Humanitext Reader

波利比奥斯 · 历史 §8.21.1-8.21.11

阿开乌斯的处决与城堡投降

第 581 段,共 1311 段 · 希腊语

内容简介

阿开乌斯惨遭处决,城堡内的妻子拉奥狄克与众人得知后万分悲痛与惊慌。随后城内爆发内讧,最终向安条克投降,阿开乌斯的悲剧给后世留下了深刻的教训。

§8.21.1οὐ μὴν ἀλλʼ ἅμα τῷ φωτὶ συναθροιζομένων τῶν φίλων εἰς τὴν σκηνὴν κατὰ τὸν ἐθισμόν, καὶ τοῦ πράγματος ὑπὸ τὴν ὄψιν θεωρουμένου, τὸ παραπλήσιον τῷ βασιλεῖ συνέβαινε πάσχειν καὶ τοὺς ἄλλους· θαυμάζοντες γὰρ τὸ γεγονὸς ἠπίστουν τοῖς ὁρωμένοις.
然而,天一亮,随从们便照例聚集到天幕里,当这件事情展现在他们眼前时,其余的人也遭遇了与国王类似的心境;因为他们对所发生的事情感到惊异,不敢相信自己的眼睛。
§8.21.2καθίσαντος δὲ τοῦ συνεδρίου, πολλοὶ μὲν ἐγίνοντο λόγοι περὶ τοῦ τίσι δεῖ κατʼ αὐτοῦ χρήσασθαι τιμωρίαις·
当会议召开时,关于应当对他施加何种刑罚,展开了许多讨论。
§8.21.3ἔδοξε δʼ οὖν πρῶτον μὲν ἀκρωτηριάσαι τὸν ταλαίπωρον, μετὰ δὲ ταῦτα τὴν κεφαλὴν ἀποτεμόντας αὐτοῦ καὶ καταρράψαντας εἰς ὄνειον ἀσκὸν ἀνασταυρῶσαι τὸ σῶμα.
于是决定首先将这个可怜的人断肢,在此之后砍下他的头颅并缝进驴皮袋中,再将他的尸体钉在十字架上。
§8.21.4γενομένων δὲ τούτων, καὶ τῆς δυνάμεως ἐπιγνούσης τὸ συμβεβηκός, τοιοῦτος ἐνθουσιασμὸς ἐγένετο καὶ παράστασις τοῦ στρατοπέδου παντὸς ὥστε τὴν Λαοδίκην ἐκ τῆς ἄκρας μόνον συνειδυῖαν τὴν ἔξοδον τἀνδρός, τεκμήρασθαι τὸ γεγονὸς ἐκ τῆς περὶ τὸ στρατόπεδον ταραχῆς καὶ κινήσεως.
这些事情执行完,且军队得知所发生的事后,整个营地产生了如此巨大的震动和惊惶,以致于在城堡内只知道丈夫外出的拉奥狄克,也从营地周围的混乱和骚动中推测出了所发生的事情。
§8.21.5ταχὺ δὲ καὶ τοῦ κήρυκος παραγενομένου πρὸς τὴν Λαοδίκην καὶ διασαφοῦντος τὰ περὶ τὸν Ἀχαιόν, καὶ κελεύοντος τίθεσθαι τὰ πράγματα καὶ παραχωρεῖν τῆς ἄκρας,
很快,一名传令官也来到拉奥狄克面前,说明了关于阿开乌斯的事情,并命令她收拾局势、交出城堡。
§8.21.6τὸ μὲν πρῶτον ἀναπόκριτος οἰμωγὴ καὶ θρῆνοι παράλογοι κατεῖχον τοὺς περὶ τὴν ἀκρόπολιν, οὐχ οὕτως διὰ τὴν πρὸς τὸν Ἀχαιὸν εὔνοιαν ὡς διὰ τὸ παράδοξον καὶ τελέως ἀνέλπιστον ἑκάστῳ φαίνεσθαι τὸ συμβεβηκός,
起初,城堡里的人们陷入了无法回应的恸哭和异常的哀号之中,这倒不完全是因为他们对阿开乌斯怀有忠诚,而是因为这起变故在每个人看来都如此出人意料且完全令人绝望。
§8.21.7μετὰ δὲ ταῦτα πολλή τις ἦν ἀπορία καὶ δυσχρηστία περὶ τοὺς ἔνδον.
但在此之后,城内的人们陷入了极大的困惑和内讧之中。
§8.21.8Ἀντίοχος δὲ διακεχειρισμένος τὸν Ἀχαιὸν ἐπεῖχε τοῖς κατὰ τὴν ἄκραν ἀεί, πεπεισμένος ἀφορμὴν ἐκ τῶν ἔνδον αὑτῷ παραδοθήσεσθαι, καὶ μάλιστα διὰ τῶν στρατιωτῶν.
安条克在处死了阿开乌斯之后,继续密切注视着城堡里的人,他确信城内一定会有人给他提供机会,尤其是通过那些士兵。
§8.21.9ὃ καὶ τέλος ἐγένετο· στασιάσαντες γὰρ πρὸς σφᾶς ἐμερίσθησαν, οἱ μὲν πρὸς Ἀρίβαζον, οἱ δὲ πρὸς τὴν Λαοδίκην.
而这最终也成了现实:因为他们发生了内讧并分裂为两派,一派支持阿里巴佐斯,另一派支持拉奥狄克。
οὗ γενομένου διαπιστήσαντες ἀλλήλοις ταχέως ἀμφότεροι παρέδοσαν αὑτοὺς καὶ τὰς ἀκροπόλεις.
此事发生后,由于互不信任,双方很快便交出了自己和城堡。
Ἀχαιὸς μὲν οὖν πάντα τὰ κατὰ λόγον πράξας, §8.21.10ὑπὸ δὲ τῆς τῶν πιστευθέντων ἡττηθεὶς ἀθεσίας, κατεστρέψατο τὸν βίον, κατὰ δύο τρόπους οὐκ ἀνωφελὲς ὑπόδειγμα γενόμενος τοῖς ἐπεσομένοις, §8.21.11καθʼ ἕνα μὲν πρὸς τὸ μηδενὶ πιστεύειν ῥᾳδίως, καθʼ ἕτερον δὲ πρὸς τὸ μὴ μεγαλαυχεῖν ἐν ταῖς εὐπραγίαις, πᾶν δὲ προσδοκᾶν ἀνθρώπους ὄντας. [ξοδ. υρβ. φολ. 109 εχξ. αντ. π. 199 ετ ινδε αβ 360, 10. πιστεύειν εχξ. ϝατ. π. 374 μ. 27, 1 η. ποστ υνιυς φολιι λαξυναμ ϝ. ϝιιι, 36, 9. ]
至此,阿开乌斯虽然做了一切合乎常理的事,却因被信任之人的背信义所败,结束了一生,给后世留下了在两方面都并非无益的教戒:其一是不轻易信任任何人,其二是在顺境中不可骄傲自大,且既然身为凡人,就应当对任何事都做好准备。

词汇与语法注释

  1. §8.21.4ὥστε τὴν Λαοδίκην ἐκ τῆς ἄκρας μόνον συνειδυῖαν τὴν ἔξοδον τἀνδρός, τεκμήρασθαι — 由 ὥστε(结果从句)引导的不定式结构。宾格的 τὴν Λαοδίκην 是不定式 τεκμήρασθαι(推测)的逻辑主语,夹在其中的完成时分词 συνειδυῖαν(知悉)也与之相一致,采用阴性单数宾格。该分词的宾语是 τὴν ἔξοδον τἀνδρός(丈夫的外出)。
  2. §8.21.6διὰ τὸ παράδοξον καὶ τελέως ἀνέλπιστον ἑκάστῳ φαίνεσθαι τὸ συμβεβηκός — 介词 διά 的宾语是由冠词引导的不定式短语 τὸ ... φαίνεσθαι(显现、显得)。该不定式的逻辑主语是句末宾格的名词化分词 τὸ συμβεβηκός(所发生的事)。而 παράδοξον καὶ τελέως ἀνέλπιστον(出乎意料且完全绝望)并非主格表语,而是与不定式的逻辑主语(宾格)相一致的宾格表语。

引用这一段

波利比奥斯, 历史 §8.21.1-8.21.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:8.21.1-8.21.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。