§8.21.1οὐ μὴν ἀλλʼ ἅμα τῷ φωτὶ συναθροιζομένων τῶν φίλων εἰς τὴν σκηνὴν κατὰ τὸν ἐθισμόν, καὶ τοῦ πράγματος ὑπὸ τὴν ὄψιν θεωρουμένου, τὸ παραπλήσιον τῷ βασιλεῖ συνέβαινε πάσχειν καὶ τοὺς ἄλλους·
しかしながら、夜が明けると同時に、慣例に従って友人たちが天幕に集まり、事態が目の前で目撃されると、他の人々にも王と同様のことが起こった。
θαυμάζοντες γὰρ τὸ γεγονὸς ἠπίστουν τοῖς ὁρωμένοις.
というのも、彼らは起きたことに驚嘆し、目の前の光景を信じられなかったからである。
§8.21.2καθίσαντος δὲ τοῦ συνεδρίου, πολλοὶ μὲν ἐγίνοντο λόγοι περὶ τοῦ τίσι δεῖ κατʼ αὐτοῦ χρήσασθαι τιμωρίαις·
評議会が席に着くと、彼に対してどのような刑罰を科すべきかについて多くの議論が交わされた。
§8.21.3ἔδοξε δʼ οὖν πρῶτον μὲν ἀκρωτηριάσαι τὸν ταλαίπωρον, μετὰ δὲ ταῦτα τὴν κεφαλὴν ἀποτεμόντας αὐτοῦ καὶ καταρράψαντας εἰς ὄνειον ἀσκὸν ἀνασταυρῶσαι τὸ σῶμα.
そこで、まずこの哀れな男の手足を切断し、その後に頭部を切り落としてロバの皮袋に縫い込み、胴体を磔にすることが決定された。
§8.21.4γενομένων δὲ τούτων, καὶ τῆς δυνάμεως ἐπιγνούσης τὸ συμβεβηκός, τοιοῦτος ἐνθουσιασμὸς ἐγένετο καὶ παράστασις τοῦ στρατοπέδου παντὸς ὥστε τὴν Λαοδίκην ἐκ τῆς ἄκρας μόνον συνειδυῖαν τὴν ἔξοδον τἀνδρός, τεκμήρασθαι τὸ γεγονὸς ἐκ τῆς περὶ τὸ στρατόπεδον ταραχῆς καὶ κινήσεως.
これらが実行され、軍勢が起こったことを知ると、陣営全体に激しい興奮と動揺が生じたため、砦の中から夫の外出だけを知っていたラオディケは、陣営の混乱と騒ぎから起こったことを推し量るほどであった。
§8.21.5ταχὺ δὲ καὶ τοῦ κήρυκος παραγενομένου πρὸς τὴν Λαοδίκην καὶ διασαφοῦντος τὰ περὶ τὸν Ἀχαιόν, καὶ κελεύοντος τίθεσθαι τὰ πράγματα καὶ παραχωρεῖν τῆς ἄκρας, §8.21.6τὸ μὲν πρῶτον ἀναπόκριτος οἰμωγὴ καὶ θρῆνοι παράλογοι κατεῖχον τοὺς περὶ τὴν ἀκρόπολιν, οὐχ οὕτως διὰ τὴν πρὸς τὸν Ἀχαιὸν εὔνοιαν ὡς διὰ τὸ παράδοξον καὶ τελέως ἀνέλπιστον ἑκάστῳ φαίνεσθαι τὸ συμβεβηκός,
まもなく使者もラオディケのもとにやって来て、アカイオスに関する事態を明確に伝え、事態を収拾して砦を明け渡すように要求すると、最初は、砦の周囲の人々の間に、答える言葉もないような慟哭と激しい嘆きが満ちた。 それはアカイオスに対する好意のためというよりも、各人にとってこの出来事が不意であり、完全に予想もしなかったことと思われたからであった。
§8.21.7μετὰ δὲ ταῦτα πολλή τις ἦν ἀπορία καὶ δυσχρηστία περὶ τοὺς ἔνδον.
しかしその次には、内部の人々の間に多大な困惑と不和が生じた。
§8.21.8Ἀντίοχος δὲ διακεχειρισμένος τὸν Ἀχαιὸν ἐπεῖχε τοῖς κατὰ τὴν ἄκραν ἀεί, πεπεισμένος ἀφορμὴν ἐκ τῶν ἔνδον αὑτῷ παραδοθήσεσθαι, καὶ μάλιστα διὰ τῶν στρατιωτῶν.
アンティオコスはアカイオスを処刑した後も、常に砦の者たちを注視し、内部から、とりわけ兵士たちを通じて自分に機会が与えられるに違いないと確信していた。
§8.21.9ὃ καὶ τέλος ἐγένετο·
そしてついにそれは現実となった。
στασιάσαντες γὰρ πρὸς σφᾶς ἐμερίσθησαν, οἱ μὲν πρὸς Ἀρίβαζον, οἱ δὲ πρὸς τὴν Λαοδίκην.
というのも、彼らは互いに対立して分裂し、ある者はアリバゾスの側に、他の者はラオディケの側に就いたからである。
οὗ γενομένου διαπιστήσαντες ἀλλήλοις ταχέως ἀμφότεροι παρέδοσαν αὑτοὺς καὶ τὰς ἀκροπόλεις.
このことが起こると、彼らは互いに不信感を抱き、まもなく双方が自分自身と砦を引き渡した。
Ἀχαιὸς μὲν οὖν πάντα τὰ κατὰ λόγον πράξας, §8.21.10ὑπὸ δὲ τῆς τῶν πιστευθέντων ἡττηθεὶς ἀθεσίας, κατεστρέψατο τὸν βίον, κατὰ δύο τρόπους οὐκ ἀνωφελὲς ὑπόδειγμα γενόμενος τοῖς ἐπεσομένοις,
このように、アカイオスは道理にかなったことをすべて行ったものの、信頼した者たちの不実さに敗れてその生涯を終え、後世の人々にとって二つの方法で無益ではない教訓となった。
§8.21.11καθʼ ἕνα μὲν πρὸς τὸ μηδενὶ πιστεύειν ῥᾳδίως, καθʼ ἕτερον δὲ πρὸς τὸ μὴ μεγαλαυχεῖν ἐν ταῖς εὐπραγίαις, πᾶν δὲ προσδοκᾶν ἀνθρώπους ὄντας. [ξοδ. υρβ. φολ. 109 εχξ. αντ. π. 199 ετ ινδε αβ 360, 10. πιστεύειν εχξ. ϝατ. π. 374 μ. 27, 1 η. ποστ υνιυς φολιι λαξυναμ ϝ. ϝιιι, 36, 9. ]
一つには誰も容易に信用してはならないということ、もう一つには、順境にあっても誇り高ぶることなく、人間である以上あらゆることを予期せねばならないということである。