱ μὲν τοὺς μοχλοὺς διέκοπτον, οἱ δὲ τοὺς ἐπὶ τοῦ πυλῶνος ἐφόνευον, οἱ δὲ τοὺς ἔξω Λίβυας ἐκάλουν διὰ συνθημάτων.
これが起こると、引き続いて、ある者たちはかんぬきを叩き切り、別の者たちは門の衛兵たちを殺害し、さらに別の者たちは合図によって外のリビア人たちを呼び入れた。
§8.29.10εἰσελθόντων δὲ καὶ τούτων ἀσφαλῶς, προῆγον ὡς ἐπὶ τὴν ἀγορὰν κατὰ τὸ συντεταγμένον.
彼らもまた安全に進入すると、手はず通りに広場へと進んだ。
§8.29.11ἅμα δὲ τῷ συμμῖξαι καὶ τούτους, περιχαρὴς γενόμενος Ἀννίβας ἐπὶ τῷ κατὰ νοῦν αὐτῷ
彼らも合流すると同時に、アンニバスは、事態が自分の思い通りに[進んだことに]大いに喜び、