Humanitext Reader

波利比奥斯 · 历史 §8.29.1-8.29.11

菲莱梅诺斯智取城门与两军会师

第 589 段,共 1311 段 · 希腊语

内容简介

汉尼拔率领的迦太基主力安全进城并向广场推进,等待菲莱梅诺斯。菲莱梅诺斯则伪装成抬着野猪的猎人,成功欺骗并杀死了皮门的守卫,将利比亚人别动队引入城内,两军最终顺利合兵一处。

§8.29.1γενομένης δὲ τῆς εἰσόδου κατὰ τὴν πρόθεσιν ἀσφαλοῦς καὶ τελέως ἀθορύβου, δόξαντες ἠνύσθαι σφίσι τὸ πλεῖστον τῆς ἐπιβολῆς, λοιπὸν αὐτοὶ μὲν εὐθαρσῶς ἤδη προῆγον ἐπὶ τὴν ἀγορὰν κατὰ τὴν πλατεῖαν τὴν ἀπὸ τῆς Βαθείας ἀναφέρουσαν·
进城工作按照计划安全且完全没有引起骚乱地完成,他们认为起事的大部分已经大功告成,于是,他们自己满怀信心地沿着从巴泰亚上行的大道向广场进发。
§8.29.2τούς γε μὴν ἱππεῖς ἀπέλειπον ἐκτὸς τοῦ τείχους, ὄντας οὐκ ἐλάττους δισχιλίων, θέλοντες ἐφεδρείαν αὑτοῖς ὑπάρχειν ταύτην πρός τε τὰς ἔξωθεν ἐπιφανείας καὶ πρὸς τὰ παράλογα τῶν ἐν ταῖς τοιαύταις ἐπιβολαῖς συμβαινόντων.
至于骑兵,他们则将其留在城墙之外,人数不少于两千,目的是希望这支力量能作为他们的预备队,以应对外部敌人的出现,以及在此类行动中可能发生的种种意外。
§8.29.3ἐγγίσαντες δὲ τοῖς περὶ τὴν ἀγορὰν τόποις τὴν μὲν δύναμιν ἐπέστησαν κατὰ πορείαν, αὐτοὶ δὲ καὶ τὸν Φιλήμενον ἐκαραδόκουν, δεδιότες πῶς σφίσι προχωρήσει καὶ τοῦτο τὸ μέρος τῆς ἐπιβολῆς.
当接近广场附近的区域时,他们让队伍在行进途中停下,而他们自己则在焦急地等待菲莱梅诺斯,担心计划的这一部分对他们来说不知进展如何。
§8.29.4ὅτε γὰρ ἀνάψαντες τὸ πῦρ ἔμελλον πρὸς τὰς πύλας ὁρμᾶν, τότε καὶ τὸν Φιλήμενον, ἔχοντα τὸν ὗν ἐν φερέτρῳ καὶ Λίβυας ὡς εἰ χιλίους ἐξαπέστειλαν ἐπὶ τὴν παρακειμένην πύλην, βουλόμενοι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν μὴ ψιλῶς ἐκ μιᾶς ἐλπίδος ἐξηρτῆσθαι τὴν ἐπιβολὴν αὐτῶν, ἀλλʼ ἐκ πλειόνων.
因为就在他们点火并准备冲向城门的那一刻,他们也派出了菲莱梅诺斯,让他带着用担架抬着的野猪和大约一千名利比亚人前往相邻的城门,这是因为他们希望按照最初的计划,使他们的行动不单单寄托在一个希望上,而是寄托在多个希望之上。
§8.29.5ὁ δὲ προειρημένος ἐγγίσας τῷ τείχει κατὰ τὸν ἐθισμὸν ἐπεὶ προσεσύριξε, παρῆν ὁ φύλαξ εὐθέως καταβαίνων πρὸς τὴν ῥινοπύλην.
上述的那个人走近城墙,按照惯例吹响了口哨,守卫立即走下来,出现在皮门前。
§8.29.6τοῦ δʼ εἰπόντος ἔξωθεν ἀνοίγειν ταχέως, ὅτι βαρύνονται· φέρουσι γὰρ ὗν ἄγριον· ἀσμένως ἀκούσας ὁ φύλαξ ἀνέῳξε μετὰ σπουδῆς, ἐλπίζων καὶ πρὸς αὑτόν τι διατείνειν τὴν εὐαγρίαν τῶν περὶ τὸν Φιλήμενον διὰ τὸ μερίτην ἀεὶ γίνεσθαι τῶν εἰσφερομένων.
当他在门外喊道,因为带着一头野猪,分量很重,要赶紧开门时,守卫听到后非常高兴,急忙打开了城门,他希望菲莱梅诺斯一行捕获的猎物也能分给他一份,因为每次带进来的东西他总能分得一份。
§8.29.7αὐτὸς μὲν οὖν ὁ προειρημένος τὴν πρώτην ἔχων χώραν τοῦ φορήματος εἰσῆλθε, καὶ σὺν αὐτῷ νομαδικὴν ἔχων διασκευὴν ἕτερος, ὡς εἷς τις ὢν τῶν ἀπὸ τῆς χώρας, μετὰ δὲ τοῦτον ἄλλοι δύο πάλιν οἱ φέροντες ἐκ τῶν ὄπισθεν τὸ θηρίον.
于是,上述的那个人自己抬着担架的前端走了进来,与他同行的是另一个作游牧民装束的人,仿佛他是当地的乡下人之一,而在他们之后,又是另外两个在后面抬着那头野兽的人。
§8.29.8ἐπεὶ δὲ τέτταρες ὄντες ἐντὸς ἐγένοντο τῆς ῥινοπύλης, τὸν μὲν ἀνοίξαντα θεώμενον ἀκάκως καὶ ψηλαφῶντα τὸν ὗν αὐτοῦ πατάξαντες ἀπέκτειναν, τοὺς δʼ ἑπομένους μὲν αὑτοῖς, προηγουμένους δὲ τῶν ἄλλων, Λίβυας, ὄντας εἰς τριάκοντα, σχολῇ καὶ μεθʼ ἡσυχίας παρῆκαν διὰ τῆς πυλίδος.
当这四个人进到皮门以内时,他们击杀了解开城门、正毫无戒备地观察和摸着野猪的那个守卫,并让紧随其后、走在其他人前头的利比亚人(大约三十人)缓缓地、安静地通过小门。
§8.29.9γενομένου δὲ τούτου κατὰ τὸ συνεχὲς οἱ μὲν τοὺς μοχλοὺς διέκοπτον, οἱ δὲ τοὺς ἐπὶ τοῦ πυλῶνος ἐφόνευον, οἱ δὲ τοὺς ἔξω Λίβυας ἐκάλουν διὰ συνθημάτων.
此事发生后,紧接着,一些人开始砍断门闩,另一些人斩杀城门处的守卫,还有一些人通过暗号召集外面的利比亚人进来。
§8.29.10εἰσελθόντων δὲ καὶ τούτων ἀσφαλῶς, προῆγον ὡς ἐπὶ τὴν ἀγορὰν κατὰ τὸ συντεταγμένον.
当这些人也安全进入之后,他们便按照既定的部署向广场推进。
§8.29.11ἅμα δὲ τῷ συμμῖξαι καὶ τούτους, περιχαρὴς γενόμενος Ἀννίβας ἐπὶ τῷ κατὰ νοῦν αὐτῷ
就在这批人也合兵一处时,汉尼拔因为事情如他所愿地[进展]而欣喜万分……

词汇与语法注释

  1. 8.29.4βουλόμενοι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν μὴ ψιλῶς ἐκ μιᾶς ἐλπίδος ἐξηρτῆσθαι τὴν ἐπιβολὴν αὐτῶν, ἀλλʼ ἐκ πλειόνων. — 对格加不定式结构“τὴν ἐπιβολὴν ... ἐξηρτῆσθαι”(使他们的行动寄托于……)作为分词“βουλόμενοι”,该分词进一步说明了主句动词“ἐξαπέστειλαν”的主语(汉尼拔一行)的意图或动机。
  2. 8.29.6ἐλπίζων καὶ πρὸς αὑτόν τι διατείνειν τὴν εὐαγρίαν — 不定式“διατείνειν”(延伸、惠及)的逻辑主语是表示对格的“τὴν εὐαγρίαν”(猎获物),而“πρὸς αὑτόν”(向他自己)则说明了惠及的方向,体现了守卫期望分得一份猎物的心理。
  3. 8.29.11ἐπὶ τῷ κατὰ νοῦν αὐτῷ — 该句在末尾残缺不全。在表示原因的介词结构“ἐπὶ τῷ...”(因……)中,“κατὰ νοῦν αὐτῷ”(如他所愿)暗示省略了某种表示事态进展的动词(如不定式“προχωρεῖν”等),用以补全“事情正如他所愿地[进展]”这一意思。

引用这一段

波利比奥斯, 历史 §8.29.1-8.29.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:8.29.1-8.29.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。