§8.26.1ὁ δὲ πάλαι μὲν ἐπεπόριστο σκῆψιν ὡς ἀρρωστῶν, χάριν τοῦ μὴ θαυμάζειν ἀκούοντας τοὺς Ῥωμαίους, ὡς καὶ πλείω χρόνον ἐπὶ τῶν αὐτῶν τόπων ποιεῖται τὴν διατριβήν·
ハンニバルはかねてより病気であるという口実を用意していた。 それは、彼が同じ場所に長く滞在していることをローマ人が聞いても、不審に思わないようにするためであった。
§8.26.2τότε δὲ καὶ μᾶλλον προσεποιεῖτο τὴν ἀρρωστίαν.
そしてその時、彼はいっそう病気を装った。
ἀπεῖχε δὲ τῷ στρατοπέδῳ τριῶν ἡμερῶν ὁδὸν τοῦ Τάραντος.
彼の軍営はタレントゥムから三日の道のりの距離のところにあった。
§8.26.3ἥκοντος δὲ τοῦ καιροῦ, παρεσκευακὼς ἔκ τε τῶν ἱππέων καὶ τῶν πεζῶν τοὺς διαφέροντας εὐκινησίᾳ καὶ τόλμῃ, περὶ μυρίους ὄντας τὸν ἀριθμόν, παρήγγειλε τεττάρων ἡμερῶν ἔχειν ἐφόδια.
実行の時が来ると、彼は騎兵と歩兵の中から機動性と大胆さにおいて優れた者たちを用意したが、その数は約一万人であり、彼らに四日分の糧食を携行するよう命令した。
§8.26.4ποιησάμενος δὲ τὴν ἀναζυγὴν ὑπὸ τὴν ἑωθινὴν ἐχρῆτο τῇ πορείᾳ συντόνως.
夜明け前に出発すると、彼は急ぎ行軍した。
τῶν δὲ Νομαδικῶν ἱππέων εἰς ὀγδοήκοντα προχειρισάμενος ἐκέλευε προπορεύεσθαι τῆς δυνάμεως εἰς τριάκοντα σταδίους καὶ τοὺς παρὰ τὴν ὁδὸν τόπους ἐξ ἑκατέρου τοῦ μέρους ἐπιτρέχειν,
そしてヌミディア騎兵から約八十名を選び出し、本隊の三十スタディオン先を進んで、街道沿いの地域を両側から捜索するように命じた。
§8.26.5ἵνα μηδεὶς κατοπτεύσῃ τὴν ὅλην δύναμιν, ἀλλʼ οἱ μὲν ὑποχείριοι γίνοιντο τῶν διεμπιπτόντων, οἱ δὲ διαφυγόντες ἀναγγέλλοιεν εἰς τὴν πόλιν, ὡς ἐπιδρομῆς οὔσης ἐκ τῶν Νομάδων.
これは、本隊の全貌を誰にも察知させないためであり、行き違った者のうち、ある者は捕らえられ、逃げ延びた者はヌミディア人による略奪行為が行われていると市に報告するようにするためであった。
§8.26.6ἀποσχόντων δὲ τῶν Νομάδων ὡς ἑκατὸν εἴκοσι σταδίους, ἐδειπνοποιήσατο παρά τινα δυσσύνοπτον καὶ φαραγγώδη ποταμόν.
約百二十スタディオンの距離を進んだとき、彼は人目につきにくい峡谷を流れる川のほとりで兵士たちに食事をとらせた。
§8.26.7καὶ συναθροίσας τοὺς ἡγεμόνας κυρίως μὲν οὐ διεσάφει τὴν ἐπιβολήν, ἁπλῶς δὲ παρεκάλει πρῶτον μὲν ἄνδρας ἀγαθοὺς γίνεσθαι πάντας, ὡς οὐδέποτε μειζόνων αὐτοῖς ἄθλων ὑποκειμένων,
そして将校たちを招集すると、計画の具体的な内容は明かさず、ただ次のように励ました。 第一に、これほど大きな恩賞が彼らの前に置かれたことはかつてないのだから、全員が勇敢な男となること。
§8.26.8δεύτερον δὲ συνέχειν ἕκαστον τῇ πορείᾳ τοὺς ὑφʼ αὑτὸν ταττομένους καὶ πικρῶς ἐπιτιμᾶν τοῖς καθόλου παρεκβαίνουσιν ἐκ τῆς ἰδίας τάξεως,
第二に、行軍中に各々が自分の配下にある兵をしっかりまとめ、隊列から少しでも外れる者があれば厳しく処罰すること。
§8.26.9τελευταῖον δὲ προσέχειν τὸν νοῦν τοῖς παραγγελλομένοις καὶ μηδὲν ἰδιοπραγεῖν πάρεξ τῶν προσταττομένων.
そして最後に、伝達される命令に細心の注意を払い、指示されたこと以外は勝手にいかなる行動も起こさないこと。
§8.26.10ταῦτʼ εἰπὼν καὶ διαφεὶς τοὺς ἡγεμόνας ἐκίνει τὴν πρωτοπορείαν, κνέφατος ἄρτι γενομένου, σπουδάζων συνάψαι τῷ τείχει περὶ μέσας νύκτας, καθηγεμόνα τὸν Φιλήμενον ἔχων καὶ παρεσκευακὼς ὗν ἄγριον αὐτῷ πρὸς τὴν διατεταγμένην χρείαν.
こう言って将校たちを解散させると、黄昏時になった直後に、彼は前衛部隊を出発させた。 夜半頃に城壁に到達することを目指し、フィレメノスを道案内とし、取り決めていた用向のために野生のイノシシを彼のために用意していた。